<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="9"><div type="textpart" subtype="section" resp="perseus" n="861"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label><q>διοριεῖς οὖν αὐτοῖς ἀκούσιά τε καὶ ἑκούσια ἀδικήματα, καὶ τῶν μὲν ἑκουσίων ἁμαρτημάτων τε καὶ ἀδικημάτων μείζους τὰς ζημίας 
<milestone unit="page" resp="Stephanus" n="861"/><milestone unit="section" resp="Stephanus" n="861a"/> θήσομεν, τῶν δʼ ἐλάττους; ἢ πάντων ἐξ ἴσης, ὡς οὐκ ὄντων ἀδικημάτων τὸ παράπαν ἑκουσίων;</q></said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ὀρθῶς μέντοι λέγεις, ὦ ξένε· καὶ τούτοις δὴ τί χρησόμεθα τοῖς νῦν λεγομένοις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καλῶς ἤρου. πρῶτον μὲν τοίνυν αὐτοῖς τόδε χρησώμεθα.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἀναμνησθῶμεν ὡς ἔμπροσθεν νυνδὴ καλῶς ἐλέγομεν ὅτι περὶ τὰ δίκαια εἴη παμπόλλη τις ἡμῶν ταραχή τε καὶ ἀσυμφωνία. τοῦτο δὲ λαβόντες πάλιν ἐρωτῶμεν ἡμᾶς <milestone unit="section" resp="Stephanus" n="861b"/> αὐτούς· <q>ἆρʼ οὖν περὶ τὴν τούτων ἀπορίαν οὔτʼ ἐξευπορήσαντες οὔτε διορισάμενοι τί ποτʼ ἐστὶν ταῦτα ἀλλήλων διαφέροντα, ἃ δὴ κατὰ πάσας τὰς πόλεις ὑπὸ νομοθετῶν πάντων τῶν πώποτε γενομένων ὡς δύο εἴδη τῶν ἀδικημάτων ὄντα, τὰ μὲν ἑκούσια, τὰ δὲ ἀκούσια, ταύτῃ καὶ νομοθετεῖται· ὁ δὲ παρʼ ἡμῶν νυνδὴ ῥηθεὶς λόγος, ὥσπερ παρὰ θεοῦ λεχθείς, τοσοῦτον μόνον εἰπὼν ἀπαλλάξεται, δοὺς δὲ οὐδένα λόγον ὡς <milestone unit="section" resp="Stephanus" n="861c"/> ὀρθῶς εἴρηκεν, κατανομοθετήσει τινὰ τρόπον;</q> οὐκ ἔστιν, ἀλλὰ ἀνάγκη πως ταῦτα ἔμπροσθεν τοῦ νομοθετεῖν δηλῶσαι δύο τε ὄντα καὶ τὴν διαφορὰν ἄλλην, ἵνα, ὅταν ἑκατέρῳ τις τὴν δίκην ἐπιτιθῇ, πᾶς ἐπακολουθῇ τοῖς λεγομένοις καὶ δυνατὸς ᾖ τό τε πρεπόντως τεθὲν ἁμῇ γέ πῃ κρῖναι καὶ τὸ μή.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καλῶς ἡμῖν φαίνῃ λέγειν, ὦ ξένε· δυοῖν γὰρ θάτερον ἡμᾶς χρεών, ἢ μὴ λέγειν ὡς πάντα ἀκούσια τὰ ἀδικήματα, ἢ <milestone unit="section" resp="Stephanus" n="861d"/> τοῦτο ὡς ὀρθῶς εἴρηται πρῶτον διορίσαντας δηλῶσαι.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τούτοιν τοίνυν τοῖν δυοῖν τὸ μὲν οὐκ ἀνεκτὸν ἐμοὶ πάντως που γίγνεσθαι, τό γε δὴ μὴ λέγειν, οὕτως οἰόμενον ἔχειν τἀληθές—οὐ γὰρ ἂν νόμιμον οὐδʼ ὅσιον ἂν εἴη—κατὰ τίνα δὲ τρόπον ἐστὸν δύο, εἰ μὴ τῷ τε ἀκουσίῳ καὶ τῷ ἑκουσίῳ διαφέρετον ἑκάτερον; ἀλλὰ ἄλλῳ τινὶ δή ποτε πειρατέον ἁμῶς γέ πως δηλοῦν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> παντάπασι μὲν οὖν, ὦ ξένε, τοῦτό γε οὐχ οἷόν τε ἄλλως πως ἡμᾶς διανοηθῆναι. </said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="861e"/><label>ΑΘ.</label> ταῦτα ἔσται. φέρε δή, βλάβαι μέν, ὡς ἔοικεν, ἀλλήλων τῶν πολιτῶν ἐν ταῖς κοινωνίαις τε καὶ ὁμιλίαις πολλαὶ γίγνονται, καὶ τό γε ἑκούσιόν τε καὶ ἀκούσιον ἐν αὐταῖς ἄφθονόν ἐστι.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς γὰρ οὔ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="862"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> μὴ τοίνυν τις τὰς βλάβας πάσας ἀδικίας τιθείς, οὕτως οἴηται καὶ τὰ ἄδικα ἐν αὐταῖσι ταύτῃ γίγνεσθαι διπλᾶ, τὰ μὲν ἑκούσια δή, τὰ δʼ ἀκούσια—βλάβαι γὰρ ἀκούσιοι τῶν πάντων οὔτʼ ἀριθμοῖς οὔτε μεγέθεσιν ἐλάττους εἰσὶ τῶν 
<milestone unit="page" resp="Stephanus" n="862"/><milestone unit="section" resp="Stephanus" n="862a"/> ἑκουσίων—σκοπεῖσθε δὲ εἴτε τι λέγω λέγων ἃ μέλλω λέγειν, εἴτε καὶ μηδὲν τὸ παράπαν. οὐ γάρ φημι ἔγωγε, ὦ Κλεινία καὶ Μέγιλλε, εἴ τίς τινά τι πημαίνει μὴ βουλόμενος ἀλλʼ ἄκων, ἀδικεῖν μέν, ἄκοντα μήν, καὶ ταύτῃ μὲν δὴ νομοθετήσω, τοῦτο ὡς ἀκούσιον ἀδίκημα νομοθετῶν, ἀλλʼ οὐδὲ ἀδικίαν τὸ παράπαν θήσω τὴν τοιαύτην βλάβην, οὔτε ἂν μείζων οὔτε ἂν ἐλάττων τῳ γίγνηται· πολλάκις δὲ ὠφελίαν οὐκ ὀρθὴν γενομένην τὸν τῆς ὠφελίας αἴτιον ἀδικεῖν φήσομεν, ἐὰν ἥ γʼ <milestone unit="section" resp="Stephanus" n="862b"/> ἐμὴ νικᾷ. σχεδὸν γάρ, ὦ φίλοι, οὔτʼ εἴ τίς τῳ δίδωσίν τι τῶν ὄντων οὔτʼ εἰ τοὐναντίον ἀφαιρεῖται, δίκαιον ἁπλῶς ἢ ἄδικον χρὴ τὸ τοιοῦτον οὕτω λέγειν, ἀλλʼ ἐὰν ἤθει καὶ δικαίῳ τρόπῳ χρώμενός τις ὠφελῇ τινά τι καὶ βλάπτῃ, τοῦτό ἐστιν τῷ νομοθέτῃ θεατέον, καὶ πρὸς δύο ταῦτα δὴ βλεπτέον, πρός τε ἀδικίαν καὶ βλάβην, καὶ τὸ μὲν βλαβὲν ὑγιὲς τοῖς νόμοις εἰς τὸ δυνατὸν ποιητέον, τό τε ἀπολόμενον σῴζοντα καὶ τὸ <milestone unit="section" resp="Stephanus" n="862c"/> πεσὸν ὑπό του πάλιν ἐξορθοῦντα, καὶ τὸ θανατωθὲν ἢ τρωθέν, ὑγιές, τὸ δὲ ἀποίνοις ἐξιλασθὲν τοῖς δρῶσι καὶ πάσχουσιν ἑκάστας τῶν βλάψεων, ἐκ διαφορᾶς εἰς φιλίαν πειρατέον ἀεὶ καθιστάναι τοῖς νόμοις.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καλῶς ταῦτά γε.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὰς τοίνυν ἀδίκους αὖ βλάβας καὶ κέρδη δέ, ἐάν τις ἀδικῶν τινα κερδαίνειν ποιῇ, τούτων ὁπόσα μὲν ἰατά, ὡς οὐσῶν ἐν ψυχῇ νόσων, ἰᾶσθαι· τὸ δὲ τῆς ἰάσεως ἡμῖν τῆς ἀδικίας τῇδε ῥέπειν χρὴ φάναι.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῇ;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="862d"/><label>ΑΘ.</label> ὅπως ὅτι τις ἂν ἀδικήσῃ μέγα ἢ σμικρόν, ὁ νόμος αὐτὸν διδάξει καὶ ἀναγκάσει τὸ παράπαν εἰς αὖθις τὸ τοιοῦτον ἢ μηδέποτε ἑκόντα τολμῆσαι ποιεῖν ἢ διαφερόντως ἧττον πολύ, πρὸς τῇ τῆς βλάβης ἐκτίσει. ταῦτα εἴτε ἔργοις ἢ λόγοις, ἢ μεθʼ ἡδονῶν ἢ λυπῶν, ἢ τιμῶν ἢ ἀτιμιῶν, καὶ χρημάτων ζημίας ἢ καὶ δώρων, ἢ καὶ τὸ παράπαν ᾧτινι τρόπῳ ποιήσει τις μισῆσαι μὲν τὴν ἀδικίαν, στέρξαι δὲ ἢ μὴ μισεῖν τὴν τοῦ δικαίου φύσιν, αὐτό ἐστιν τοῦτο ἔργον <milestone unit="section" resp="Stephanus" n="862e"/> τῶν καλλίστων νόμων. ὃν δʼ ἂν ἀνιάτως εἰς ταῦτα ἔχοντα αἴσθηται νομοθέτης, δίκην τούτοισι καὶ νόμον θήσει τίνα; </said></p></div></div></div></body></text></TEI>