<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="9"><div type="textpart" subtype="section" resp="perseus" n="857"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> κοινὸς δʼ ἔτι τρίτος εἷς ἔστω νόμος περὶ δικαστῶν τε, οὓς δεῖ δικάζειν αὐτοῖς, καὶ ὁ τρόπος τῶν δικῶν, οἷς ἂν προδόσεως αἰτίαν ἐπιφέρων τις εἰς δικαστήριον ἄγῃ· καὶ μονῆς ὡσαύτως ἐκγόνοις καὶ ἐξόδου τῆς πατρίδος εἷς ἔστω 
<milestone unit="page" resp="Stephanus" n="857"/><milestone unit="section" resp="Stephanus" n="857a"/> περὶ ταῦτα νόμος οὗτος τρισί, προδότῃ καὶ ἱεροσύλῳ καὶ τῷ τοὺς τῆς πόλεως νόμους βίᾳ ἀπολλύντι. κλέπτῃ δέ, ἐάντε μέγα ἐάντε σμικρὸν κλέπτῃ τις, εἷς αὖ νόμος κείσθω καὶ μία δίκης τιμωρία σύμπασιν· τὸ μὲν γὰρ κλαπὲν δὴ χρεὼν διπλάσιον πρῶτον ἐκτίνειν, ἐὰν ὄφλῃ τις τὴν τοιαύτην δίκην καὶ ἱκανὴν ἔχῃ τὴν ἄλλην οὐσίαν ἀποτίνειν ὑπὲρ τὸν κλῆρον, ἐὰν δὲ μή, δεδέσθαι ἕως ἂν ἐκτείσῃ ἢ πείσῃ τὸν καταδικασάμενον. <milestone unit="section" resp="Stephanus" n="857b"/> ἐὰν δέ τις ὄφλῃ κλοπῆς δημοσίᾳ δίκην, πείσας τὴν πόλιν ἢ τὸ κλέμμα ἐκτείσας διπλοῦν, ἀπαλλαττέσθω τῶν δεσμῶν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς δὴ λέγομεν, ὦ ξένε, μηδὲν διαφέρειν τῷ κλέπτοντι μέγα ἢ σμικρὸν ὑφελομένῳ, καὶ ἐξ ἱερῶν ἢ ὁσίων, καὶ ὅσα ἄλλα ἐστὶν περὶ κλοπὴν πᾶσαν ἀνομοιότητα ἔχοντα, οἷς δεῖ ποικίλοις οὖσιν ἕπεσθαι τὸν νομοθέτην μηδὲν ὁμοίαις ζημίαις ζημιοῦντα;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἄριστʼ, ὦ Κλεινία· σχεδόν τοί με ὥσπερ φερόμενον <milestone unit="section" resp="Stephanus" n="857c"/> ἀντικρούσας ἀνήγειρας, ἐννενοηκότα δὲ καὶ πρότερον ὑπέμνησας ὅτι τὰ περὶ τὴν τῶν νόμων θέσιν οὐδενὶ τρόπῳ πώποτε γέγονεν ὀρθῶς διαπεπονημένα, ὥς γε ἐν τῷ νῦν παραπεπτωκότι λέγειν. πῶς δʼ αὖ καὶ τοῦτο λέγομεν; οὐ κακῶς ἀπῃκάσαμεν, ὅτε δούλοις ὡς ἰατρευομένοις ὑπὸ δούλων ἀπῃκάζομεν πάντας τοὺς νῦν νομοθετουμένους. εὖ γὰρ ἐπίστασθαι δεῖ τὸ τοιόνδε, ὡς εἰ καταλάβοι ποτέ τις ἰατρὸς τῶν ταῖς ἐμπειρίαις ἄνευ λόγου τὴν ἰατρικὴν μεταχειριζομένων <milestone unit="section" resp="Stephanus" n="857d"/> ἐλεύθερον ἐλευθέρῳ νοσοῦντι διαλεγόμενον ἰατρόν, καὶ τοῦ φιλοσοφεῖν ἐγγὺς χρώμενον μὲν τοῖς λόγοις, ἐξ ἀρχῆς τε ἁπτόμενον τοῦ νοσήματος, περὶ φύσεως πάσης ἐπανιόντα τῆς τῶν σωμάτων, ταχὺ καὶ σφόδρα γελάσειεν ἂν καὶ οὐκ ἂν ἄλλους εἴποι λόγους ἢ τοὺς περὶ τὰ τοιαῦτʼ ἀεὶ προχείρους ὄντας τοῖς πλείστοις λεγομένοις ἰατροῖς· φαίη γὰρ ἂν <q>ὦ μῶρε, οὐκ ἰατρεύεις τὸν νοσοῦντα ἀλλὰ σχεδὸν παιδεύεις, <milestone unit="section" resp="Stephanus" n="857e"/> ὡς ἰατρὸν ἀλλʼ οὐχ ὑγιῆ δεόμενον γίγνεσθαι</q>.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὐκοῦν λέγων τὰ τοιαῦτα ὀρθῶς ἂν λέγοι;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τάχʼ ἄν, εἰ προσδιανοοῖτό γε ὡς ὅστις περὶ νόμων οὕτω διεξέρχεται, καθάπερ ἡμεῖς τὰ νῦν, παιδεύει τοὺς πολίτας ἀλλʼ οὐ νομοθετεῖ. ἆρʼ οὖν οὐ καὶ τοῦτʼ ἂν πρὸς τρόπου λέγειν φαίνοιτο;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἴσως.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> εὐτυχὲς δὲ ἡμῶν τὸ παρὸν γέγονεν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὸ ποῖον δή;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="858"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὸ μηδεμίαν ἀνάγκην εἶναι νομοθετεῖν, ἀλλʼ αὐτοὺς 
<milestone unit="page" resp="Stephanus" n="858"/><milestone unit="section" resp="Stephanus" n="858a"/> ἐν σκέψει γενομένους περὶ πάσης πολιτείας πειρᾶσθαι κατιδεῖν τό τε ἄριστον καὶ τὸ ἀναγκαιότατον, τίνα τρόπον ἂν γιγνόμενον γίγνοιτο. καὶ δὴ καὶ τὸ νῦν ἔξεστιν ἡμῖν, ὡς ἔοικεν, εἰ μὲν βουλόμεθα, τὸ βέλτιστον σκοπεῖν, εἰ δὲ βουλόμεθα, τὸ ἀναγκαιότατον περὶ νόμων· αἱρώμεθα οὖν πότερον δοκεῖ.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> γελοίαν, ὦ ξένε, προτιθέμεθα τὴν αἵρεσιν, καὶ ἀτεχνῶς ὥσπερ κατεχομένοις νομοθέταις ὅμοιοι γιγνοίμεθʼ <milestone unit="section" resp="Stephanus" n="858b"/> ἂν ὑπὸ μεγάλης τινὸς ἀνάγκης ἤδη νομοθετεῖν, ὡς οὐκέτʼ ἐξὸν εἰς αὔριον· ἡμῖν δʼ—εἰπεῖν σὺν θεῷ—ἔξεστι, καθάπερ ἢ λιθολόγοις ἢ καί τινος ἑτέρας ἀρχομένοις συστάσεως, παραφορήσασθαι χύδην ἐξ ὧν ἐκλεξόμεθα τὰ πρόσφορα τῇ μελλούσῃ γενήσεσθαι συστάσει, καὶ δὴ καὶ κατὰ σχολὴν ἐκλέξασθαι. τιθῶμεν οὖν ἡμᾶς νῦν εἶναι μὴ τοὺς ἐξ ἀνάγκης οἰκοδομοῦντας, ἀλλὰ τοὺς ἐπὶ σχολῆς ἔτι τὰ μὲν παρατιθεμένους, τὰ δὲ συνιστάντας· ὥστε ὀρθῶς ἔχει τὰ μὲν ἤδη τῶν <milestone unit="section" resp="Stephanus" n="858c"/> νόμων λέγειν ὡς τιθέμενα, τὰ δʼ ὡς παρατιθέμενα.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> γένοιτο γοῦν ἄν, ὦ Κλεινία, κατὰ φύσιν μᾶλλον ἡμῖν ἡ σύνοψις τῶν νόμων. ἴδωμεν γὰρ οὖν, ὦ πρὸς θεῶν, τὸ τοιόνδε περὶ νομοθετῶν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὸ ποῖον δή;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> γράμματα μέν που καὶ ἐν γράμμασιν λόγοι καὶ ἄλλων εἰσὶ πολλῶν ἐν ταῖς πόλεσιν γεγραμμένοι, γράμματα δὲ καὶ τὰ τοῦ νομοθέτου καὶ λόγοι.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πότερον οὖν τοῖς μὲν τῶν ἄλλων συγγράμμασιν, <milestone unit="section" resp="Stephanus" n="858d"/> ποιητῶν καὶ ὅσοι ἄνευ μέτρων καὶ μετὰ μέτρων τὴν αὑτῶν εἰς μνήμην συμβουλὴν περὶ βίου κατέθεντο συγγράψαντες, προσέχωμεν τὸν νοῦν, τοῖς δὲ τῶν νομοθετῶν μὴ προσέχωμεν; ἢ πάντων μάλιστα;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πολύ γε.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἀλλὰ δῆτα οὐ χρὴ τὸν νομοθέτην μόνον τῶν γραφόντων περὶ καλῶν καὶ ἀγαθῶν καὶ δικαίων συμβουλεύειν, διδάσκοντα οἷά τέ ἐστι καὶ ὡς ἐπιτηδευτέον αὐτὰ τοῖς μέλλουσιν εὐδαίμοσιν ἔσεσθαι;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καὶ πῶς οὔ;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="858e"/><label>ΑΘ.</label> ἀλλὰ αἰσχρὸν δὴ μᾶλλον Ὁμήρῳ τε καὶ Τυρταίῳ καὶ τοῖς ἄλλοις ποιηταῖς περὶ βίου τε καὶ ἐπιτηδευμάτων κακῶς θέσθαι γράψαντας, Λυκούργῳ δὲ ἧττον καὶ Σόλωνι καὶ ὅσοι δὴ νομοθέται γενόμενοι γράμματα ἔγραψαν; </said></p></div></div></div></body></text></TEI>