ΑΘ. προρρητέον δή τι περὶ πάντων τῶν τοιούτων τοιόνδε, ὡς ἄρα νόμους ἀνθρώποις ἀναγκαῖον τίθεσθαι καὶ ζῆν κατὰ νόμους ἢ μηδὲν διαφέρειν τῶν πάντῃ ἀγριωτάτων θηρίων. ἡ δὲ αἰτία τούτων ἥδε, ὅτι φύσις ἀνθρώπων οὐδενὸς ἱκανὴ φύεται ὥστε γνῶναί τε τὰ συμφέροντα ἀνθρώποις εἰς πολιτείαν καὶ γνοῦσα, τὸ βέλτιστον ἀεὶ δύνασθαί τε καὶ ἐθέλειν πράττειν. γνῶναι μὲν γὰρ πρῶτον χαλεπὸν ὅτι πολιτικῇ καὶ ἀληθεῖ τέχνῃ οὐ τὸ ἴδιον ἀλλὰ τὸ κοινὸν ἀνάγκη μέλειν—τὸ μὲν γὰρ κοινὸν συνδεῖ, τὸ δὲ ἴδιον διασπᾷ τὰς πόλεις—καὶ ὅτι συμφέρει τῷ κοινῷ τε καὶ ἰδίῳ, τοῖν ἀμφοῖν, ἢν τὸ κοινὸν τιθῆται καλῶς μᾶλλον ἢ τὸ ἴδιον· δεύτερον δέ, ἐὰν ἄρα καὶ τὸ γνῶναί τις ὅτι ταῦτα οὕτω πέφυκεν λάβῃ ἱκανῶς ἐν τέχνῃ, μετὰ δὲ τοῦτο ἀνυπεύθυνός τε καὶ αὐτοκράτωρ ἄρξῃ πόλεως, οὐκ ἄν ποτε δύναιτο ἐμμεῖναι τούτῳ τῷ δόγματι καὶ διαβιῶναι τὸ μὲν κοινὸν ἡγούμενον τρέφων ἐν τῇ πόλει, τὸ δὲ ἴδιον ἑπόμενον τῷ κοινῷ, ἀλλʼ ἐπὶ πλεονεξίαν καὶ ἰδιοπραγίαν ἡ θνητὴ φύσις αὐτὸν ὁρμήσει ἀεί, φεύγουσα μὲν ἀλόγως τὴν λύπην, διώκουσα δὲ τὴν ἡδονήν, τοῦ δὲ δικαιοτέρου τε καὶ ἀμείνονος ἐπίπροσθεν ἄμφω τούτω προστήσεται, καὶ σκότος ἀπεργαζομένη ἐν αὑτῇ πάντων κακῶν ἐμπλήσει πρὸς τὸ τέλος αὑτήν τε καὶ τὴν πόλιν ὅλην. ἐπεὶ ταῦτα εἴ ποτέ τις ἀνθρώπων φύσει ἱκανὸς θείᾳ μοίρᾳ γεννηθεὶς παραλαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο τῶν ἀρξόντων ἑαυτοῦ· ἐπιστήμης γὰρ οὔτε νόμος οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶν νοῦν οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων ἄρχοντα εἶναι, ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν. νῦν δὲ οὐ γάρ ἐστιν οὐδαμοῦ οὐδαμῶς, ἀλλʼ ἢ κατὰ βραχύ· διὸ δὴ τὸ δεύτερον αἱρετέον, τάξιν τε καὶ νόμον, ἃ δὴ τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ ὁρᾷ καὶ βλέπει, τὸ δʼ ἐπὶ πᾶν ἀδυνατεῖ. ταῦτα δὴ τῶνδε εἵνεκα εἴρηται· νῦν ἡμεῖς τάξομεν τί χρὴ τὸν τρώσαντα ἤ τι βλάψαντα ἕτερον ἄλλον παθεῖν ἢ ἀποτίνειν. πρόχειρον δὴ παντὶ περὶ παντὸς ὑπολαβεῖν ὀρθῶς, τὸν τί τρώσαντα ἢ τίνα ἢ πῶς ἢ πότε λέγεις; μυρία γὰρ ἕκαστά ἐστι τούτων καὶ πάμπολυ διαφέροντα ἀλλήλων. ταῦτʼ οὖν δὴ δικαστηρίοις ἐπιτρέπειν κρίνειν πάντα ἢ μηδὲν ἀδύνατον. ΑΘ. ἓν μὲν γὰρ κατὰ πάντων ἀναγκαῖον ἐπιτρέπειν κρῖναι, τὸ πότερον ἐγένετο ἢ οὐκ ἐγένετο ἕκαστον τούτων· τὸ δὲ μηδὲν ἐπιτρέπειν αὖ περὶ τοῦ τί δεῖ ζημιοῦσθαι καὶ πάσχειν τί χρεὼν τὸν ἀδικήσαντα τούτων τι, ἀλλʼ αὐτὸν περὶ πάντων νομοθετῆσαι σμικρῶν καὶ μεγάλων, σχεδὸν ἀδύνατον. ΚΛ. τίς οὖν ὁ μετὰ τοῦτον λόγος; ΑΘ. ὅδε, ὅτι τὰ μὲν ἐπιτρεπτέον δικαστηρίοις, τὰ δὲ οὐκ ἐπιτρεπτέον, ἀλλʼ αὐτῷ νομοθετητέον. ΚΛ. ποῖα δὴ νομοθετητέον τε καὶ ποῖα ἀποδοτέον κρίνειν τοῖς δικαστηρίοις; ΑΘ. τάδε δὴ μετὰ ταῦτα ὀρθότατʼ ἂν εἰπεῖν εἴη, ὡς ἐν πόλει ἐν ᾗ δικαστήρια φαῦλα καὶ ἄφωνα, κλέπτοντα τὰς αὑτῶν δόξας, κρύβδην τὰς κρίσεις διαδικάζει καί, ὃ τούτου δεινότερον, ὅταν μηδὲ σιγῶντα ἀλλὰ θορύβου μεστὰ καθάπερ θέατρα ἐπαινοῦντά τε βοῇ καὶ ψέγοντα τῶν ῥητόρων ἑκάτερον ἐν μέρει κρίνῃ, χαλεπὸν τότε πάθος ὅλῃ τῇ πόλει γίγνεσθαι φιλεῖ. τοῖς οὖν δὴ τοιούτοις δικαστηρίοις νομοθετεῖν ὑπό τινος ἀνάγκης ληφθέντα οὐκ εὐτυχὲς μέν, ὅμως δὲ ἐξ ἀνάγκης εἰλημμένον ὅτι περὶ σμικρότατα ἐπιτρεπτέον αὐτοῖς τάττειν τὰς ζημίας, τὰ δὲ πλεῖστα αὐτὸν νομοθετεῖν διαρρήδην, ἄν τις ἄρα τοιαύτῃ πολιτείᾳ νομοθετῇ ποτε· ἐν ᾗ δὲ ἂν πόλει δικαστήρια εἰς δύναμιν ὀρθῶς καθεστῶτα ᾖ, τραφέντων τε εὖ τῶν μελλόντων δικάζειν δοκιμασθέντων τε διὰ πάσης ἀκριβείας, ἐνταῦθα ὀρθὸν καὶ ἔχον εὖ καὶ καλῶς τὸ πολλὰ ἐπιτρέπειν κρίνειν τοῖς τοιούτοις δικασταῖς τῶν ὀφλόντων πέρι, τί χρὴ πάσχειν αὐτοὺς ἢ ἀποτίνειν. ἡμῖν δὴ τὰ νῦν ἀνεμέσητον τὸ μὴ νομοθετεῖν αὐτοῖς τὰ μέγιστα καὶ πλεῖστα, ἃ καὶ φαυλοτέρως ἂν πεπαιδευμένοι δικασταὶ δύναιντο κατιδεῖν καὶ προσάπτειν ἑκάστῳ τῶν ἁμαρτημάτων τὴν ἀξίαν τοῦ πάθους τε καὶ πράξεως· ἐπειδὴ δὲ οἷς ἡμεῖς νομοθετοῦμεν, οὐχ ἥκιστα ἐμμελεῖς αὐτοὺς οἰόμεθʼ ἂν τῶν τοιούτων γίγνεσθαι κριτάς, ἐπιτρεπτέον δὴ τὰ πλεῖστα. οὐ μὴν ἀλλʼ ὅπερ πολλάκις εἴπομέν τε καὶ ἐδράσαμεν ἐν τῇ τῶν ἔμπροσθεν νομοθετήσει νόμων, τὸ περιγραφήν τε καὶ τοὺς τύπους τῶν τιμωριῶν εἰπόντας, δοῦναι τὰ παραδείγματα τοῖσι δικασταῖς τοῦ μήποτε βαίνειν ἔξω τῆς δίκης, τότε τε ἦν ὀρθότατα ἔχον καὶ δὴ καὶ νῦν τοῦτο αὐτὸ ποιητέον, ἐπανελθόντα ἤδη πάλιν ἐπὶ τοὺς νόμους.