<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="8"><div type="textpart" subtype="section" resp="perseus" n="837"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> τὴν τῆς φιλίας τε καὶ 
<milestone unit="page" resp="Stephanus" n="837"/><milestone unit="section" resp="Stephanus" n="837a"/> ἐπιθυμίας ἅμα καὶ τῶν λεγομένων ἐρώτων φύσιν ἰδεῖν ἀναγκαῖον, εἰ μέλλει τις ταῦτα ὀρθῶς διανοηθήσεσθαι· δύο γὰρ ὄντα αὐτά, καὶ ἐξ ἀμφοῖν τρίτον ἄλλο εἶδος, ἓν ὄνομα περιλαβὸν πᾶσαν ἀπορίαν καὶ σκότον ἀπεργάζεται.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> φίλον μέν που καλοῦμεν ὅμοιον ὁμοίῳ κατʼ ἀρετὴν καὶ ἴσον ἴσῳ, φίλον δʼ αὖ καὶ τὸ δεόμενον τοῦ πεπλουτηκότος, ἐναντίον ὂν τῷ γένει· ὅταν δὲ ἑκάτερον γίγνηται σφοδρόν, ἔρωτα ἐπονομάζομεν. </said></p><p><said who="#Κλεινίας"><milestone unit="section" resp="Stephanus" n="837b"/><label>ΚΛ.</label> ὀρθῶς.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> φιλία τοίνυν ἡ μὲν ἀπὸ ἐναντίων δεινὴ καὶ ἀγρία καὶ τὸ κοινὸν οὐ πολλάκις ἔχουσα ἐν ἡμῖν, ἡ δʼ ἐκ τῶν ὁμοίων ἥμερός τε καὶ κοινὴ διὰ βίου· μεικτὴ δὲ ἐκ τούτων γενομένη πρῶτον μὲν καταμαθεῖν οὐ ῥᾳδία, τί ποτε βούλοιτʼ ἂν αὑτῷ γενέσθαι τὸν τρίτον ἔρωτά τις ἔχων τοῦτον, ἔπειτα εἰς τοὐναντίον ὑπʼ ἀμφοῖν ἑλκόμενος ἀπορεῖ, τοῦ μὲν κελεύοντος τῆς ὥρας ἅπτεσθαι, τοῦ δὲ ἀπαγορεύοντος. ὁ μὲν <milestone unit="section" resp="Stephanus" n="837c"/> γὰρ τοῦ σώματος ἐρῶν, καὶ τῆς ὥρας καθάπερ ὀπώρας πεινῶν, ἐμπλησθῆναι παρακελεύεται ἑαυτῷ, τιμὴν οὐδεμίαν ἀπονέμων τῷ τῆς ψυχῆς ἤθει τοῦ ἐρωμένου· ὁ δὲ πάρεργον μὲν τὴν τοῦ σώματος ἐπιθυμίαν ἔχων, ὁρῶν δὲ μᾶλλον ἢ ἐρῶν, τῇ ψυχῇ δὲ ὄντως τῆς ψυχῆς ἐπιτεθυμηκώς, ὕβριν ἥγηται τὴν περὶ τὸ σῶμα τοῦ σώματος πλησμονήν, τὸ σῶφρον δὲ καὶ ἀνδρεῖον καὶ μεγαλοπρεπὲς καὶ τὸ φρόνιμον αἰδούμενος ἅμα καὶ σεβόμενος, ἁγνεύειν ἀεὶ μεθʼ ἁγνεύοντος <milestone unit="section" resp="Stephanus" n="837d"/> τοῦ ἐρωμένου βούλοιτʼ ἄν· ὁ δὲ μειχθεὶς ἐξ ἀμφοῖν τρίτος ἔρως οὗτός ἐσθʼ ὃν νῦν διεληλύθαμεν ὡς τρίτον. ὄντων δὲ τούτων τοσούτων, πότερον ἅπαντας δεῖ κωλύειν τὸν νόμον, ἀπείργοντα μὴ γίγνεσθαι ἐν ἡμῖν, ἢ δῆλον ὅτι τὸν μὲν ἀρετῆς ὄντα καὶ τὸν νέον ἐπιθυμοῦντα ὡς ἄριστον γίγνεσθαι βουλοίμεθʼ ἂν ἡμῖν ἐν τῇ πόλει ἐνεῖναι, τοὺς δὲ δύο, εἰ δυνατὸν εἴη, κωλύοιμεν ἄν; ἢ πῶς λέγομεν, ὦ φίλε Μέγιλλε;</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πάντῃ τοι καλῶς, ὦ ξένε, περὶ αὐτῶν τούτων <milestone unit="section" resp="Stephanus" n="837e"/> εἴρηκας τὰ νῦν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἔοικά γε, ὅπερ καὶ ἐτόπαζον, τυχεῖν τῆς σῆς, ὦ φίλε, συνῳδίας· τὸν δὲ νόμον ὑμῶν, ὅτι νοεῖ περὶ τὰ τοιαῦτα, οὐδέν με ἐξετάζειν δεῖ, δέχεσθαι δὲ τὴν τῷ λόγῳ συγχώρησιν. Κλεινίᾳ δὲ μετὰ ταῦτα καὶ εἰς αὖθις περὶ αὐτῶν τούτων πειράσομαι ἐπᾴδων πείθειν. τὸ δέ μοι δεδομένον ὑπὸ σφῷν ἴτω, καὶ διεξέλθωμεν πάντως τοὺς νόμους.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> ὀρθότατα λέγεις.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="838"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τέχνην δή τινʼ αὖ τούτου τοῦ νόμου τῆς θέσεως 
<milestone unit="page" resp="Stephanus" n="838"/><milestone unit="section" resp="Stephanus" n="838a"/> ἐν τῷ νῦν παρόντι τὴν μὲν ῥᾳδίαν ἔχω, τὴν δʼ αὖ τινα τρόπον παντάπασιν ὡς οἷόν τε χαλεπωτάτην.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πῶς δὴ λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἴσμεν που καὶ τὰ νῦν τοὺς πλείστους τῶν ἀνθρώπων, καίπερ παρανόμους ὄντας, ὡς εὖ τε καὶ ἀκριβῶς εἴργονται τῆς τῶν καλῶν συνουσίας οὐκ ἄκοντες, ὡς οἷόν τε δὲ μάλιστα ἑκόντες.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πότε λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὅταν ἀδελφὸς ἢ ἀδελφή τῳ γένωνται καλοί. καὶ <milestone unit="section" resp="Stephanus" n="838b"/> περὶ ὑέος ἢ θυγατρὸς ὁ αὐτὸς νόμος ἄγραφος ὢν ὡς οἷόν τε ἱκανώτατα φυλάττει μήτε φανερῶς μήτε λάθρᾳ συγκαθεύδοντα ἤ πως ἄλλως ἀσπαζόμενον ἅπτεσθαι τούτων· ἀλλʼ οὐδʼ ἐπιθυμία ταύτης τῆς συνουσίας τὸ παράπαν εἰσέρχεται τοὺς πολλούς.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν σμικρὸν ῥῆμα κατασβέννυσι πάσας τὰς τοιαύτας ἡδονάς;</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> τὸ ποῖον δὴ λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὸ ταῦτα εἶναι φάναι μηδαμῶς ὅσια, θεομισῆ δὲ <milestone unit="section" resp="Stephanus" n="838c"/> καὶ αἰσχρῶν αἴσχιστα. τὸ δʼ αἴτιον ἆρʼ οὐ τοῦτʼ ἐστί, τὸ μηδένα ἄλλως λέγειν αὐτά, ἀλλʼ εὐθὺς γενόμενον ἡμῶν ἕκαστον ἀκούειν τε λεγόντων ἀεὶ καὶ πανταχοῦ ταῦτα, ἐν γελοίοις τε ἅμα ἐν πάσῃ τε σπουδῇ τραγικῇ λεγομένῃ πολλάκις, ὅταν ἢ Θυέστας ἤ τινας Οἰδίποδας εἰσάγωσιν, ἢ Μακαρέας τινὰς ἀδελφαῖς μειχθέντας λαθραίως, ὀφθέντας δὲ ἑτοίμως θάνατον αὑτοῖς ἐπιτιθέντας δίκην τῆς ἁμαρτίας;</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> ὀρθότατα λέγεις τό γε τοσοῦτον, ὅτι τὸ τῆς φήμης <milestone unit="section" resp="Stephanus" n="838d"/> θαυμαστήν τινα δύναμιν εἴληχεν, ὅταν μηδεὶς μηδαμῶς ἄλλως ἀναπνεῖν ἐπιχειρήσῃ ποτὲ παρὰ τὸν νόμον.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν ὀρθὸν τὸ νυνδὴ ῥηθέν, ὅτι νομοθέτῃ, βουλομένῳ τινὰ ἐπιθυμίαν δουλώσασθαι τῶν διαφερόντως τοὺς ἀνθρώπους δουλουμένων, ῥᾴδιον γνῶναί γε ὅντινα τρόπον χειρώσαιτο ἄν· ὅτι καθιερώσας ταύτην τὴν φήμην παρὰ πᾶσι, δούλοις τε καὶ ἐλευθέροις καὶ παισὶ καὶ γυναιξὶ καὶ ὅλῃ τῇ πόλει κατὰ τὰ αὐτά, οὕτω τὸ βεβαιότατον ἀπειργασμένος <milestone unit="section" resp="Stephanus" n="838e"/> ἔσται περὶ τοῦτον τὸν νόμον.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πάνυ μὲν οὖν· ὅπως δὲ αὖ τὸ τοιοῦτον ἐθέλοντας λέγειν πάντας δυνατὸν ἔσται ποτὲ παρασχεῖν—</said></p></div></div></div></body></text></TEI>