<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="7"><div type="textpart" subtype="section" resp="perseus" n="822"><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἀληθῆ λέγεις. ἀλλὰ τί καὶ φῂς τοῦτο τὸ μάθημα 
<milestone unit="page" resp="Stephanus" n="822"/><milestone unit="section" resp="Stephanus" n="822a"/> ὃ θαυμαστὸν μὲν λέγεις, προσῆκον δʼ αὖ μαθεῖν τοῖς νέοις, οὐ γιγνώσκειν δὲ ἡμᾶς; πειρῶ περὶ αὐτοῦ τό γε τοσοῦτον φράζειν ὡς σαφέστατα.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πειρατέον. οὐ γάρ ἐστι τοῦτο, ὦ ἄριστοι, τὸ δόγμα ὀρθὸν περὶ σελήνης τε καὶ ἡλίου καὶ τῶν ἄλλων ἄστρων, ὡς ἄρα πλανᾶταί ποτε, πᾶν δὲ τοὐναντίον ἔχει τούτου—τὴν αὐτὴν γὰρ αὐτῶν ὁδὸν ἕκαστον καὶ οὐ πολλὰς ἀλλὰ μίαν ἀεὶ κύκλῳ διεξέρχεται, φαίνεται δὲ πολλὰς φερόμενον—τὸ δὲ τάχιστον αὐτῶν ὂν βραδύτατον οὐκ ὀρθῶς αὖ δοξάζεται, τὸ δʼ ἐναντίον <milestone unit="section" resp="Stephanus" n="822b"/> ἐναντίως. ταῦτʼ οὖν εἰ πέφυκεν μὲν οὕτως, ἡμεῖς δὲ μὴ ταύτῃ δόξομεν, εἰ μὲν ἐν Ὀλυμπίᾳ θεόντων ἵππων οὕτως ἢ δολιχοδρόμων ἀνδρῶν διενοούμεθα πέρι, καὶ προσηγορεύομεν τὸν τάχιστον μὲν ὡς βραδύτατον, τὸν δὲ βραδύτατον ὡς τάχιστον, ἐγκώμιά τε ποιοῦντες ᾔδομεν τὸν ἡττώμενον νενικηκότα, οὔτε ὀρθῶς ἂν οὔτʼ οἶμαι προσφιλῶς τοῖς δρομεῦσιν ἡμᾶς ἂν τὰ ἐγκώμια προσάπτειν ἀνθρώποις οὖσιν· νῦν δὲ δὴ <milestone unit="section" resp="Stephanus" n="822c"/> περὶ θεοὺς τὰ αὐτὰ ταῦτα ἐξαμαρτανόντων ἡμῶν, ἆρʼ οὐκ οἰόμεθα <add>ὃ</add> γελοῖόν τε καὶ οὐκ ὀρθὸν ἐκεῖ γιγνόμενον ἦν ἂν τότε, νῦν ἐνταυθοῖ καὶ ἐν τούτοισι γίγνεσθαι γελοῖον μὲν οὐδαμῶς, οὐ μὴν οὐδὲ θεοφιλές γε, ψευδῆ φήμην ἡμῶν κατὰ θεῶν ὑμνούντων.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἀληθέστατα, εἴπερ γε οὕτω ταῦτʼ ἐστίν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν ἂν μὲν δείξωμεν οὕτω ταῦτʼ ἔχοντα, μαθητέα μέχρι γε τούτου τὰ τοιαῦτα πάντα, μὴ δειχθέντων δὲ ἐατέον; καὶ ταῦτα ἡμῖν οὕτω συγκείσθω;</said></p><p><said who="#Κλεινίας"><milestone unit="section" resp="Stephanus" n="822d"/><label>ΚΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἤδη τοίνυν χρὴ φάναι τέλος ἔχειν τά γε παιδείας μαθημάτων πέρι νόμιμα· περὶ δὲ θήρας ὡσαύτως διανοηθῆναι χρὴ καὶ περὶ ἁπάντων ὁπόσα τοιαῦτα. κινδυνεύει γὰρ δὴ νομοθέτῃ τὸ προσταττόμενον ἐπὶ μεῖζον εἶναι τοῦ νόμους θέντα ἀπηλλάχθαι, ἕτερον δέ τι πρὸς τοῖς νόμοις εἶναι μεταξύ τι νουθετήσεώς τε πεφυκὸς ἅμα καὶ νόμων, ὃ δὴ <milestone unit="section" resp="Stephanus" n="822e"/> πολλάκις ἡμῶν ἐμπέπτωκεν τοῖς λόγοις, οἷον περὶ τὴν τῶν σφόδρα νέων παίδων τροφήν· οὐ γὰρ ἄρρητά φαμεν εἶναι, λέγοντές τε αὐτά, ὡς νόμους οἴεσθαι τιθεμένους εἶναι πολλῆς ἀνοίας γέμειν. γεγραμμένων δὴ ταύτῃ τῶν νόμων τε καὶ ὅλης τῆς πολιτείας, οὐ τέλεος ὁ τοῦ διαφέροντος πολίτου πρὸς ἀρετὴν γίγνεται ἔπαινος, ὅταν αὐτόν τις φῇ τὸν ὑπηρετήσαντα τοῖς νόμοις ἄριστα καὶ πειθόμενον μάλιστα, τοῦτον εἶναι τὸν ἀγαθόν· </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="823"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label>τελεώτερον δὲ ὧδε εἰρημένον, ὡς ἄρα ὃς ἂν τοῖς τοῦ νομοθέτου νομοθετοῦντός τε καὶ ἐπαινοῦντος καὶ ψέγοντος 
    <milestone unit="page" resp="Stephanus" n="823"/><milestone unit="section" resp="Stephanus" n="823a"/> πειθόμενος γράμμασιν διεξέλθῃ τὸν βίον ἄκρατον. οὗτος ὅ τε λόγος ὀρθότατος εἰς ἔπαινον πολίτου, τόν τε νομοθέτην ὄντως δεῖ μὴ μόνον γράφειν τοὺς νόμους, πρὸς δὲ τοῖς νόμοις, ὅσα καλὰ αὐτῷ δοκεῖ καὶ μὴ καλὰ εἶναι, νόμοις ἐμπεπλεγμένα γράφειν, τὸν δὲ ἄκρον πολίτην μηδὲν ἧττον ταῦτα ἐμπεδοῦν ἢ τὰ ταῖς ζημίαις ὑπὸ νόμων κατειλημμένα. τὸ δὲ δὴ παρὸν ἡμῖν τὰ νῦν <add>εἰ</add> οἷον μάρτυρα ἐπαγόμεθα, δηλοῖμεν ἂν <milestone unit="section" resp="Stephanus" n="823b"/> ὃ βουλόμεθα μᾶλλον. θήρα γὰρ πάμπολύ τι πρᾶγμά ἐστι, περιειλημμένον ὀνόματι νῦν σχεδὸν ἑνί. πολλὴ μὲν γὰρ ἡ τῶν ἐνύδρων, πολλὴ δὲ ἡ τῶν πτηνῶν, πάμπολυ δὲ καὶ τὸ περὶ τὰ πεζὰ θηρεύματα, οὐ μόνον θηρίων, ἀλλὰ καὶ τὴν τῶν ἀνθρώπων ἀξίαν ἐννοεῖν θήραν, τήν τε κατὰ πόλεμον, πολλὴ δὲ καὶ ἡ κατὰ φιλίαν θηρεύουσα, ἡ μὲν ἔπαινον, ἡ δὲ ψόγον ἔχει· καὶ κλωπεῖαι καὶ λῃστῶν καὶ στρατοπέδων στρατοπέδοις <milestone unit="section" resp="Stephanus" n="823c"/> θῆραι. θήρας δὲ πέρι τιθέντι τῷ νομοθέτῃ τοὺς νόμους οὔτε μὴ δηλοῦν ταῦθʼ οἷόν τε, οὔτε ἐπὶ πᾶσιν τάξεις καὶ ζημίας ἐπιτιθέντα ἀπειλητικὰ νόμιμα τιθέναι. τί δὴ δραστέον περὶ τὰ τοιαῦτα; τὸν μέν, τὸν νομοθέτην, ἐπαινέσαι καὶ ψέξαι χρεὼν τὰ περὶ θήρας πρὸς τοὺς τῶν νέων πόνους τε καὶ ἐπιτηδεύματα, τὸν δʼ αὖ νέον ἀκούσαντα πείθεσθαι, καὶ μήθʼ ἡδονὴν μήτε πόνον ἐξείργειν αὐτόν, τῶν δὲ περὶ ἕκαστα ἀπειληθέντων μετὰ ζημίας καὶ νομοθετηθέντων, τὰ <milestone unit="section" resp="Stephanus" n="823d"/> μετʼ ἐπαίνου ῥηθέντα μᾶλλον τιμᾶν καὶ προσταχθέντα ἀποτελεῖν.<milestone ed="P" unit="para"/>τούτων δὴ προρρηθέντων, ἑξῆς ἂν γίγνοιτο ἔμμετρος ἔπαινος θήρας καὶ ψόγος, ἥτις μὲν βελτίους ἀποτελεῖ τὰς ψυχὰς τῶν νέων ἐπαινοῦντος, ψέγοντος δὲ ἣ τἀναντία. λέγωμεν τοίνυν τὸ μετὰ τοῦτο ἑξῆς προσαγορεύοντες διʼ εὐχῆς τοὺς νέους· ὦ φίλοι, εἴθʼ ὑμᾶς μήτε τις ἐπιθυμία μήτʼ ἔρως τῆς περὶ θάλατταν θήρας ποτὲ λάβοι μηδὲ ἀγκιστρείας <milestone unit="section" resp="Stephanus" n="823e"/> μηδʼ ὅλως τῆς τῶν ἐνύδρων ζῴων, μήτε ἐγρηγορόσιν μήτε εὕδουσιν κύρτοις ἀργὸν θήραν διαπονουμένοις. </said></p></div></div></div></body></text></TEI>