ΑΘ. πατρὸς γὰρ ἢ μητρὸς ἢ τούτων ἔτι προγόνων ὅστις τολμήσει ἅψασθαί ποτε βιαζόμενος αἰκίᾳ τινί, μήτε τῶν ἄνω δείσας θεῶν μῆνιν μήτε τῶν ὑπὸ γῆς τιμωριῶν λεγομένων, ἀλλὰ ὡς εἰδὼς ἃ μηδαμῶς οἶδεν, καταφρονῶν τῶν παλαιῶν καὶ ὑπὸ πάντων εἰρημένων, παρανομεῖ, τούτῳ δεῖ τινος ἀποτροπῆς ἐσχάτης. θάνατος μὲν οὖν οὐκ ἔστιν ἔσχατον, οἱ δὲ ἐν Ἅιδου τούτοισι λεγόμενοι πόνοι ἔτι τε τούτων εἰσὶ μᾶλλον ἐν ἐσχάτοις, καὶ ἀληθέστατα λέγοντες οὐδὲν ἀνύτουσιν ταῖς τοιαύταις ψυχαῖς ἀποτροπῆς—οὐ γὰρ ἂν ἐγίγνοντό ποτε μητραλοῖαί τε καὶ τῶν ἄλλων γεννητόρων ἀνόσιοι πληγῶν τόλμαι—δεῖ δὴ τὰς ἐνθάδε κολάσεις περὶ τὰ τοιαῦτα τούτοισι τὰς ἐν τῷ ζῆν μηδὲν τῶν ἐν Ἅιδου λείπεσθαι κατὰ δύναμιν. ἔστω δὴ λεγόμενον τὸ μετὰ τοῦτο τῇδε· ὃς ἂν τολμήσῃ πατέρα ἢ μητέρα ἢ τούτων πατέρας ἢ μητέρας τύπτειν μὴ μανίαις ἐχόμενος, πρῶτον μὲν ὁ προστυγχάνων καθάπερ ἐν τοῖς ἔμπροσθεν βοηθείτω, καὶ ὁ μὲν μέτοικος ἢ ξένος εἰς προεδρίαν τῶν ἀγώνων καλείσθω βοηθῶν, μὴ βοηθήσας δὲ ἀειφυγίαν ἐκ τῆς χώρας φευγέτω· ὁ δὲ μὴ μέτοικος βοηθῶν μὲν ἔπαινον ἐχέτω, μὴ βοηθῶν δέ, ψόγον· δοῦλος δὲ βοηθήσας μὲν ἐλεύθερος γιγνέσθω, μὴ βοηθήσας δὲ πληγὰς ἑκατὸν τῇ μάστιγι τυπτέσθω, ἐν ἀγορᾷ μὲν ἂν γίγνηται τὸ γενόμενον, ὑπʼ ἀγορανόμων, ἐὰν δʼ ἐκτὸς ἀγορᾶς ἐν ἄστει, τῶν ἀστυνόμων κολάζειν τὸν ἐπιδημοῦντα, ἐὰν δὲ κατʼ ἀγροὺς τῆς χώρας που, τοὺς τῶν ἀγρονόμων ἄρχοντας. ἐὰν δʼ ἐπιχώριος ὁ παρατυγχάνων ᾖ τις, ἐάντε παῖς ἐάντε ἀνὴρ ἐάντʼ οὖν γυνή, ἀμυνέτω πᾶς τὸν ἀνόσιον ἐπονομάζων· ὁ δὲ μὴ ἀμύνων ἀρᾷ ἐνεχέσθω Διὸς ὁμογνίου καὶ πατρῴου κατὰ νόμον. ἐὰν δέ τις ὄφλῃ δίκην αἰκίας γονέων, πρῶτον μὲν φευγέτω ἀειφυγίαν ἐξ ἄστεος εἰς τὴν ἄλλην χώραν καὶ πάντων ἱερῶν εἰργέσθω· μὴ δὲ εἰργόμενον κολαζόντων αὐτὸν ἀγρονόμοι πληγαῖς καὶ πάντως ὡς ἂν ἐθέλωσιν, κατελθὼν δὲ θανάτῳ ζημιούσθω. ἐὰν δέ τις τῷ τοιούτῳ, ὅσοι ἐλεύθεροι, συμφάγῃ ἢ συμπίῃ ἤ τινα τοιαύτην ἄλλην κοινωνίαν κοινωνήσῃ, ἢ καὶ μόνον ἐντυγχάνων που προσάπτηται ἑκών, μήτε εἰς ἱερὸν ἔλθῃ μηδὲν μήτʼ εἰς ἀγορὰν μήτʼ εἰς πόλιν ὅλως πρότερον ἢ καθήρηται, νομίζων κεκοινωνηκέναι ἀλιτηριώδους τύχης· ΑΘ. ἐὰν δὲ ἀπειθῶν νόμῳ ἱερὰ καὶ πόλιν μιαίνῃ παρανόμως, ὃς ἂν τῶν ἀρχόντων αἰσθόμενος μὴ ἐπάγῃ δίκην τῷ τοιούτῳ, ἐν εὐθύναις ἔστω τῶν κατηγορημάτων τῶν μεγίστων ἓν τοῦτο αὐτῷ. ἐὰν δὲ αὖ δοῦλος τύπτῃ τὸν ἐλεύθερον, εἴτʼ οὖν ξένον εἴτε ἀστόν, βοηθείτω μὲν ὁ προστυγχάνων ἢ κατὰ τὸ τίμημα τὴν εἰρημένην ζημίαν ἀποτινέτω, συνδήσαντες δὲ οἱ προστυγχάνοντες μετὰ τοῦ πληγέντος παραδόντων τῷ ἀδικουμένῳ· ὁ δὲ παραλαβών, δήσας ἐν πέδαις καὶ μαστιγώσας ὁπόσας ἂν ἐθέλῃ, μηδὲν βλάπτων τὸν δεσπότην, παραδότω ἐκείνῳ κεκτῆσθαι κατὰ νόμον. ὁ δὲ νόμος ἔστω· ὃς ἂν ἐλεύθερον δοῦλος ὢν τύπτῃ μὴ τῶν ἀρχόντων κελευόντων, παραλαβὼν ὁ κεκτημένος παρὰ τοῦ πληγέντος δεδεμένον αὐτὸν μὴ λύσῃ, πρὶν ἂν ὁ δοῦλος πείσῃ τὸν πληγέντα ἄξιος εἶναι τοῦ λελυμένος ζῆν. τὰ αὐτὰ δὲ γυναιξίν τε ἔστω πρὸς ἀλλήλας περὶ πάντων τῶν τοιούτων νόμιμα, καὶ πρὸς ἄνδρας γυναιξὶ καὶ ἀνδράσι πρὸς γυναῖκας.