<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="9"><div type="textpart" subtype="section" resp="perseus" n="859"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> ἢ τό γε ὀρθόν, πάντων δεῖ γραμμάτων τῶν ἐν ταῖς πόλεσι τὰ περὶ τοὺς νόμους γεγραμμένα φαίνεσθαι διαπτυττόμενα μακρῷ κάλλιστά τε καὶ ἄριστα, τὰ δὲ τῶν ἄλλων ἢ κατʼ ἐκεῖνα 
<milestone unit="page" resp="Stephanus" n="859"/><milestone unit="section" resp="Stephanus" n="859a"/> συνεπόμενα, ἢ διαφωνοῦντα αὐτοῖς εἶναι καταγέλαστα; οὕτω διανοώμεθα περὶ νόμων δεῖν γραφῆς γίγνεσθαι ταῖς πόλεσιν, ἐν πατρός τε καὶ μητρὸς σχήμασι φιλούντων τε καὶ νοῦν ἐχόντων φαίνεσθαι τὰ γεγραμμένα, ἢ κατὰ τύραννον καὶ δεσπότην τάξαντα καὶ ἀπειλήσαντα γράψαντα ἐν τοίχοις ἀπηλλάχθαι; σκοπῶμεν οὖν δὴ καὶ τὰ νῦν ἡμεῖς πότερα ταύτῃ πειρώμεθα λέγειν διανοηθέντες περὶ νόμων, εἴτʼ οὖν <milestone unit="section" resp="Stephanus" n="859b"/> δυνάμεθα εἴτε μή, ἀλλʼ οὖν τό γε πρόθυμον παρεχόμενοι· καὶ κατὰ ταύτην τὴν ὁδὸν ἰόντες, ἂν ἄρα τι καὶ δέῃ πάσχειν, πάσχωμεν. ἀγαθὸν δʼ εἴη τε, καὶ ἂν θεὸς ἐθέλῃ, γίγνοιτʼ ἂν ταύτῃ.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καλῶς εἴρηκας, ποιῶμέν τε ὡς λέγεις.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> διασκεπτέον ἄρα πρῶτον, ὥσπερ ἐπεχειρήσαμεν, ἀκριβῶς τὸν περὶ τῶν τε ἱεροσυλούντων καὶ κλοπῆς πάσης πέρι καὶ ἀδικημάτων συμπάντων, καὶ οὐ δυσχεραντέον εἰ <milestone unit="section" resp="Stephanus" n="859c"/> μεταξὺ νομοθετοῦντες τὰ μὲν ἔθεμεν, τῶν δʼ ἔτι διασκοποῦμεν πέρι· νομοθέται γὰρ γιγνόμεθα ἀλλʼ οὐκ ἐσμέν πω, τάχα δὲ ἴσως ἂν γενοίμεθα. εἰ δὴ δοκεῖ περὶ ὧν εἴρηκα ὡς εἴρηκα σκοπεῖσθαι, σκοπώμεθα.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> περὶ δὴ καλῶν καὶ δικαίων συμπάντων πειρώμεθα κατιδεῖν τὸ τοιόνδε, ὅπῃ ποτὲ ὁμολογοῦμεν νῦν καὶ ὅπῃ διαφερόμεθα ἡμεῖς τε ἡμῖν αὐτοῖς, οἳ δὴ φαῖμεν ἂν προθυμεῖσθαί γε, εἰ μηδὲν ἄλλο, διαφέρειν τῶν πλείστων, οἱ πολλοί <milestone unit="section" resp="Stephanus" n="859d"/> τε αὐτοὶ πρὸς αὑτοὺς αὖ.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὰς ποίας δὲ δὴ διαφορὰς ἡμῶν ἐννοηθεὶς λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἐγὼ πειράσομαι φράζειν. περὶ δικαιοσύνης ὅλως καὶ τῶν δικαίων ἀνθρώπων τε καὶ πραγμάτων καὶ πράξεων πάντες πως συνομολογοῦμεν πάντα εἶναι ταῦτα καλά, ὥστε οὐδʼ εἴ τις διισχυρίζοιτο εἶναι τοὺς δικαίους ἀνθρώπους, ἂν καὶ τυγχάνωσιν ὄντες αἰσχροὶ τὰ σώματα, κατʼ αὐτό γε τὸ δικαιότατον ἦθος ταύτῃ παγκάλους εἶναι, σχεδὸν οὐδεὶς ἂν <milestone unit="section" resp="Stephanus" n="859e"/> λέγων οὕτω πλημμελῶς δόξειε λέγειν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὐκοῦν ὀρθῶς;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἴσως· ἴδωμεν δὲ ὡς, εἰ πάντʼ ἐστὶν καλὰ ὅσα δικαιοσύνης ἔχεται, τῶν πάντων τοι καὶ τὰ παθήματα ἡμῖν ἐστιν, σχεδὸν τοῖς ποιήμασιν ἴσα.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τί οὖν δή;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ποίημα μέν, ὅπερ ἂν ᾖ δίκαιον, σχεδὸν ὅσονπερ ἂν τοῦ δικαίου κοινωνῇ, κατὰ τοσοῦτον καὶ τοῦ καλοῦ μετέχον ἐστί.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τί μήν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="860"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν καὶ πάθος ὅπερ ἂν δικαίου κοινωνῇ, κατὰ 
<milestone unit="page" resp="Stephanus" n="860"/><milestone unit="section" resp="Stephanus" n="860a"/> τοσοῦτον γίγνεσθαι καλὸν ὁμολογούμενον, οὐκ ἂν διαφωνοῦντα παρέχοι τὸν λόγον;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἀληθῆ.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἐὰν δέ γε δίκαιον μὲν ὁμολογῶμεν, αἰσχρὸν δὲ εἶναι πάθος, διαφωνήσει τό τε δίκαιον καὶ τὸ καλόν, λεχθέντων τῶν δικαίων αἰσχίστων εἶναι.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς τοῦτο εἴρηκας;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐδὲν χαλεπὸν ἐννοεῖν· οἱ γὰρ ὀλίγῳ πρόσθεν τεθέντες ἡμῖν νόμοι πάντων ἐναντιώτατα παραγγέλλειν δόξειαν ἂν τοῖς νῦν λεγομένοις.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ποίοις;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="860b"/><label>ΑΘ.</label> τὸν ἱερόσυλόν που ἐτίθεμεν δικαίως ἂν ἀποθνῄσκειν καὶ τὸν τῶν εὖ κειμένων νόμων πολέμιον, καὶ μέλλοντες δὴ νόμιμα τοιαῦτα τιθέναι πάμπολλα ἐπέσχομεν, ἰδόντες ὡς ταῦτα ἐστὶν μὲν ἄπειρα παθήματα πλήθει καὶ μεγέθεσιν, δικαιότατα δὲ πάντων παθημάτων καὶ συμπάντων αἴσχιστα. μῶν οὐχ οὕτως ἡμῖν τά τε δίκαια καὶ τὰ καλὰ τοτὲ μὲν ὡς ταὐτὰ σύμπαντα, τοτὲ δὲ ὡς ἐναντιώτατα φανεῖται;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> κινδυνεύει. </said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="860c"/><label>ΑΘ.</label> τοῖς μὲν τοίνυν πολλοῖς οὕτω περὶ τὰ τοιαῦτα ἀσυμφώνως τὰ καλὰ καὶ τὰ δίκαια διερριμμένα προσαγορεύεται.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> φαίνεται γοῦν, ὦ ξένε.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὸ τοίνυν ἡμέτερον, ὦ Κλεινία, πάλιν ἴδωμεν πῶς αὖ περὶ αὐτὰ ταῦτα ἔχει τῆς συμφωνίας.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ποίας δὴ πρὸς ποίαν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἐν τοῖς ἔμπροσθεν λόγοις οἶμαι διαρρήδην ἐμὲ εἰρηκέναι πως, εἰ δʼ οὖν μὴ πρότερον, ἀλλὰ νῦν ὡς λέγοντα τίθετε—</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="860d"/><label>ΑΘ.</label> ὡς οἱ κακοὶ πάντες εἰς πάντα εἰσὶν ἄκοντες κακοί· τούτου δὲ οὕτως ἔχοντος, ἀνάγκη που τούτῳ συνέπεσθαι τὸν ἑξῆς λόγον.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τίνα λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὡς ὁ μὲν ἄδικός που κακός, ὁ δὲ κακὸς ἄκων τοιοῦτος. ἀκουσίως δὲ ἑκούσιον οὐκ ἔχει πράττεσθαί ποτε λόγον· ἄκων οὖν ἐκείνῳ φαίνοιτʼ ἂν ἀδικεῖν ὁ ἀδικῶν τῷ τὴν ἀδικίαν ἀκούσιον τιθεμένῳ, καὶ δὴ καὶ νῦν ὁμολογητέον ἐμοί· σύμφημι γὰρ ἄκοντας ἀδικεῖν πάντας—εἰ καί τις φιλονικίας <milestone unit="section" resp="Stephanus" n="860e"/> ἢ φιλοτιμίας ἕνεκα ἄκοντας μὲν ἀδίκους εἶναί φησιν, ἀδικεῖν μὴν ἑκόντας πολλούς, ὅ γʼ ἐμὸς λόγος ἐκεῖνος ἀλλʼ οὐχ οὗτος—τίνα οὖν αὖ τρόπον ἔγωγε συμφωνοίην ἂν τοῖς ἐμαυτοῦ λόγοις; εἴ με, ὦ Κλεινία καὶ Μέγιλλε, ἐρωτῷτε· <q>εἰ δὴ ταῦτα οὕτως ἔχοντά ἐστιν, ὦ ξένε, τί συμβουλεύεις ἡμῖν περὶ τῆς νομοθεσίας τῇ τῶν Μαγνήτων πόλει; πότερον νομοθετεῖν ἢ μή;</q> <q>πῶς γὰρ οὔ;</q> φήσω. </said></p></div></div></div></body></text></TEI>