ΑΘ. ὄντως σφαιρομαχεῖν τε καὶ βολαῖς ὡς ἐγγύτατα τῶν ἀληθῶν, χρωμένους ὑποκινδύνοις βέλεσιν, ὅπως μὴ παντάπασιν ἄφοβος ἡ πρὸς ἀλλήλους γίγνηται παιδιά, δείματα δὲ παρέχῃ καί τινα τρόπον δηλοῖ τόν τε εὔψυχον καὶ τὸν μή, καὶ τοῖς μὲν τιμάς, τοῖς δὲ καὶ ἀτιμίας διανέμων ὀρθῶς, τὴν πόλιν ὅλην εἰς τὸν ἀληθινὸν ἀγῶνα διὰ βίου παρασκευάζῃ χρησίμην, καὶ δὴ καί τινος ἀποθανόντος οὕτως, ὡς ἀκουσίου τοῦ φόνου γενομένου, τιθῇ τὸν ἀποκτείναντα κατὰ νόμον καθαρθέντα καθαρὸν εἶναι χεῖρας, ἡγούμενος ἀνθρώπων μὲν τελευτησάντων μὴ πολλῶν, ἑτέρους πάλιν οὐ χείρους φύσεσθαι, φόβου δὲ οἷον τελευτήσαντος, ἐν πᾶσιν τοῖς τοιούτοις βάσανον οὐχ εὑρήσειν τῶν τε ἀμεινόνων καὶ χειρόνων, οὐ σμικρῷ πόλει μεῖζον κακὸν ἐκείνου; ΚΛ. συμφαῖμεν ἂν ἡμεῖς γε, ὦ ξένε, τὰ τοιαῦτα δεῖν καὶ νομοθετεῖν καὶ ἐπιτηδεύειν πόλιν ἅπασαν. ΑΘ. ἆρʼ οὖν γιγνώσκομεν ἅπαντες τὴν αἰτίαν διότι ποτὲ νῦν ἐν ταῖς πόλεσιν ἡ τοιαύτη χορεία καὶ ἀγωνία σχεδὸν οὐδαμῇ οὐδαμῶς ἐστιν, εἰ μὴ πάνυ τι σμικρά; ἢ φῶμεν διʼ ἀμαθίαν τῶν πολλῶν καὶ τῶν τιθέντων αὐτοῖς τοὺς νόμους; ΚΛ. τάχʼ ἄν. ΑΘ. οὐδαμῶς, ὦ μακάριε Κλεινία· δύο δὲ χρὴ φάναι τούτων αἰτίας εἶναι καὶ μάλα ἱκανάς. ΚΛ. ποίας; ΑΘ. τὴν μὲν ὑπʼ ἔρωτος πλούτου πάντα χρόνον ἄσχολον ποιοῦντος τῶν ἄλλων ἐπιμελεῖσθαι πλὴν τῶν ἰδίων κτημάτων, ἐξ ὧν κρεμαμένη πᾶσα ψυχὴ πολίτου παντὸς οὐκ ἄν ποτε δύναιτο τῶν ἄλλων ἐπιμέλειαν ἴσχειν πλὴν τοῦ καθʼ ἡμέραν κέρδους· καὶ ὅτι μὲν πρὸς τοῦτο φέρει μάθημα ἢ καὶ ἐπιτήδευμα, ἰδίᾳ πᾶς μανθάνειν τε καὶ ἀσκεῖν ἑτοιμότατός ἐστιν, τῶν δὲ ἄλλων καταγελᾷ. τοῦτο μὲν ἓν καὶ ταύτην μίαν αἰτίαν χρὴ φάναι τοῦ μήτε τοῦτο μήτʼ ἄλλο μηδὲν καλὸν κἀγαθὸν ἐθέλειν ἐπιτήδευμα πόλιν σπουδάζειν, ἀλλὰ διὰ τὴν τοῦ χρυσοῦ τε καὶ ἀργύρου ἀπληστίαν πᾶσαν μὲν τέχνην καὶ μηχανήν, καλλίω τε καὶ ἀσχημονεστέραν, ἐθέλειν ὑπομένειν πάντα ἄνδρα, εἰ μέλλει πλούσιος ἔσεσθαι, καὶ πρᾶξιν πράττειν ὅσιόν τε καὶ ἀνόσιον καὶ πάντως αἰσχράν, μηδὲν δυσχεραίνοντα, ἐὰν μόνον ἔχῃ δύναμιν καθάπερ θηρίῳ τοῦ φαγεῖν παντοδαπὰ καὶ πιεῖν ὡσαύτως καὶ ἀφροδισίων πᾶσαν πάντως παρασχεῖν πλησμονήν. ΚΛ. ὀρθῶς. ΑΘ. αὕτη μὲν τοίνυν, ἣν λέγω, μία κείσθω διακωλύουσα αἰτία τοῦ μήτε ἄλλο καλὸν μήτε τὰ πρὸς τὸν πόλεμον ἱκανῶς ἐῶσα ἀσκεῖν τὰς πόλεις, ἀλλʼ ἐμπόρους τε καὶ ναυκλήρους καὶ διακόνους πάντως τοὺς φύσει κοσμίους τῶν ἀνθρώπων ἀπεργαζομένη, τοὺς δὲ ἀνδρείους λῃστὰς καὶ τοιχωρύχους καὶ ἱεροσύλους καὶ πολεμικοὺς καὶ τυραννικοὺς ποιοῦσα, καὶ μάλʼ ἐνίοτε οὐκ ἀφυεῖς ὄντας, δυστυχοῦντάς γε μήν. ΚΛ. πῶς λέγεις; ΑΘ. πῶς μὲν οὖν αὐτοὺς οὐ λέγοιμʼ ἂν τὸ παράπαν δυστυχεῖς, οἷς γε ἀνάγκη διὰ βίου πεινῶσιν τὴν ψυχὴν ἀεὶ τὴν αὑτῶν διεξελθεῖν; ΚΛ. αὕτη μὲν τοίνυν μία· τὴν δὲ δὴ δευτέραν αἰτίαν τίνα λέγεις, ὦ ξένε; ΑΘ. καλῶς ὑπέμνησας. ΚΛ. αὕτη μὲν δή, φῂς σύ, μία, ἡ διὰ βίου ἄπληστος ζήτησις, παρέχουσα ἄσχολον ἕκαστον, ἐμπόδιος γίγνεται τοῦ μὴ καλῶς ἀσκεῖν τὰ περὶ τὸν πόλεμον ἑκάστους. ἔστω· τὴν δὲ δὴ δευτέραν λέγε. ΑΘ. μῶν οὐ λέγειν ἀλλὰ διατρίβειν δοκῶ διʼ ἀπορίαν; ΚΛ. οὔκ, ἀλλὰ οἷον μισῶν δοκεῖς ἡμῖν κολάζειν τὸ τοιοῦτον ἦθος μᾶλλον τοῦ δέοντος τῷ παραπεπτωκότι λόγῳ. ΑΘ. κάλλιστα, ὦ ξένοι, ἐπεπλήξατε· καὶ τὸ μετὰ τοῦτο ἀκούοιτʼ ἄν, ὡς ἔοικε. ΚΛ. λέγε μόνον. ΑΘ. τὰς οὐ πολιτείας ἔγωγε αἰτίας εἶναί φημι ἃς πολλάκις εἴρηκα ἐν τοῖς πρόσθεν λόγοις, δημοκρατίαν καὶ ὀλιγαρχίαν καὶ τυραννίδα. τούτων γὰρ δὴ πολιτεία μὲν οὐδεμία, στασιωτεῖαι δὲ πᾶσαι λέγοιντʼ ἂν ὀρθότατα· ἑκόντων γὰρ ἑκοῦσα οὐδεμία, ἀλλʼ ἀκόντων ἑκοῦσα ἄρχει σὺν ἀεί τινι βίᾳ, φοβούμενος δὲ ἄρχων ἀρχόμενον οὔτε καλὸν οὔτε πλούσιον οὔτε ἰσχυρὸν οὔτʼ ἀνδρεῖον οὔτε τὸ παράπαν πολεμικὸν ἑκὼν ἐάσει γίγνεσθαί ποτε. ταῦτʼ οὖν ἐστι τὰ δύο πάντων μὲν σμικροῦ διαφερόντως αἴτια, τούτων δʼ οὖν ὄντως διαφέρει. τὸ δὲ τῆς νῦν πολιτείας, ἣν νομοθετούμενοι λέγομεν, ἐκπέφευγεν ἀμφότερα· σχολήν τε γὰρ ἄγει που μεγίστην, ἐλεύθεροί τε ἀπʼ ἀλλήλων εἰσί, φιλοχρήματοι δὲ ἥκιστʼ ἄν, οἶμαι, γίγνοιντʼ ἂν ἐκ τούτων τῶν νόμων, ὥστʼ εἰκότως ἅμα καὶ κατὰ λόγον ἡ τοιαύτη κατάστασις πολιτείας μόνη δέξαιτʼ ἂν τῶν νῦν τὴν διαπερανθεῖσαν παιδείαν τε ἅμα καὶ παιδιὰν πολεμικήν, ἀποτελεσθεῖσαν ὀρθῶς τῷ λόγῳ. ΚΛ. καλῶς. ΑΘ. ἆρʼ οὖν οὐ τούτοις ἐφεξῆς ἐστιν μνησθῆναί ποτε περὶ ἁπάντων τῶν ἀγώνων τῶν γυμνικῶν, ὡς ὅσα μὲν αὐτῶν πρὸς πόλεμόν ἐστιν ἀγωνίσματα ἐπιτηδευτέον καὶ θετέον ἆθλα νικητήρια, ὅσα δὲ μή, χαίρειν ἐατέον; ἃ δʼ ἔστιν, ἐξ ἀρχῆς ἄμεινον ῥηθῆναί τε καὶ νομοθετηθῆναι. καὶ πρῶτον μὲν τὰ περὶ δρόμον καὶ τάχος ὅλως ἆρʼ οὐ θετέον; ΚΛ. θετέον.