<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="8"><div type="textpart" subtype="section" resp="perseus" n="843"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> Διὸς ὁρίου μὲν πρῶτος νόμος ὅδε εἰρήσθω· μὴ κινείτω γῆς ὅρια μηδεὶς μήτε οἰκείου πολίτου γείτονος, μήτε ὁμοτέρμονος ἐπʼ ἐσχατιᾶς κεκτημένος ἄλλῳ ξένῳ γειτονῶν, νομίσας τὸ 
        <milestone unit="page" resp="Stephanus" n="843"/><milestone unit="section" resp="Stephanus" n="843a"/> τἀκίνητα κινεῖν ἀληθῶς τοῦτο εἶναι· βουλέσθω δὲ πᾶς πέτρον ἐπιχειρῆσαι κινεῖν τὸν μέγιστον ἄλλον πλὴν ὅρον μᾶλλον ἢ σμικρὸν λίθον ὁρίζοντα φιλίαν τε καὶ ἔχθραν ἔνορκον παρὰ θεῶν. τοῦ μὲν γὰρ ὁμόφυλος Ζεὺς μάρτυς, τοῦ δὲ ξένιος, οἳ μετὰ πολέμων τῶν ἐχθίστων ἐγείρονται. καὶ ὁ μὲν πεισθεὶς τῷ νόμῳ ἀναίσθητος τῶν ἀπʼ αὐτοῦ κακῶν γίγνοιτʼ ἄν, καταφρονήσας δὲ διτταῖς δίκαις ἔνοχος ἔστω, μιᾷ μὲν παρὰ θεῶν καὶ πρώτῃ, δευτέρᾳ δὲ ὑπὸ νόμου. <milestone unit="section" resp="Stephanus" n="843b"/> μηδεὶς γὰρ ἑκὼν κινείτω γῆς ὅρια γειτόνων· ὃς δʼ ἂν κινήσῃ, μηνυέτω μὲν ὁ βουλόμενος τοῖς γεωργοῖς, οἱ δὲ εἰς τὸ δικαστήριον ἀγόντων. ἢν δέ τις ὄφλῃ τὴν τοιαύτην δίκην, ὡς ἀνάδαστον γῆν λάθρᾳ καὶ βίᾳ ποιοῦντος τοῦ ὄφλοντος, τιμάτω τὸ δικαστήριον ὅτι ἂν δέῃ πάσχειν ἢ ἀποτίνειν τὸν ἡττηθέντα.<milestone ed="P" unit="para"/>τὸ δὲ μετὰ τοῦτο βλάβαι πολλαὶ καὶ σμικραὶ γειτόνων γιγνόμεναι, διὰ τὸ θαμίζειν ἔχθρας ὄγκον μέγαν ἐντίκτουσαι, <milestone unit="section" resp="Stephanus" n="843c"/> χαλεπὴν καὶ σφόδρα πικρὰν γειτονίαν ἀπεργάζονται. διὸ χρὴ πάντως εὐλαβεῖσθαι γείτονα γείτονι μηδὲν ποιεῖν διάφορον, τῶν τε ἄλλων πέρι καὶ δὴ καὶ ἐπεργασίας συμπάσης σφόδρʼ ἀεὶ διευλαβούμενον· τὸ μὲν γὰρ βλάπτειν οὐδὲν χαλεπὸν ἀλλʼ ἀνθρώπου παντός, τὸ δʼ ἐπωφελεῖν οὐδαμῇ ἅπαντος. ὃς δʼ ἂν ἐπεργάζηται τὰ τοῦ γείτονος ὑπερβαίνων τοὺς ὅρους, τὸ μὲν βλάβος ἀποτινέτω, τῆς δὲ ἀναιδείας ἅμα <milestone unit="section" resp="Stephanus" n="843d"/> καὶ ἀνελευθερίας ἕνεκα ἰατρευόμενος διπλάσιον τοῦ βλάβους ἄλλο ἐκτεισάτω τῷ βλαφθέντι· τούτων δὲ καὶ ἁπάντων τῶν τοιούτων ἐπιγνώμονές τε καὶ δικασταὶ καὶ τιμηταὶ γιγνέσθων ἀγρονόμοι, τῶν μὲν μειζόνων, καθάπερ ἐν τοῖς πρόσθεν εἴρηται, πᾶσα ἡ τοῦ δωδεκατημορίου τάξις, τῶν ἐλαττόνων δὲ οἱ φρούραρχοι τούτων. καὶ ἐάν τις βοσκήματα ἐπινέμῃ, τὰς βλάβας ὁρῶντες κρινόντων καὶ τιμώντων. καὶ ἐὰν ἐσμοὺς ἀλλοτρίους σφετερίζῃ τις τῇ τῶν μελιττῶν ἡδονῇ συνεπόμενος <milestone unit="section" resp="Stephanus" n="843e"/> καὶ κατακρούων οὕτως οἰκειῶται, τινέτω τὴν βλάβην. καὶ ἐὰν πυρεύων τὴν ὕλην μὴ διευλαβηθῇ τῶν τοῦ γείτονος, τὴν δόξασαν ζημίαν τοῖς ἄρχουσι ζημιούσθω. </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="844"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> καὶ ἐὰν φυτεύων μὴ ἀπολείπῃ τὸ μέτρον τῶν τοῦ γείτονος χωρίων, καθάπερ εἴρηται καὶ πολλοῖς νομοθέταις ἱκανῶς, ὧν τοῖς νόμοις χρὴ προσχρῆσθαι καὶ μὴ πάντα ἀξιοῦν, πολλὰ καὶ σμικρὰ καὶ τοῦ ἐπιτυχόντος νομοθέτου γιγνόμενα, τὸν μείζω 
            <milestone unit="page" resp="Stephanus" n="844"/><milestone unit="section" resp="Stephanus" n="844a"/> πόλεως κοσμητὴν νομοθετεῖν· ἐπεὶ καὶ τῶν ὑδάτων πέρι γεωργοῖσι παλαιοὶ καὶ καλοὶ νόμοι κείμενοι οὐκ ἄξιοι παροχετεύειν λόγοις, ἀλλʼ ὁ βουληθεὶς ἐπὶ τὸν αὑτοῦ τόπον ἄγειν ὕδωρ ἀγέτω μὲν ἀρχόμενος ἐκ τῶν κοινῶν ναμάτων, μὴ ὑποτέμνων πηγὰς φανερὰς ἰδιώτου μηδενός, ᾗ δʼ ἂν βούληται ἄγειν, πλὴν διʼ οἰκίας ἢ ἱερῶν τινων ἢ καὶ μνημάτων, ἀγέτω, μὴ βλάπτων πλὴν αὐτῆς τῆς ὀχεταγωγίας. <milestone unit="section" resp="Stephanus" n="844b"/> ἀυδρία δὲ εἴ τισι τόποις σύμφυτος ἐκ γῆς τὰ ἐκ Διὸς ἰόντα ἀποστέγει νάματα, καὶ ἐλλείπει τῶν ἀναγκαίων πωμάτων, ὀρυττέτω μὲν ἐν τῷ αὑτοῦ χωρίῳ μέχρι τῆς κεραμίδος γῆς, ἐὰν δʼ ἐν τούτῳ τῷ βάθει μηδαμῶς ὕδατι προστυγχάνῃ, παρὰ τῶν γειτόνων ὑδρευέσθω μέχρι τοῦ ἀναγκαίου πώματος ἑκάστοις τῶν οἰκετῶν· ἐὰν δὲ διʼ ἀκριβείας ᾖ καὶ τοῖς γείτοσι, τάξιν τῆς ὑδρείας ταξάμενος παρὰ τοῖς ἀγρονόμοις, ταύτην ἡμέρας ἑκάστης κομιζόμενος, οὕτω κοινωνείτω τοῖς <milestone unit="section" resp="Stephanus" n="844c"/> γείτοσιν ὕδατος. ἐὰν δὲ ἐκ Διὸς ὕδατα γιγνόμενα, τὸν ἐπάνω γεωργοῦντα ἢ καὶ ὁμότοιχον οἰκοῦντα τῶν ὑποκάτω βλάπτῃ τις μὴ διδοὺς ἐκροήν, ἢ τοὐναντίον ὁ ἐπάνω μεθιεὶς εἰκῇ τὰ ῥεύματα βλάπτῃ τὸν κάτω, καὶ περὶ ταῦτα μὴ ἐθέλωσιν διὰ ταῦτα κοινωνεῖν ἀλλήλοις, ἐν ἄστει μὲν ἀστυνόμον, ἐν ἀγρῷ δὲ ἀγρονόμον ἐπάγων ὁ βουλόμενος ταξάσθω τί χρὴ ποιεῖν ἑκάτερον· ὁ δὲ μὴ ἐμμένων ἐν τῇ τάξει φθόνου <milestone unit="section" resp="Stephanus" n="844d"/> θʼ ἅμα καὶ δυσκόλου ψυχῆς ὑπεχέτω δίκην, καὶ ὀφλὼν διπλάσιον τὸ βλάβος ἀποτινέτω τῷ βλαφθέντι, μὴ ἐθελήσας τοῖς ἄρχουσιν πείθεσθαι.<milestone ed="P" unit="para"/>ὀπώρας δὲ δὴ χρὴ κοινωνίαν ποιεῖσθαι πάντας τοιάνδε τινά. διττὰς ἡμῖν δωρεὰς ἡ θεὸς ἔχει χάριτος αὕτη, τὴν μὲν παιδιὰν Διονυσιάδα ἀθησαύριστον, τὴν δʼ εἰς ἀπόθεσιν γενομένην κατὰ φύσιν. ἔστω δὴ περὶ ὀπώρας ὅδε νόμος ταχθείς· ὃς ἂν ἀγροίκου ὀπώρας γεύσηται, βοτρύων εἴτε <milestone unit="section" resp="Stephanus" n="844e"/> καὶ σύκων, πρὶν ἐλθεῖν τὴν ὥραν τὴν τοῦ τρυγᾶν ἀρκτούρῳ σύνδρομον, εἴτʼ ἐν τοῖς αὑτοῦ χωρίοις εἴτε καὶ ἐν ἄλλων, ἱερὰς μὲν πεντήκοντα ὀφειλέτω τῷ Διονύσῳ δραχμάς, ἐὰν ἐκ τῶν ἑαυτοῦ δρέπῃ, ἐὰν δʼ ἐκ τῶν γειτόνων, μνᾶν, ἐὰν δʼ ἐξ ἄλλων, δύο μέρη τῆς μνᾶς. </said></p></div></div></div></body></text></TEI>