<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="9"><div type="textpart" subtype="section" resp="perseus" n="867"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> διττοὺς μὲν δὴ τοὺς φόνους, ὡς ἔοικε, θετέον, καὶ σχεδὸν ἀμφοτέρους 
<milestone unit="page" resp="Stephanus" n="867"/><milestone unit="section" resp="Stephanus" n="867a"/> θυμῷ γεγονότας, μεταξὺ δέ που τοῦ τε ἑκουσίου καὶ ἀκουσίου δικαιότατʼ ἂν λεγομένους. οὐ μὴν ἀλλʼ εἰκών ἐσθʼ ἑκάτερος· ὁ μὲν τὸν θυμὸν φυλάττων καὶ οὐκ ἐκ τοῦ παραχρῆμα ἐξαίφνης ἀλλὰ μετὰ ἐπιβουλῆς ὕστερον χρόνῳ τιμωρούμενος ἑκουσίῳ ἔοικεν, ὁ δὲ ἀταμιεύτως ταῖς ὀργαῖς καὶ ἐκ τοῦ παραχρῆμα εὐθὺς χρώμενος ἀπροβουλεύτως ὅμοιος μὲν ἀκουσίῳ, ἔστι δὲ οὐδʼ οὗτος αὖ παντάπασιν ἀκούσιος ἀλλʼ εἰκὼν ἀκουσίου. <milestone unit="section" resp="Stephanus" n="867b"/> διὸ χαλεποὶ διορίζειν οἱ τῷ θυμῷ πραχθέντες φόνοι, πότερον ἑκουσίους αὐτοὺς ἤ τινας ὡς ἀκουσίους νομοθετητέον, βέλτιστον μὴν καὶ ἀληθέστατον εἰς εἰκόνα μὲν ἄμφω θεῖναι, τεμεῖν δὲ αὐτὼ χωρὶς τῇ ἐπιβουλῇ καὶ ἀπροβουλίᾳ, καὶ τοῖς μὲν μετʼ ἐπιβουλῆς τε καὶ ὀργῇ κτείνασιν τὰς τιμωρίας χαλεπωτέρας, τοῖς δὲ ἀπροβουλεύτως τε καὶ ἐξαίφνης πρᾳοτέρας νομοθετεῖν· τὸ γὰρ εἰκὸς μείζονι κακῷ μειζόνως, τὸ <milestone unit="section" resp="Stephanus" n="867c"/> δʼ ἐλάττονι τιμωρητέον ἐλαττόνως. ποιητέον δὴ καὶ τοῖς ἡμετέροις νόμοις οὕτω.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πάλιν ἐπανελθόντες τοίνυν λέγωμεν· ἂν ἄρα τις αὐτόχειρ μὲν κτείνῃ ἐλεύθερον, τὸ δὲ πεπραγμένον ἀπροβουλεύτως ὀργῇ τινι γένηται πραχθέν, τὰ μὲν ἄλλα, καθάπερ ἄνευ θυμοῦ κτείναντι προσῆκέν τῳ πάσχειν, πασχέτω, δύο δʼ ἐξ ἀνάγκης ἔτη φευγέτω κολάζων τὸν αὑτοῦ θυμόν. ὁ δὲ <milestone unit="section" resp="Stephanus" n="867d"/> θυμῷ μέν, μετʼ ἐπιβουλῆς δὲ κτείνας τὰ μὲν ἄλλα κατὰ τὸν πρόσθεν αὖ, τρία δὲ ἔτη, καθάπερ ἅτερος ἔφευγεν τὰ δύο, φευγέτω, μεγέθει θυμοῦ πλείω τιμωρηθεὶς χρόνον. καθόδου δὲ πέρι τούτοις ὧδε ἔστω. χαλεπὸν μὲν ἀκριβῶς νομοθετεῖν· ἔστι γὰρ ὅτε τούτοιν ὁ τῷ νόμῳ ταχθεὶς χαλεπώτερος ἡμερώτερος ἄν, ὁ δὲ ἡμερώτερος χαλεπώτερος ἂν εἴη, καὶ τὰ περὶ τὸν φόνον ἀγριωτέρως ἂν πράξειεν, ὁ δὲ ἡμερωτέρως· ὡς <milestone unit="section" resp="Stephanus" n="867e"/> δὲ τὸ πολὺ κατὰ τὰ νῦν εἰρημένα συμβαίνει γιγνόμενα. τούτων οὖν πάντων ἐπιγνώμονας εἶναι χρὴ νομοφύλακας, ἐπειδὰν δὲ ὁ χρόνος ἔλθῃ τῆς φυγῆς ἑκατέρῳ, πέμπειν αὐτῶν δικαστὰς δώδεκα ἐπὶ τοὺς ὅρους τῆς χώρας, ἐσκεμμένους ἐν τῷ χρόνῳ τούτῳ τὰς τῶν φυγόντων πράξεις ἔτι σαφέστερον, καὶ τῆς αἰδοῦς τε πέρι καὶ καταδοχῆς τούτων δικαστὰς γίγνεσθαι, </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="868"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> τοὺς δὲ αὖ τοῖς δικασθεῖσιν ὑπὸ τῶν τοιούτων <milestone unit="page" resp="Stephanus" n="868"/><milestone unit="section" resp="Stephanus" n="868a"/> ἀρχόντων ἐμμένειν. ἐὰν δʼ αὖθίς ποτε κατελθὼν ὁπότερος αὐτοῖν ἡττηθεὶς ὀργῇ πράξῃ ταὐτὸν τοῦτο, φυγὼν μηκέτι κατέλθῃ, κατελθὼν δέ, κατὰ τὴν τοῦ ξένου ἄφιξιν ταύτῃ πασχέτω. δοῦλον δʼ ὁ κτείνας ἑαυτοῦ μὲν καθηράσθω, ἐὰν δὲ ἀλλότριον θυμῷ, διπλῇ τὸ βλάβος ἐκτεισάτω τῷ κεκτημένῳ. ὅστις δʼ ἂν τῶν ἀποκτεινάντων πάντων μὴ πείθηται τῷ νόμῳ, ἀλλʼ ἀκάθαρτος ὢν ἀγοράν τε καὶ ἆθλα καὶ τὰ <milestone unit="section" resp="Stephanus" n="868b"/> ἄλλα ἱερὰ μιαίνῃ, ὁ βουλόμενος, τόν τε ἐπιτρέποντα τῶν προσηκόντων τῷ τελευτήσαντι καὶ τὸν ἀποκτείναντα εἰς δίκην καταστήσας, τὴν διπλασίαν χρημάτων τε καὶ τῶν ἄλλων πράξεων ἀναγκαζέτω πράττειν τε καὶ ἐκτίνειν, τὸ δὲ ἔκτεισμα αὐτὸς αὑτῷ κομιζέσθω κατὰ τὸν νόμον. ἐὰν δέ τις θυμῷ δοῦλος δεσπότην αὑτοῦ κτείνῃ, τοὺς προσήκοντας τοῦ τελευτήσαντος χρωμένους τῷ κτείναντι χρείαν ἣν ἂν <milestone unit="section" resp="Stephanus" n="868c"/> ἐθέλωσι, πλὴν μηδαμῇ μηδαμῶς ζωγροῦντας, καθαροὺς εἶναι· ἐὰν δὲ ἄλλος τις δοῦλος ἐλεύθερον ἀποκτείνῃ θυμῷ, παραδιδόντων οἱ δεσπόται τὸν δοῦλον τοῖς προσήκουσι τοῦ τελευτήσαντος, οἱ δὲ ἐξ ἀνάγκης μὲν θανατωσάντων τὸν δράσαντα, τρόπῳ δὲ ᾧ ἂν ἐθέλωσιν. ἂν δʼ, ὃ γίγνεται μέν, ὀλιγάκις δέ, διὰ θυμὸν πατὴρ ἢ μήτηρ ὑὸν ἢ θυγατέρα πληγαῖς ἤ τινι τρόπῳ βιαίῳ κτείνῃ, καθάρσεις μὲν τὰς αὐτὰς τοῖς ἄλλοις καθαιρέσθω καὶ ἐνιαυτοὺς τρεῖς ἀπενιαυτεῖν, <milestone unit="section" resp="Stephanus" n="868d"/> κατελθόντων δὲ τῶν κτεινάντων, ἀπαλλάττεσθαι γυναῖκά τε ἀπʼ ἀνδρὸς καὶ τὸν ἄνδρα ἀπὸ γυναικός, καὶ μή ποτʼ ἔτι κοινῇ παιδοποιήσασθαι, μηδὲ συνέστιον ὧν ἔκγονον ἢ ἀδελφὸν ἀπεστέρηκε γίγνεσθαί ποτε μηδὲ κοινωνὸν ἱερῶν· ὁ δὲ ἀσεβῶν τε περὶ ταῦτα καὶ ἀπειθῶν ὑπόδικος ἀσεβείας γιγνέσθω τῷ ἐθέλοντι. γυναῖκα δὲ γαμετὴν ἐὰν ἀνὴρ διʼ ὀργὴν κτείνῃ <milestone unit="section" resp="Stephanus" n="868e"/> τινά τις, ἢ γυνὴ ἑαυτῆς ἄνδρα ταὐτὸν τοῦτο ὡσαύτως ἐργάσηται, καθαίρεσθαι μὲν τοὺς αὐτοὺς καθαρμούς, τριετεῖς δὲ ἀπενιαυτήσεις διατελεῖν. κατελθὼν δὲ ὅ τι τοιοῦτον δράσας, τοῖς αὑτοῦ παισὶν ἱερῶν μὴ κοινωνείτω μηδὲ ὁμοτράπεζος γιγνέσθω ποτέ· ἀπειθῶν δὲ ὁ γεννήτωρ ἢ ὁ γεννηθεὶς ἀσεβείας αὖ ὑπόδικος γιγνέσθω τῷ ἐθέλοντι. </said></p></div></div></div></body></text></TEI>