<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="7"><div type="textpart" subtype="section" resp="perseus" n="814"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> πάντων γὰρ τούτων διδασκάλους τε εἶναι δεῖ κοινούς, ἀρνυμένους μισθὸν παρὰ τῆς πόλεως, καὶ τούτων μαθητὰς τοὺς ἐν τῇ πόλει παῖδάς τε καὶ ἄνδρας, καὶ κόρας καὶ γυναῖκας πάντων τούτων ἐπιστήμονας, κόρας μὲν οὔσας ἔτι πᾶσαν τὴν ἐν ὅπλοις ὄρχησιν καὶ μάχην μεμελετηκυίας, γυναῖκας δέ, διεξόδων 
<milestone unit="page" resp="Stephanus" n="814"/><milestone unit="section" resp="Stephanus" n="814a"/> καὶ τάξεων καὶ θέσεως καὶ ἀναιρέσεως ὅπλων ἡμμένας, εἰ μηδενὸς ἕνεκα, ἀλλʼ εἴ ποτε δεήσειε πανδημεὶ πάσῃ τῇ δυνάμει καταλείποντας τὴν πόλιν ἔξω στρατεύεσθαι, τοὺς φυλάξοντας παῖδάς τε καὶ τὴν ἄλλην πόλιν ἱκανοὺς εἶναι τό γε τοσοῦτον, ἢ καὶ τοὐναντίον, ὧν οὐδὲν ἀπώμοτον, ἔξωθεν πολεμίους εἰσπεσόντας ῥώμῃ τινὶ μεγάλῃ καὶ βίᾳ, βαρβάρους εἴτε Ἕλληνας, ἀνάγκην παρασχεῖν περὶ αὐτῆς τῆς πόλεως τὴν διαμάχην γίγνεσθαι, πολλή που κακία <milestone unit="section" resp="Stephanus" n="814b"/> πολιτείας οὕτως αἰσχρῶς τὰς γυναῖκας εἶναι τεθραμμένας, ὡς μηδʼ ὥσπερ ὄρνιθας περὶ τέκνων μαχομένας πρὸς ὁτιοῦν τῶν ἰσχυροτάτων θηρίων ἐθέλειν ἀποθνῄσκειν τε καὶ πάντας κινδύνους κινδυνεύειν, ἀλλʼ εὐθὺς πρὸς ἱερὰ φερομένας, πάντας βωμούς τε καὶ ναοὺς ἐμπιμπλάναι, καὶ δόξαν τοῦ τῶν ἀνθρώπων γένους καταχεῖν ὡς πάντων δειλότατον φύσει θηρίων ἐστίν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὐ μὰ τὸν Δία, ὦ ξένε, οὐδαμῶς εὔσχημον γίγνοιτʼ <milestone unit="section" resp="Stephanus" n="814c"/> ἄν, τοῦ κακοῦ χωρίς, τοῦτο ἐν πόλει ὅπου γίγνοιτο.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν τιθῶμεν τὸν νόμον τοῦτον, μέχρι γε τοσούτου μὴ ἀμελεῖσθαι τὰ περὶ τὸν πόλεμον γυναιξὶν δεῖν, ἐπιμελεῖσθαι δὲ πάντας τοὺς πολίτας καὶ τὰς πολίτιδας;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἐγὼ γοῦν συγχωρῶ.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πάλης τοίνυν τὰ μὲν εἴπομεν, ὃ δʼ ἐστὶ μέγιστον, ὡς ἐγὼ φαίην ἄν, οὐκ εἰρήκαμεν, οὐδʼ ἔστι ῥᾴδιον ἄνευ τοῦ τῷ σώματι δεικνύντα ἅμα καὶ τῷ λόγῳ φράζειν. τοῦτʼ οὖν <milestone unit="section" resp="Stephanus" n="814d"/> τότε κρινοῦμεν, ὅταν ἔργῳ λόγος ἀκολουθήσας μηνύσῃ τι σαφὲς τῶν τε ἄλλων ὧν εἴρηκεν πέρι, καὶ ὅτι τῇ πολεμικῇ μάχῃ πασῶν κινήσεων ὄντως ἐστὶ συγγενὴς πολὺ μάλισθʼ ἡμῖν ἡ τοιαύτη πάλη, καὶ δὴ καὶ ὅτι δεῖ ταύτην ἐκείνης χάριν ἐπιτηδεύειν, ἀλλʼ οὐκ ἐκείνην ταύτης ἕνεκα μανθάνειν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καλῶς τοῦτό γε λέγεις.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> νῦν δὴ τῆς μὲν περὶ παλαίστραν δυνάμεως τὸ μέχρι δεῦρʼ ἡμῖν εἰρήσθω· περὶ δὲ τῆς ἄλλης κινήσεως παντὸς <milestone unit="section" resp="Stephanus" n="814e"/> τοῦ σώματος, ἧς τὸ πλεῖστον μέρος ὄρχησίν τινά τις προσαγορεύων ὀρθῶς ἂν φθέγγοιτο, δύο μὲν αὐτῆς εἴδη χρὴ νομίζειν εἶναι, τὴν μὲν τῶν καλλιόνων σωμάτων ἐπὶ τὸ σεμνὸν μιμουμένην, τὴν δὲ τῶν αἰσχιόνων ἐπὶ τὸ φαῦλον, καὶ πάλιν τοῦ φαύλου τε δύο καὶ τοῦ σπουδαίου δύο ἕτερα. </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="815"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> τοῦ δὴ σπουδαίου τὴν μὲν κατὰ πόλεμον καὶ ἐν βιαίοις ἐμπλακέντων πόνοις σωμάτων μὲν καλῶν, ψυχῆς δʼ ἀνδρικῆς, τὴν δʼ ἐν εὐπραγίαις τε οὔσης ψυχῆς σώφρονος ἐν ἡδοναῖς τε ἐμμέτροις· εἰρηνικὴν ἄν τις λέγων κατὰ φύσιν τὴν τοιαύτην <milestone unit="page" resp="Stephanus" n="815"/><milestone unit="section" resp="Stephanus" n="815a"/> ὄρχησιν λέγοι. τὴν πολεμικὴν δὴ τούτων, ἄλλην οὖσαν τῆς εἰρηνικῆς, πυρρίχην ἄν τις ὀρθῶς προσαγορεύοι, τάς τε εὐλαβείας πασῶν πληγῶν καὶ βολῶν ἐκνεύσεσι καὶ ὑπείξει πάσῃ καὶ ἐκπηδήσεσιν ἐν ὕψει καὶ σὺν ταπεινώσει μιμουμένην, καὶ τὰς ταύταις ἐναντίας, τὰς ἐπὶ τὰ δραστικὰ φερομένας αὖ σχήματα, ἔν τε ταῖς τῶν τόξων βολαῖς καὶ ἀκοντίων καὶ πασῶν πληγῶν μιμήματα ἐπιχειρούσας μιμεῖσθαι· τό τε ὀρθὸν ἐν τούτοις καὶ τὸ εὔτονον, τῶν ἀγαθῶν σωμάτων <milestone unit="section" resp="Stephanus" n="815b"/> καὶ ψυχῶν ὁπόταν γίγνηται μίμημα, εὐθυφερὲς ὡς τὸ πολὺ τῶν τοῦ σώματος μελῶν γιγνόμενον, ὀρθὸν μὲν τὸ τοιοῦτον, τὸ δὲ τούτοις τοὐναντίον οὐκ ὀρθὸν ἀποδεχόμενον. τὴν δὲ εἰρηνικὴν ὄρχησιν τῇδʼ αὖ θεωρητέον ἑκάστων, εἴτε ὀρθῶς εἴτε μὴ κατὰ φύσιν τις τῆς καλῆς ὀρχήσεως ἀντιλαμβανόμενος ἐν χορείαις πρεπόντως εὐνόμων ἀνδρῶν διατελεῖ. τὴν τοίνυν ἀμφισβητουμένην ὄρχησιν δεῖ πρῶτον χωρὶς τῆς <milestone unit="section" resp="Stephanus" n="815c"/> ἀναμφισβητήτου διατεμεῖν. τίς οὖν αὕτη, καὶ πῇ δεῖ χωρὶς τέμνειν ἑκατέραν; ὅση μὲν βακχεία τʼ ἐστὶν καὶ τῶν ταύταις ἑπομένων, ἃς Νύμφας τε καὶ Πᾶνας καὶ Σειληνοὺς καὶ Σατύρους ἐπονομάζοντες, ὥς φασιν, μιμοῦνται κατῳνωμένους, περὶ καθαρμούς τε καὶ τελετάς τινας ἀποτελούντων, σύμπαν τοῦτο τῆς ὀρχήσεως τὸ γένος οὔθʼ ὡς εἰρηνικὸν οὔθʼ ὡς πολεμικὸν οὔθʼ ὅτι ποτὲ βούλεται ῥᾴδιον ἀφορίσασθαι· διορίσασθαι μήν μοι ταύτῃ δοκεῖ σχεδὸν ὀρθότατον αὐτὸ εἶναι, <milestone unit="section" resp="Stephanus" n="815d"/> χωρὶς μὲν πολεμικοῦ, χωρὶς δὲ εἰρηνικοῦ θέντας, εἰπεῖν ὡς οὐκ ἔστι πολιτικὸν τοῦτο τῆς ὀρχήσεως τὸ γένος, ἐνταῦθα δὲ κείμενον ἐάσαντας κεῖσθαι, νῦν ἐπὶ τὸ πολεμικὸν ἅμα καὶ εἰρηνικὸν ὡς ἀναμφισβητήτως ἡμέτερον ὂν ἐπανιέναι. τὸ δὲ τῆς ἀπολέμου μούσης, ἐν ὀρχήσεσιν δὲ τούς τε θεοὺς καὶ τοὺς τῶν θεῶν παῖδας τιμώντων, ἓν μὲν σύμπαν γίγνοιτʼ ἂν γένος ἐν δόξῃ τοῦ πράττειν εὖ γιγνόμενον, τοῦτο δὲ διχῇ <milestone unit="section" resp="Stephanus" n="815e"/> διαιροῖμεν ἄν, τὸ μὲν ἐκ πόνων τινῶν αὐτοῦ καὶ κινδύνων διαπεφευγότων εἰς ἀγαθά, μείζους ἡδονὰς ἔχον, τὸ δὲ τῶν ἔμπροσθεν ἀγαθῶν σωτηρίας οὔσης καὶ ἐπαύξης, πρᾳοτέρας τὰς ἡδονὰς κεκτημένον ἐκείνων. </said></p></div></div></div></body></text></TEI>