<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="7"><div type="textpart" subtype="section" resp="perseus" n="820"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> μῆκός τε οἶμαι πρὸς μῆκος, καὶ πλάτος πρὸς 
<milestone unit="page" resp="Stephanus" n="820"/><milestone unit="section" resp="Stephanus" n="820a"/> πλάτος, καὶ βάθος ὡσαύτως δυνατὸν εἶναι μετρεῖν φύσει.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> σφόδρα γε.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> εἰ δʼ ἔστι μήτε σφόδρα μήτε ἠρέμα δυνατὰ ἔνια, ἀλλὰ τὰ μέν, τὰ δὲ μή, σὺ δὲ πάντα ἡγῇ, πῶς οἴει πρὸς ταῦτα διακεῖσθαι;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> δῆλον ὅτι φαύλως.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τί δʼ αὖ μῆκός τε καὶ πλάτος πρὸς βάθος, ἢ πλάτος τε καὶ μῆκος πρὸς ἄλληλα; <del>ὥστε πῶς</del> ἆρʼ οὐ διανοούμεθα περὶ ταῦτα οὕτως Ἕλληνες πάντες, ὡς δυνατά ἐστι μετρεῖσθαι πρὸς ἄλληλα ἁμῶς γέ πως;</said></p><p><said who="#Κλεινίας"><milestone unit="section" resp="Stephanus" n="820b"/><label>ΚΛ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> εἰ δʼ ἔστιν αὖ μηδαμῶς μηδαμῇ δυνατά, πάντες δʼ, ὅπερ εἶπον, Ἕλληνες διανοούμεθα ὡς δυνατά, μῶν οὐκ ἄξιον ὑπὲρ πάντων αἰσχυνθέντα εἰπεῖν πρὸς αὐτούς· ὦ βέλτιστοι τῶν Ἑλλήνων, ἓν ἐκείνων τοῦτʼ ἐστὶν ὧν ἔφαμεν αἰσχρὸν μὲν γεγονέναι τὸ μὴ ἐπίστασθαι, τὸ δʼ ἐπίστασθαι τἀναγκαῖα οὐδὲν πάνυ καλόν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καὶ πρὸς τούτοις γε ἄλλα ἔστιν τούτων συγγενῆ, <milestone unit="section" resp="Stephanus" n="820c"/> ἐν οἷς αὖ πολλὰ ἁμαρτήματα ἐκείνων ἀδελφὰ ἡμῖν ἐγγίγνεται τῶν ἁμαρτημάτων.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ποῖα δή;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὰ τῶν μετρητῶν τε καὶ ἀμέτρων πρὸς ἄλληλα ᾗτινι φύσει γέγονεν. ταῦτα γὰρ δὴ σκοποῦντα διαγιγνώσκειν ἀναγκαῖον ἢ παντάπασιν εἶναι φαῦλον, προβάλλοντά τε ἀλλήλοις ἀεί, διατριβὴν τῆς πεττείας πολὺ χαριεστέραν πρεσβυτῶν διατρίβοντα, φιλονικεῖν ἐν ταῖς τούτων ἀξίαισι σχολαῖς. </said></p><p><said who="#Κλεινίας"><milestone unit="section" resp="Stephanus" n="820d"/><label>ΚΛ.</label> ἴσως· ἔοικεν γοῦν ἥ τε πεττεία καὶ ταῦτα ἀλλήλων τὰ μαθήματα οὐ πάμπολυ κεχωρίσθαι.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ταῦτα τοίνυν ἐγὼ μέν, ὦ Κλεινία, φημὶ τοὺς νέους δεῖν μανθάνειν· καὶ γὰρ οὔτε βλαβερὰ οὔτε χαλεπά ἐστιν, μετὰ δὲ παιδιᾶς ἅμα μανθανόμενα ὠφελήσει μέν, βλάψει δὲ ἡμῖν τὴν πόλιν οὐδέν. εἰ δέ τις ἄλλως λέγει, ἀκουστέον.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἀλλὰ μὴν ἂν οὕτω ταῦτα ἔχοντα φαίνηται, δῆλον ὡς ἐγκρινοῦμεν αὐτά, μὴ ταύτῃ δὲ φαινόμενα ἔχειν ἀποκριθήσεται. </said></p><p><said who="#Κλεινίας"><milestone unit="section" resp="Stephanus" n="820e"/><label>ΚΛ.</label> δῆλον· τί μήν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν νῦν, ὦ ξένε, κείσθω ταῦτα ὡς ὄντα τῶν δεόντων μαθημάτων, ἵνα μὴ διάκενα ἡμῖν ᾖ τὰ τῶν νόμων; κείσθω μέντοι καθάπερ ἐνέχυρα λύσιμα ἐκ τῆς ἄλλης πολιτείας, ἐὰν ἢ τοὺς θέντας ἡμᾶς ἢ καὶ τοὺς θεμένους ὑμᾶς μηδαμῶς φιλοφρονῆται.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> δικαίαν λέγεις τὴν θέσιν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἄστρων δὴ τὸ μετὰ ταῦτα ὅρα τὴν μάθησιν τοῖς νέοις, ἂν ἡμᾶς ἀρέσκῃ λεχθεῖσα ἢ καὶ τοὐναντίον.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> λέγε μόνον.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καὶ μὴν θαῦμά γε περὶ αὐτά ἐστιν μέγα καὶ οὐδαμῶς οὐδαμῇ ἀνεκτόν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="821"><p><said who="#Κλεινίας"><milestone unit="page" resp="Stephanus" n="821"/><milestone unit="section" resp="Stephanus" n="821a"/><label>ΚΛ.</label> τὸ ποῖον δή;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὸν μέγιστον θεὸν καὶ ὅλον τὸν κόσμον φαμὲν οὔτε ζητεῖν δεῖν οὔτε πολυπραγμονεῖν τὰς αἰτίας ἐρευνῶντας—οὐ γὰρ οὐδʼ ὅσιον εἶναι—τὸ δὲ ἔοικεν πᾶν τούτου τοὐναντίον γιγνόμενον ὀρθῶς ἂν γίγνεσθαι.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς εἶπες;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> παράδοξον μὲν τὸ λεγόμενον, καὶ οὐκ ἂν πρεσβύταις τις οἰηθείη πρέπειν· τὸ δὲ ἐπειδάν τίς τι καλόν τε οἰηθῇ καὶ ἀληθὲς μάθημα εἶναι καὶ πόλει συμφέρον καὶ τῷ θεῷ <milestone unit="section" resp="Stephanus" n="821b"/> παντάπασι φίλον, οὐδενὶ δὴ τρόπῳ δυνατόν ἐστιν ἔτι μὴ φράζειν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> εἰκότα λέγεις· ἀλλʼ ἄστρων πέρι μάθημα τί τοιοῦτον ἀνευρήσομεν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὦ ἀγαθοί, καταψευδόμεθα νῦν ὡς ἔπος εἰπεῖν Ἕλληνες πάντες μεγάλων θεῶν, Ἡλίου τε ἅμα καὶ Σελήνης.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὸ ποῖον δὴ ψεῦδος;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> φαμὲν αὐτὰ οὐδέποτε τὴν αὐτὴν ὁδὸν ἰέναι, καὶ ἄλλʼ ἄττα ἄστρα μετὰ τούτων, ἐπονομάζοντες πλανητὰ αὐτά. </said></p><p><said who="#Κλεινίας"><milestone unit="section" resp="Stephanus" n="821c"/><label>ΚΛ.</label> νὴ τὸν Δία, ὦ ξένε, ἀληθὲς τοῦτο λέγεις· ἐν γὰρ δὴ τῷ βίῳ πολλάκις ἑώρακα καὶ αὐτὸς τόν τε Ἑωσφόρον καὶ τὸν Ἕσπερον καὶ ἄλλους τινὰς οὐδέποτε ἰόντας εἰς τὸν αὐτὸν δρόμον ἀλλὰ πάντῃ πλανωμένους, τὸν δὲ ἥλιόν που καὶ σελήνην δρῶντας ταῦθʼ ἃ ἀεὶ πάντες συνεπιστάμεθα.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ταῦτʼ ἔστι τοίνυν, ὦ Μέγιλλέ τε καὶ Κλεινία, νῦν ἃ δή φημι δεῖν περὶ θεῶν τῶν κατʼ οὐρανὸν τούς γε ἡμετέρους <milestone unit="section" resp="Stephanus" n="821d"/> πολίτας τε καὶ τοὺς νέους τὸ μέχρι τοσούτου μαθεῖν περὶ ἁπάντων τούτων, μέχρι τοῦ μὴ βλασφημεῖν περὶ αὐτά, εὐφημεῖν δὲ ἀεὶ θύοντάς τε καὶ ἐν εὐχαῖς εὐχομένους εὐσεβῶς.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τοῦτο μὲν ὀρθόν, εἴ γε πρῶτον μὲν δυνατόν ἐστιν ὃ λέγεις μαθεῖν· εἶτα, εἰ μὴ λέγομέν τι περὶ αὐτῶν ὀρθῶς νῦν, μαθόντες δὲ λέξομεν, συγχωρῶ κἀγὼ τό γε τοσοῦτον καὶ τοιοῦτον ὂν μαθητέον εἶναι. ταῦτʼ οὖν ὡς ἔχοντά ἐσθʼ οὕτω, πειρῶ σὺ μὲν ἐξηγεῖσθαι πάντως, ἡμεῖς δὲ συνέπεσθαί σοι μανθάνοντες. </said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="821e"/><label>ΑΘ.</label> ἀλλʼ ἔστι μὲν οὐ ῥᾴδιον ὃ λέγω μαθεῖν, οὐδʼ αὖ παντάπασι χαλεπόν, οὐδέ γέ τινος χρόνου παμπόλλου. τεκμήριον δέ· ἐγὼ τούτων οὔτε νέος οὔτε πάλαι ἀκηκοὼς σφῷν ἂν νῦν οὐκ ἐν πολλῷ χρόνῳ δηλῶσαι δυναίμην. καίτοι χαλεπά γε ὄντα οὐκ ἄν ποτε οἷός τʼ ἦν δηλοῦν τηλικούτοις οὖσι τηλικοῦτος.</said></p></div></div></div></body></text></TEI>