ΑΘ. ἔστι γοῦν πάντων πολεμικώτατον ἡ σώματος ὀξύτης πάντως, ἡ μὲν ἀπὸ τῶν ποδῶν, ἡ δὲ καὶ ἀπὸ τῶν χειρῶν· φυγεῖν μὲν καὶ ἑλεῖν ἡ τῶν ποδῶν, ἡ δʼ ἐν ταῖς συμπλοκαῖς μάχη καὶ σύστασις ἰσχύος καὶ ῥώμης δεομένη. ΚΛ. τί μήν; ΑΘ. οὐ μὴν χωρίς γε ὅπλων οὐδετέρα τὴν μεγίστην ἔχει χρείαν. ΚΛ. πῶς γὰρ ἄν; ΑΘ. σταδιοδρόμον δὴ πρῶτον ὁ κῆρυξ ἡμῖν, καθάπερ νῦν, ἐν τοῖς ἀγῶσι παρακαλεῖ, ὁ δὲ εἴσεισιν ὅπλα ἔχων· ψιλῷ δὲ ἆθλα οὐ θήσομεν ἀγωνιστῇ. πρῶτος δὲ εἴσεισιν ὁ τὸ στάδιον ἁμιλλησόμενος σὺν τοῖς ὅπλοις, δεύτερος δὲ ὁ τὸν δίαυλον, καὶ τρίτος ὁ τὸν ἐφίππιον, καὶ δὴ καὶ τέταρτος ὁ τὸν δόλιχον, καὶ πέμπτος δὲ ὃν ἀφήσομεν πρῶτον ὡπλισμένον, ἑξήκοντα μὲν σταδίων μῆκος πρὸς ἱερὸν Ἄρεώς τι καὶ πάλιν, βαρύτερον, ὁπλίτην ἐπονομάζοντες, λειοτέρας ὁδοῦ διαμιλλώμενον, τὸν δὲ ἄλλον, τοξότην πᾶσαν τοξικὴν ἔχοντα στολήν, σταδίων δὲ ἑκατὸν πρὸς Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος ἱερὸν τὴν διʼ ὀρῶν τε καὶ παντοίας χώρας ἁμιλλώμενον· καὶ τιθέντες τὸν ἀγῶνα μενοῦμεν τούτους, ἕως ἂν ἔλθωσι, καὶ τῷ νικῶντι τὰ νικητήρια δώσομεν ἑκάστων. ΚΛ. ὀρθῶς. ΑΘ. τριττὰ δὴ ταῦτα ἀθλήματα διανοηθῶμεν, ἓν μὲν παιδικόν, ἓν δὲ ἀγενείων, ἓν δὲ ἀνδρῶν· καὶ τοῖς μὲν τῶν ἀγενείων τὰ δύο τῶν τριῶν τοῦ μήκους τοῦ δρόμου θήσομεν, τοῖς δὲ παισὶ τὰ τούτων ἡμίσεα, τοξόταις τε καὶ ὁπλίταις ἁμιλλωμένοις, γυναιξὶν δέ, κόραις μὲν ἀνήβοις γυμναῖς στάδιον καὶ δίαυλον καὶ ἐφίππιον καὶ δόλιχον, ἐν αὐτῷ τῷ δρόμῳ ἁμιλλωμέναις, ταῖς δὲ τριακαιδεκέτεσι μέχρι γάμου μενούσαις κοινωνίας μὴ μακρότερον εἴκοσι ἐτῶν μηδʼ ἔλαττον ὀκτωκαίδεκα· πρεπούσῃ δὲ στολῇ ταύτας ἐσταλμένας καταβατέον ἐπὶ τὴν ἅμιλλαν τούτων τῶν δρόμων. καὶ τὰ μὲν περὶ δρόμους ἀνδράσι τε καὶ γυναιξὶ ταῦτα ἔστω· τὰ δὲ κατʼ ἰσχύν, ἀντὶ μὲν πάλης καὶ τῶν τοιούτων, τὰ νῦν ὅσα βαρέα, τὴν ἐν τοῖς ὅπλοις μάχην, ἕνα τε πρὸς ἕνα διαμαχομένους καὶ δύο πρὸς δύο, καὶ μέχρι δέκα πρὸς δέκα διαμιλλωμένους ἀλλήλοις. ΑΘ. ἃ δὲ τὸν μὴ παθόντα ἢ ποιήσαντα δεῖ νικᾶν καὶ εἰς ὁπόσα, καθάπερ νῦν ἐν τῇ πάλῃ διενομοθετήσαντο οἱ περὶ τὴν πάλην αὐτὴν τί τοῦ καλῶς παλαίοντος ἔργον καὶ μὴ καλῶς, ταὐτὸν δὴ καὶ τοὺς περὶ ὁπλομαχίαν ἄκρους παρακαλοῦντας, χρὴ τούτους συννομοθετεῖν κελεύειν τίς νικᾶν ἄρα δίκαιος περὶ ταύτας αὖ τὰς μάχας, ὅτι μὴ παθὼν ἢ δράσας, καὶ τὸν ἡττώμενον ὡσαύτως ἥτις διακρίνει τάξις. ταὐτὰ δὲ καὶ περὶ τῶν θηλειῶν ἔστω νομοθετούμενα τῶν μέχρι γάμου. πελταστικὴν δὲ ὅλην ἀντιστήσαντας δεῖ τῇ τοῦ παγκρατίου μάχῃ, τόξοις καὶ πέλταις καὶ ἀκοντίοις καὶ λίθῳ ἐκ χειρός τε καὶ σφενδόναις ἁμιλλωμένων, διαθεμένους αὖ περὶ τούτων νόμους, τῷ κάλλιστα ἀποδιδόντι τὰ περὶ ταῦτα νόμιμα τὰ γέρα καὶ τὰς νίκας διανέμειν. τὸ δὲ μετὰ ταῦτα ἵππων δὴ περὶ ἀγῶνος γίγνοιτο ἑξῆς ἂν νομοθετούμενα· ἵππων δὲ ἡμῖν χρεία μὲν οὔτε τις πολλῶν οὔτε πολλή, κατά γε δὴ Κρήτην, ὥστε ἀναγκαῖον καὶ τὰς σπουδὰς ἐλάττους γίγνεσθαι τάς τε ἐν τῇ τροφῇ καὶ τὰς περὶ ἀγωνίαν αὐτῶν. ἅρματος μὲν οὖν καὶ τὸ παράπαν οὔτε τις τροφεὺς ἡμῖν ἐστιν οὔτε τις φιλοτιμία πρὸς ταῦτα οὐδενὶ γίγνοιτʼ ἂν λόγον ἔχουσα, ὥστε τούτου μὲν ἀγωνιστάς, οὐκ ἐπιχώριον, ἔσται τιθέντας νοῦν μήτε ἔχειν μήτε δοκεῖν κεκτῆσθαι· μονίπποις δὲ ἆθλα τιθέντες, πώλοις τε ἀβόλοις καὶ τελείων τε καὶ ἀβόλων τοῖς μέσοις καὶ αὐτοῖς δὴ τοῖς τέλος ἔχουσι, κατὰ φύσιν τῆς χώρας ἂν τὴν ἱππικὴν παιδιὰν ἀποδιδοῖμεν. ἔστω δὴ τούτων τε αὐτῶν κατὰ νόμον ἅμιλλά τε καὶ φιλονικία, φυλάρχοις τε καὶ ἱππάρχοις δεδομένη κοινὴ κρίσις ἁπάντων τῶν τε δρόμων αὐτῶν καὶ τῶν καταβαινόντων μεθʼ ὅπλων· ψιλοῖς δὲ ὅπλων οὔτʼ ἐν τοῖς γυμνικοῖς οὔτε ἐνταῦθα τιθέντες ἀγωνίας ὀρθῶς ἂν νομοθετοῖμεν. τοξότης δὲ ἀφʼ ἵππων Κρὴς οὐκ ἄχρηστος, οὐδʼ ἀκοντιστής, ὥστε ἔστω καὶ τούτων παιδιᾶς χάριν ἔρις τε καὶ ἀγωνία. θηλείας δὲ περὶ τούτων νόμοις μὲν καὶ ἐπιτάξεσιν οὐκ ἄξια βιάζεσθαι τῆς κοινωνίας· ἐὰν δὲ ἐξ αὐτῶν τῶν ἔμπροσθεν παιδευμάτων εἰς ἔθος ἰόντων ἡ φύσις ἐνδέχηται καὶ μὴ δυσχεραίνῃ παῖδας ἢ παρθένους κοινωνεῖν, ἐᾶν καὶ μὴ ψέγειν. ἀγωνία δὴ νῦν ἤδη καὶ μάθησις γυμναστικῆς, ὅσα τε ἐν ἀγῶσιν καὶ ὅσα καθʼ ἡμέραν ἐν διδασκάλων ἐκπονούμεθα, πάντως ἤδη πέρας ἔχει. καὶ δὴ καὶ μουσικῆς τὰ μὲν πλεῖστα ὡσαύτως διαπεπέρανται, τὰ δὲ ῥαψῳδῶν καὶ τῶν τούτοις ἑπομένων, καὶ ὅσαι ἐν ἑορταῖς ἅμιλλαι χορῶν ἀναγκαῖαι γίγνεσθαι, ταχθέντων τοῖς θεοῖς τε καὶ τοῖς μετὰ θεῶν μηνῶν καὶ ἡμερῶν καὶ ἐνιαυτῶν, κοσμηθήσονται τότε, εἴτε τριετηρίδες εἴτε αὖ καὶ διὰ πέμπτων ἐτῶν, εἴθʼ ὅπῃ καὶ ὅπως ἔννοιαν διδόντων τῶν θεῶν τάξεως πέρι διανεμηθῶσιν·