<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" resp="perseus" n="696"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> τὸ δʼ αἴτιον οὐ τύχης, ὡς ὁ ἐμὸς λόγος, ἀλλʼ ὁ κακὸς βίος ὃν οἱ τῶν 
<milestone unit="page" resp="Stephanus" n="696"/><milestone unit="section" resp="Stephanus" n="696a"/> διαφερόντως πλουσίων καὶ τυράννων παῖδες τὰ πολλὰ ζῶσιν· οὐ γὰρ μή ποτε γένηται παῖς καὶ ἀνὴρ καὶ γέρων ἐκ ταύτης τῆς τροφῆς διαφέρων πρὸς ἀρετήν. ἃ δή, φαμέν, τῷ νομοθέτῃ σκεπτέον, καὶ ἡμῖν δὲ ἐν τῷ νῦν παρόντι. δίκαιον μήν, ὦ Λακεδαιμόνιοι, τοῦτό γε τῇ πόλει ὑμῶν ἀποδιδόναι, ὅτι πενίᾳ καὶ πλούτῳ καὶ ἰδιωτείᾳ καὶ βασιλείᾳ διαφέρουσαν οὐδʼ ἡντινοῦν τιμὴν καὶ τροφὴν νέμετε, ἃς μὴ τὸ κατʼ ἀρχὰς <milestone unit="section" resp="Stephanus" n="696b"/> ὑμῖν θεῖον παρὰ θεοῦ διεμαντεύσατό τινος. οὐ γὰρ δὴ δεῖ κατὰ πόλιν γε εἶναι τὰς τιμὰς ὑπερεχούσας, ὅτι τίς ἐστιν πλούτῳ διαφέρων, ἐπεὶ οὐδʼ ὅτι ταχὺς ἢ καλὸς ἢ ἰσχυρὸς ἄνευ τινὸς ἀρετῆς, οὐδʼ ἀρετῆς ἧς ἂν σωφροσύνη ἀπῇ.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πῶς τοῦτο, ὦ ξένε, λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἀνδρεία που μόριον ἀρετῆς ἕν;</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> δίκασον τοίνυν αὐτὸς τὸν λόγον ἀκούσας εἴ σοι δέξαιʼ ἂν σύνοικον ἢ γείτονα εἶναί τινα σφόδρα μὲν ἀνδρεῖον, μὴ σώφρονα δὲ ἀλλʼ ἀκόλαστον. </said></p><p><said who="#Μέγιλλος"><milestone unit="section" resp="Stephanus" n="696c"/><label>ΜΕ.</label> εὐφήμει.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τί δέ; τεχνικὸν μὲν καὶ περὶ ταῦτα σοφόν, ἄδικον δέ;</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> οὐδαμῶς.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἀλλὰ μὴν τό γε δίκαιον οὐ φύεται χωρὶς τοῦ σωφρονεῖν.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐδὲ μὴν ὅν γε σοφὸν ἡμεῖς νυνδὴ προυθέμεθα, τὸν τὰς ἡδονὰς καὶ λύπας κεκτημένον συμφώνους τοῖς ὀρθοῖς λόγοις καὶ ἑπομένας.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> οὐ γὰρ οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἔτι δὴ καὶ τόδε ἐπισκεψώμεθα τῶν ἐν ταῖς πόλεσιν <milestone unit="section" resp="Stephanus" n="696d"/> τιμήσεων ἕνεκα, ποῖαί τε ὀρθαὶ καὶ μὴ γίγνονται ἑκάστοτε.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> σωφροσύνη ἄνευ πάσης τῆς ἄλλης ἀρετῆς ἐν ψυχῇ τινι μεμονωμένη τίμιον ἢ ἄτιμον γίγνοιτʼ ἂν κατὰ δίκην;</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> οὐκ ἔχω ὅπως εἴπω.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καὶ μὴν εἴρηκάς γε μετρίως· εἰπὼν γὰρ δὴ ὧν ἠρόμην ὁποτερονοῦν, παρὰ μέλος ἔμοιγʼ ἂν δοκεῖς φθέγξασθαι.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> καλῶς τοίνυν γεγονὸς ἂν εἴη.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> εἶεν· τὸ μὲν δὴ πρόσθημα ὧν τιμαί τε καὶ ἀτιμίαι <milestone unit="section" resp="Stephanus" n="696e"/> οὐ λόγου, ἀλλά τινος μᾶλλον ἀλόγου σιγῆς, ἄξιον ἂν εἴη.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> σωφροσύνην μοι φαίνῃ λέγειν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ναί. τὸ δέ γε τῶν ἄλλων πλεῖστα ἡμᾶς ὠφελοῦν μετὰ τῆς προσθήκης μάλιστʼ ἂν τιμώμενον ὀρθότατα τιμῷτο, καὶ τὸ δεύτερον δευτέρως· καὶ οὕτω δὴ κατὰ τὸν ἑξῆς λόγον τὰς ἐφεξῆς τιμὰς λαγχάνον ἕκαστον ὀρθῶς ἂν λαγχάνοι. </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="697"><p><said who="#Μέγιλλος"><milestone unit="page" resp="Stephanus" n="697"/><milestone unit="section" resp="Stephanus" n="697a"/><label>ΜΕ.</label> ἔχει ταύτῃ.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τί οὖν; οὐ νομοθέτου καὶ ταῦτα αὖ φήσομεν εἶναι διανέμειν;</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> καὶ μάλα.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> βούλει δὴ τὰ μὲν ἅπαντα καὶ ἐφʼ ἕκαστον ἔργον καὶ κατὰ σμικρὰ ἐκείνῳ δῶμεν νεῖμαι, τὸ δὲ τριχῇ διελεῖν, ἐπειδὴ νόμων ἐσμὲν καὶ αὐτοί πως ἐπιθυμηταί, πειραθῶμεν, διατεμεῖν χωρὶς τά τε μέγιστα καὶ δεύτερα καὶ τρίτα;</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> λέγομεν τοίνυν ὅτι πόλιν, ὡς ἔοικεν, τὴν μέλλουσαν <milestone unit="section" resp="Stephanus" n="697b"/> σῴζεσθαί τε καὶ εὐδαιμονήσειν εἰς δύναμιν ἀνθρωπίνην δεῖ καὶ ἀναγκαῖον τιμάς τε καὶ ἀτιμίας διανέμειν ὀρθῶς. ἔστιν δὲ ὀρθῶς ἄρα τιμιώτατα μὲν καὶ πρῶτα τὰ περὶ τὴν ψυχὴν ἀγαθὰ κεῖσθαι, σωφροσύνης ὑπαρχούσης αὐτῇ, δεύτερα δὲ τὰ περὶ τὸ σῶμα καλὰ καὶ ἀγαθά, καὶ τρίτα τὰ περὶ τὴν οὐσίαν καὶ χρήματα λεγόμενα· τούτων δὲ ἂν ἐκτός τις βαίνῃ νομοθέτης ἢ πόλις, εἰς τιμὰς ἢ χρήματα προάγουσα <milestone unit="section" resp="Stephanus" n="697c"/> ἤ τι τῶν ὑστέρων εἰς τὸ πρόσθεν τιμαῖς τάττουσα, οὔθʼ ὅσιον οὔτε πολιτικὸν ἂν δρῴη πρᾶγμα. εἰρήσθω ταῦτα ἢ πῶς ἡμῖν;</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πάνυ μὲν οὖν εἰρήσθω σαφῶς.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ταῦτα μὲν τοίνυν ἡμᾶς ἐπὶ πλέον ἐποίησεν εἰπεῖν ἡ Περσῶν πέρι διάσκεψις τῆς πολιτείας· ἀνευρίσκομεν δὲ ἐπὶ ἔτι χείρους αὐτοὺς γεγονότας, τὴν δὲ αἰτίαν φαμέν, ὅτι τὸ ἐλεύθερον λίαν ἀφελόμενοι τοῦ δήμου, τὸ δεσποτικὸν δʼ ἐπαγαγόντες μᾶλλον τοῦ προσήκοντος, τὸ φίλον ἀπώλεσαν <milestone unit="section" resp="Stephanus" n="697d"/> καὶ τὸ κοινὸν ἐν τῇ πόλει. τούτου δὲ φθαρέντος, οὔθʼ ἡ τῶν ἀρχόντων βουλὴ ὑπὲρ ἀρχομένων καὶ τοῦ δήμου βουλεύεται, ἀλλʼ ἕνεκα τῆς αὑτῶν ἀρχῆς, ἄν τι καὶ σμικρὸν πλέον ἑκάστοτε ἡγῶνται ἔσεσθαί σφισιν, ἀναστάτους μὲν πόλεις, ἀνάστατα δὲ ἔθνη φίλια πυρὶ καταφθείραντες, ἐχθρῶς τε καὶ ἀνηλεήτως μισοῦντες μισοῦνται· ὅταν τε εἰς χρείαν τοῦ μάχεσθαι περὶ ἑαυτῶν τοὺς δήμους ἀφικνῶνται, οὐδὲν κοινὸν ἐν αὐτοῖς αὖ μετὰ προθυμίας τοῦ ἐθέλειν κινδυνεύειν καὶ <milestone unit="section" resp="Stephanus" n="697e"/> μάχεσθαι ἀνευρίσκουσιν, ἀλλὰ κεκτημένοι μυριάδας ἀπεράντους λογισμῷ, ἀχρήστους εἰς πόλεμον πάσας κέκτηνται, καὶ καθάπερ ἐνδεεῖς ἀνθρώπων μισθούμενοι, ὑπὸ μισθωτῶν καὶ ὀθνείων ἀνθρώπων ἡγοῦνταί ποτε σωθήσεσθαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="698"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label>πρὸς δὲ 
<milestone unit="page" resp="Stephanus" n="698"/><milestone unit="section" resp="Stephanus" n="698a"/> τούτοις ἀμαθαίνειν ἀναγκάζονται, λέγοντες ἔργοις ὅτι λῆρος πρὸς χρυσόν τε καὶ ἄργυρόν ἐστιν ἑκάστοτε τὰ λεγόμενα τίμια καὶ καλὰ κατὰ πόλιν.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὰ μὲν δὴ περί γε Περσῶν, ὡς οὐκ ὀρθῶς τὰ νῦν διοικεῖται διὰ τὴν σφόδρα δουλείαν τε καὶ δεσποτείαν, τέλος ἐχέτω.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὰ δὲ περὶ τὴν τῆς Ἀττικῆς αὖ πολιτείας τὸ μετὰ τοῦτο ὡσαύτως ἡμᾶς διεξελθεῖν χρεών, ὡς ἡ παντελὴς καὶ <milestone unit="section" resp="Stephanus" n="698b"/> ἀπὸ πασῶν ἀρχῶν ἐλευθερία τῆς μέτρον ἐχούσης ἀρχῆς ὑφʼ ἑτέρων οὐ σμικρῷ χείρων· ἡμῖν γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον, ὅτε ἡ Περσῶν ἐπίθεσις τοῖς Ἕλλησιν, ἴσως δὲ σχεδὸν ἅπασιν τοῖς τὴν Εὐρώπην οἰκοῦσιν, ἐγίγνετο, πολιτεία τε ἦν παλαιὰ καὶ ἐκ τιμημάτων ἀρχαί τινες τεττάρων, καὶ δεσπότις ἐνῆν τις αἰδώς, διʼ ἣν δουλεύοντες τοῖς τότε νόμοις ζῆν ἠθέλομεν. καὶ πρὸς τούτοις δὴ τὸ μέγεθος τοῦ στόλου κατά τε γῆν καὶ κατὰ θάλατταν γενόμενον, φόβον ἄπορον ἐμβαλόν, δουλείαν <milestone unit="section" resp="Stephanus" n="698c"/> ἔτι μείζονα ἐποίησεν ἡμᾶς τοῖς τε ἄρχουσιν καὶ τοῖς νόμοις δουλεῦσαι, καὶ διὰ πάντα ταῦθʼ ἡμῖν συνέπεσε πρὸς ἡμᾶς αὐτοὺς σφόδρα φιλία. σχεδὸν γὰρ δέκα ἔτεσιν πρὸ τῆς ἐν Σαλαμῖνι ναυμαχίας ἀφίκετο Δᾶτις Περσικὸν στόλον ἄγων, πέμψαντος Δαρείου διαρρήδην ἐπί τε Ἀθηναίους καὶ Ἐρετριᾶς, ἐξανδραποδισάμενον ἀγαγεῖν, θάνατον αὐτῷ προειπὼν μὴ πράξαντι ταῦτα. καὶ ὁ Δᾶτις τοὺς μὲν Ἐρετριᾶς ἔν τινι <milestone unit="section" resp="Stephanus" n="698d"/> βραχεῖ χρόνῳ παντάπασιν κατὰ κράτος τε εἷλεν μυριάσι συχναῖς, καί τινα λόγον εἰς τὴν ἡμετέραν πόλιν ἀφῆκεν φοβερόν, ὡς οὐδεὶς Ἐρετριῶν αὐτὸν ἀποπεφευγὼς εἴη· συνάψαντες γὰρ ἄρα τὰς χεῖρας σαγηνεύσαιεν πᾶσαν τὴν Ἐρετρικὴν οἱ στρατιῶται τοῦ Δάτιδος. ὁ δὴ λόγος, εἴτʼ ἀληθὴς εἴτε καὶ ὅπῃ ἀφίκετο, τούς τε ἄλλους Ἕλληνας καὶ δὴ καὶ Ἀθηναίους ἐξέπληττεν, καὶ πρεσβευομένοις αὐτοῖς <milestone unit="section" resp="Stephanus" n="698e"/> πανταχόσε βοηθεῖν οὐδεὶς ἤθελεν πλήν γε Λακεδαιμονίων· οὗτοι δὲ ὑπό τε τοῦ πρὸς Μεσσήνην ὄντος τότε πολέμου καὶ εἰ δή τι διεκώλυεν ἄλλο αὐτούς—οὐ γὰρ ἴσμεν λεγόμενον— ὕστεροι δʼ οὖν ἀφίκοντο τῆς ἐν Μαραθῶνι μάχης γενομένης μιᾷ ἡμέρᾳ. μετὰ δὲ τοῦτο παρασκευαί τε μεγάλαι λεγόμεναι καὶ ἀπειλαὶ ἐφοίτων μυρίαι παρὰ βασιλέως.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="699"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> προϊόντος δὲ τοῦ χρόνου, Δαρεῖος μὲν τεθνάναι ἐλέχθη, νέος δὲ καὶ σφοδρὸς ὁ ὑὸς αὐτοῦ παρειληφέναι τὴν ἀρχὴν καὶ οὐδαμῶς 
<milestone unit="page" resp="Stephanus" n="699"/><milestone unit="section" resp="Stephanus" n="699a"/> ἀφίστασθαι τῆς ὁρμῆς. οἱ δὲ Ἀθηναῖοι πᾶν τοῦτο ᾤοντο ἐπὶ σφᾶς αὐτοὺς παρασκευάζεσθαι διὰ τὸ Μαραθῶνι γενόμενον, καὶ ἀκούοντες Ἄθων τε διορυττόμενον καὶ Ἑλλήσποντον ζευγνύμενον καὶ τὸ τῶν νεῶν πλῆθος, ἡγήσαντο οὔτε κατὰ γῆν σφίσιν εἶναι σωτηρίαν οὔτε κατὰ θάλατταν· οὔτε γὰρ βοηθήσειν αὑτοῖς οὐδένα—μεμνημένοι ὡς οὐδʼ ὅτε τὸ πρότερον ἦλθον καὶ τὰ περὶ Ἐρέτριαν διεπράξαντο, σφίσι γε οὐδεὶς τότε ἐβοήθησεν οὐδʼ ἐκινδύνευσεν συμμαχόμενος· ταὐτὸν <milestone unit="section" resp="Stephanus" n="699b"/> δὴ προσεδόκων καὶ τότε γενήσεσθαι τό γε κατὰ γῆν—καὶ κατὰ θάλατταν δʼ αὖ πᾶσαν ἀπορίαν ἑώρων σωτηρίας, νεῶν χιλίων καὶ ἔτι πλεόνων ἐπιφερομένων. μίαν δὴ σωτηρίαν συνενόουν, λεπτὴν μὲν καὶ ἄπορον, μόνην δʼ οὖν, βλέψαντες πρὸς τὸ πρότερον γενόμενον, ὡς ἐξ ἀπόρων καὶ τότε ἐφαίνετο γενέσθαι τὸ νικῆσαι μαχομένους· ἐπὶ δὲ τῆς ἐλπίδος ὀχούμενοι ταύτης ηὕρισκον καταφυγὴν αὑτοῖς εἰς αὑτοὺς μόνους <milestone unit="section" resp="Stephanus" n="699c"/> εἶναι καὶ τοὺς θεούς. ταῦτʼ οὖν αὐτοῖς πάντα φιλίαν ἀλλήλων ἐνεποίει, ὁ φόβος ὁ τότε παρὼν ὅ τε ἐκ τῶν νόμων τῶν ἔμπροσθεν γεγονώς, ὃν δουλεύοντες τοῖς πρόσθεν νόμοις ἐκέκτηντο, ἣν αἰδῶ πολλάκις ἐν τοῖς ἄνω λόγοις εἴπομεν, ᾗ καὶ δουλεύειν ἔφαμεν δεῖν τοὺς μέλλοντας ἀγαθοὺς ἔσεσθαι, ἧς ὁ δειλὸς ἐλεύθερος καὶ ἄφοβος· ὃν εἰ τότε μὴ δέος ἔλαβεν, οὐκ ἄν ποτε συνελθὼν ἠμύνατο, οὐδʼ ἤμυνεν ἱεροῖς τε καὶ τάφοις καὶ πατρίδι καὶ τοῖς ἄλλοις οἰκείοις τε ἅμα καὶ φίλοις, <milestone unit="section" resp="Stephanus" n="699d"/> ὥσπερ τότʼ ἐβοήθησεν, ἀλλὰ κατὰ σμικρὰ ἂν ἐν τῷ τότε ἡμῶν ἕκαστος σκεδασθεὶς ἄλλος ἄλλοσε διεσπάρη.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> καὶ μάλα, ὦ ξένε, ὀρθῶς τε εἴρηκας καὶ σαυτῷ τε καὶ τῇ πατρίδι πρεπόντως.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἔστι ταῦτα, ὦ Μέγιλλε· πρὸς γὰρ σὲ τὰ ἐν τῷ τότε χρόνῳ γενόμενα, κοινωνὸν τῇ τῶν πατέρων γεγονότα φύσει, δίκαιον λέγειν. ἐπισκόπει μὴν καὶ σὺ καὶ Κλεινίας εἴ τι πρὸς τὴν νομοθεσίαν προσήκοντα λέγομεν· οὐ γὰρ μύθων <milestone unit="section" resp="Stephanus" n="699e"/> ἕνεκα διεξέρχομαι, οὗ λέγω δʼ ἕνεκα. ὁρᾶτε γάρ· ἐπειδή τινα τρόπον ταὐτὸν ἡμῖν συμβεβήκει πάθος ὅπερ Πέρσαις, ἐκείνοις μὲν ἐπὶ πᾶσαν δουλείαν ἄγουσιν τὸν δῆμον, ἡμῖν δʼ αὖ τοὐναντίον ἐπὶ πᾶσαν ἐλευθερίαν προτρέπουσι τὰ πλήθη, πῶς δὴ καὶ τί λέγωμεν τοὐντεῦθεν, οἱ προγεγονότες ἡμῖν ἔμπροσθεν λόγοι τρόπον τινὰ καλῶς εἰσιν εἰρημένοι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="700"><p><said who="#Μέγιλλος"><milestone unit="page" resp="Stephanus" n="700"/><milestone unit="section" resp="Stephanus" n="700a"/><label>ΜΕ.</label> λέγεις εὖ· πειρῶ δʼ ἔτι σαφέστερον ἡμῖν σημῆναι τὸ νῦν λεγόμενον.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἔσται ταῦτα. οὐκ ἦν, ὦ φίλοι, ἡμῖν ἐπὶ τῶν παλαιῶν νόμων ὁ δῆμός τινων κύριος, ἀλλὰ τρόπον τινὰ ἑκὼν ἐδούλευε τοῖς νόμοις.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> ποίοις δὴ λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τοῖς περὶ τὴν μουσικὴν πρῶτον τὴν τότε, ἵνα ἐξ ἀρχῆς διέλθωμεν τὴν τοῦ ἐλευθέρου λίαν ἐπίδοσιν βίου. διῃρημένη γὰρ δὴ τότε ἦν ἡμῖν ἡ μουσικὴ κατὰ εἴδη τε <milestone unit="section" resp="Stephanus" n="700b"/> ἑαυτῆς ἄττα καὶ σχήματα, καί τι ἦν εἶδος ᾠδῆς εὐχαὶ πρὸς θεούς, ὄνομα δὲ ὕμνοι ἐπεκαλοῦντο· καὶ τούτῳ δὴ τὸ ἐναντίον ἦν ᾠδῆς ἕτερον εἶδος—θρήνους δέ τις ἂν αὐτοὺς μάλιστα ἐκάλεσεν—καὶ παίωνες ἕτερον, καὶ ἄλλο, Διονύσου γένεσις οἶμαι, διθύραμβος λεγόμενος. νόμους τε αὐτὸ τοῦτο τοὔνομα ἐκάλουν, ᾠδὴν ὥς τινα ἑτέραν· ἐπέλεγον δὲ κιθαρῳδικούς. τούτων δὴ διατεταγμένων καὶ ἄλλων τινῶν, οὐκ ἐξῆν ἄλλο <milestone unit="section" resp="Stephanus" n="700c"/> εἰς ἄλλο καταχρῆσθαι μέλους εἶδος· τὸ δὲ κῦρος τούτων γνῶναί τε καὶ ἅμα γνόντα δικάσαι, ζημιοῦν τε αὖ τὸν μὴ πειθόμενον, οὐ σῦριγξ ἦν οὐδέ τινες ἄμουσοι βοαὶ πλήθους, καθάπερ τὰ νῦν, οὐδʼ αὖ κρότοι ἐπαίνους ἀποδιδόντες, ἀλλὰ τοῖς μὲν γεγονόσι περὶ παίδευσιν δεδογμένον ἀκούειν ἦν αὐτοῖς μετὰ σιγῆς διὰ τέλους, παισὶ δὲ καὶ παιδαγωγοῖς καὶ τῷ πλείστῳ ὄχλῳ ῥάβδου κοσμούσης ἡ νουθέτησις ἐγίγνετο. <milestone unit="section" resp="Stephanus" n="700d"/> ταῦτʼ οὖν οὕτω τεταγμένως ἤθελεν ἄρχεσθαι τῶν πολιτῶν τὸ πλῆθος, καὶ μὴ τολμᾶν κρίνειν διὰ θορύβου· μετὰ δὲ ταῦτα, προϊόντος τοῦ χρόνου, ἄρχοντες μὲν τῆς ἀμούσου παρανομίας ποιηταὶ ἐγίγνοντο φύσει μὲν ποιητικοί, ἀγνώμονες δὲ περὶ τὸ δίκαιον τῆς Μούσης καὶ τὸ νόμιμον, βακχεύοντες καὶ μᾶλλον τοῦ δέοντος κατεχόμενοι ὑφʼ ἡδονῆς, κεραννύντες δὲ θρήνους τε ὕμνοις καὶ παίωνας διθυράμβοις, καὶ αὐλῳδίας δὴ ταῖς κιθαρῳδίαις μιμούμενοι, καὶ πάντα εἰς πάντα συνάγοντες, <milestone unit="section" resp="Stephanus" n="700e"/> μουσικῆς ἄκοντες ὑπʼ ἀνοίας καταψευδόμενοι ὡς ὀρθότητα μὲν οὐκ ἔχοι οὐδʼ ἡντινοῦν μουσική, ἡδονῇ δὲ τῇ τοῦ χαίροντος, εἴτε βελτίων εἴτε χείρων ἂν εἴη τις, κρίνοιτο ὀρθότατα.</said></p></div></div></div></body></text></TEI>