ΑΘ. δίκη δὴ τούτῳ θάνατος, ἐλάχιστον τῶν κακῶν, τοὺς δὲ ἄλλους παράδειγμα ὀνήσει γενόμενος, ἀκλεὴς καὶ ὑπὲρ τοὺς τῆς χώρας ὅρους ἀφανισθείς· παισὶ δὲ καὶ γένει, ἐὰν φύγωσι τὰ πατρῷα ἤθη, κλέος ἔστω καὶ λόγος ἔντιμος λεγόμενος, ὡς εὖ τε καὶ ἀνδρείως εἰς ἀγαθὸν ἐκ κακοῦ διαπεφευγότων. δημόσια δὲ χρήματα οὐδενὸς τῶν τοιούτων τῇ πολιτείᾳ πρέπον ἂν εἴη γίγνεσθαι, ἐν ᾗ δεῖ τοὺς αὐτοὺς ἀεὶ καὶ ἴσους ὄντας διατελεῖν κλήρους. ζημίας δʼ ἐκτίσεις, ὅταν ἀδικεῖν ἄξια δοκῇ τις χρημάτων, ἐκτίνειν, ἂν ᾖ τι τῶν τοῦ κλήρου κατεσκευασμένου περιττεῦον, μέχρι τοσούτου ζημιωθέντα, τὸ δὲ πλέον μή· τὰς δʼ εἰς ταῦτα ἀκριβείας ἐκ τῶν ἀπογραφῶν νομοφύλακες σκοποῦντες τὸ σαφὲς ἐξαγγελλόντων ἀεὶ τοῖς δικασταῖς, ὅπως ἂν τῶν κλήρων ἀργὸς μηδεὶς μηδέποτε γίγνηται διʼ ἀπορίαν χρημάτων. ζημίας δὲ ἄν τις πλέονος ἄξιος εἶναι δοκῇ, ἐὰν ἄρα μή τινες ἐθέλωσιν αὐτὸν τῶν φίλων ἐγγυᾶσθαί τε καὶ συνεκτίνοντες ἀπελευθεροῦν, δεσμοῖς τε χρονίοις καὶ ἐμφανέσι καί τισιν προπηλακισμοῖς κολάζειν, ἄτιμον δὲ παντάπασιν μηδένα εἶναι μηδέποτε μηδʼ ἐφʼ ἑνὶ τῶν ἁμαρτημάτων, μηδʼ ὑπερορίαν φυγάδα· θάνατον δὲ ἢ δεσμοὺς ἢ πληγάς, ἤ τινας ἀμόρφους ἕδρας ἢ στάσεις ἢ παραστάσεις εἰς ἱερὰ ἐπὶ τὰ τῆς χώρας ἔσχατα, ἢ χρημάτων καθάπερ ἔμπροσθεν εἴπομεν ἐκτίσεις γίγνεσθαι δεῖν τὴν δίκην ταύτην, γιγνέσθω. δικασταὶ δὲ ἔστωσαν θανάτου πέρι νομοφύλακές τε καὶ τὸ τῶν περυσινῶν ἀρχόντων ἀριστίνδην ἀπομερισθὲν δικαστήριον· εἰσαγωγὰς δὲ τούτων καὶ προσκλήσεις καὶ ὅσα τοιαῦτα καὶ ὡς δεῖ γίγνεσθαι, τοῖς νεωτέροις νομοθέταις χρὴ μέλειν, τὴν διαψήφισιν δὲ ἡμέτερον ἔργον νομοθετεῖν. ἔστω δὴ φανερὰ μὲν ἡ ψῆφος τιθεμένη, πρὸ τούτου δὲ κατὰ τὸ στόμα τοῦ διώκοντός τε καὶ φεύγοντος ὁ δικαστὴς ἑξῆς ἡμῖν ἐγγύτατα κατὰ πρέσβιν ἱζέσθω, πάντες δʼ οἱ πολῖται, ὅσοιπερ ἂν ἄγωσι σχολήν, ἐπήκοοι ἔστωσαν σπουδῇ τῶν τοιούτων δικῶν. λέγειν δὲ ἕνα λόγον, πρῶτον μὲν τὸν διώκοντα, τὸν δὲ φεύγοντα δεύτερον· μετὰ δὲ τοὺς λόγους τούτους ἄρχεσθαι μὲν τὸν γεραίτατον ἀνακρίνοντα, ἰόντα εἰς τὴν τῶν λεχθέντων σκέψιν ἱκανήν, μετὰ δὲ τὸν πρεσβύτατον ἑξῆς ἅπαντας χρὴ διεξελθεῖν ὅτι ἂν παρʼ ἑκατέρου τις τῶν ἀντιδίκων ῥηθὲν ἢ μὴ ῥηθὲν ἐπιποθῇ τινα τρόπον· ὁ δὲ μηδὲν ποθῶν ἄλλῳ τὴν ἀνάκρισιν παραδιδότω. ΑΘ. τῶν δὲ ῥηθέντων ἐπισφραγισαμένους ὅσα ἂν εἶναι καίρια δοκῇ, γράμμασιν σημεῖα ἐπιβάλλοντας πάντων τῶν δικαστῶν, θεῖναι ἐπὶ τὴν ἑστίαν, καὶ πάλιν αὔριον εἰς ταὐτὸν συνελθόντας, ὡσαύτως τε ἀνακρίνοντας διεξελθεῖν τὴν δίκην καὶ σημεῖα ἐπιβάλλοντας αὖ τοῖς λεχθεῖσιν· καὶ τρὶς δράσαντας τοῦτο, τεκμήριά τε καὶ μάρτυρας ἱκανῶς παραλαβόντας, ψῆφον ἱερὰν ἕκαστον φέροντα καὶ ὑποσχόμενον πρὸς τῆς ἑστίας εἰς δύναμιν τὰ δίκαια καὶ ἀληθῆ κρίνειν, οὕτω τέλος ἐπιθεῖναι τῇ τοιαύτῃ δίκῃ. μετὰ δὲ τὰ περὶ θεοὺς τὰ περὶ κατάλυσιν τῆς πολιτείας. ὃς ἂν ἄγων εἰς ἀρχὴν ἀνθρώπων δουλῶται μὲν τοὺς νόμους, ἑταιρίας δὲ τὴν πόλιν ὑπήκοον ποιῇ, καὶ βιαίως δὴ πᾶν τοῦτο πράττων καὶ στάσιν ἐγείρων παρανομῇ, τοῦτον δὴ διανοεῖσθαι δεῖ πάντων πολεμιώτατον ὅλῃ τῇ πόλει· τὸν δὲ κοινωνοῦντα μὲν τῶν τοιούτων μηδενί, τῶν μεγίστων δὲ μετέχοντα ἀρχῶν ἐν τῇ πόλει, λεληθότα τε ταῦτα αὐτόν, ἢ μὴ λεληθότα, δειλίᾳ δʼ, ὑπὲρ πατρίδος αὑτοῦ μὴ τιμωρούμενον, δεῖ δεύτερον ἡγεῖσθαι τὸν τοιοῦτον πολίτην κάκῃ. πᾶς δὲ ἀνήρ, οὗ καὶ σμικρὸν ὄφελος, ἐνδεικνύτω ταῖς ἀρχαῖς εἰς κρίσιν ἄγων τὸν ἐπιβουλεύοντα βιαίου πολιτείας μεταστάσεως ἅμα καὶ παρανόμου· δικασταὶ δὲ ἔστωσαν τούτοις οἵπερ τοῖς ἱεροσύλοις, καὶ πᾶσαν τὴν κρίσιν ὡσαύτως αὐτοῖς γίγνεσθαι καθάπερ ἐκείνοις, τὴν ψῆφον θάνατον φέρειν τὴν πλήθει νικῶσαν. ἑνὶ δὲ λόγῳ, πατρὸς ὀνείδη καὶ τιμωρίας παίδων μηδενὶ συνέπεσθαι, πλὴν ἐάν τινι πατὴρ καὶ πάππος καὶ πάππου πατὴρ ἐφεξῆς ὄφλωσι θανάτου δίκην· τούτους δὲ ἡ πόλις ἔχοντας τὴν αὑτῶν οὐσίαν, πλὴν ὅσον κατεσκευασμένου τοῦ κλήρου παντελῶς, εἰς τὴν αὑτῶν ἀρχαίαν ἐκπεμπέσθω πατρίδα καὶ πόλιν. οἷς δʼ ἂν τῶν πολιτῶν ὑεῖς ὄντες τυγχάνωσιν πλείους ἑνός, μὴ ἔλαττον δέκα ἔτη γεγονότες, κληρῶσαι μὲν τούτων δέκα, οὓς ἂν ἀποφήνῃ πατὴρ ἢ πάππος ὁ πρὸς πατρὸς ἢ μητρός, τῶν δὲ λαχόντων τὰ ὀνόματα εἰς Δελφοὺς πεμφθέντων· ὃν δʼ ἂν ὁ θεὸς ἀνέλῃ, κληρονόμον εἰς τὸν οἶκον καταστῆσαι τὸν τῶν ἐκλιπόντων τύχῃ ἀμείνονι. ΚΛ. καλῶς.