<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" resp="perseus" n="681"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> μετὰ δὲ ταῦτά γε εἰς τὸ κοινὸν μείζους ποιοῦντες πόλεις πλείους συνέρχονται, καὶ ἐπὶ γεωργίας τὰς ἐν ταῖς 
<milestone unit="page" resp="Stephanus" n="681"/><milestone unit="section" resp="Stephanus" n="681a"/> ὑπωρείαις τρέπονται πρώτας, περιβόλους τε αἱμασιώδεις τινὰς τειχῶν ἐρύματα τῶν θηρίων ἕνεκα ποιοῦνται, μίαν οἰκίαν αὖ κοινὴν καὶ μεγάλην ἀποτελοῦντες.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὸ γοῦν εἰκὸς ταῦθʼ οὕτως γίγνεσθαι.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τί δέ; τόδε ἆρα οὐκ εἰκός;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τῶν οἰκήσεων τούτων μειζόνων αὐξανομένων ἐκ τῶν ἐλαττόνων καὶ πρώτων, ἑκάστην τῶν σμικρῶν παρεῖναι κατὰ γένος ἔχουσαν τόν τε πρεσβύτατον ἄρχοντα καὶ αὑτῆς <milestone unit="section" resp="Stephanus" n="681b"/> ἔθη ἄττα ἴδια διὰ τὸ χωρὶς ἀλλήλων οἰκεῖν, ἕτερα ἀφʼ ἑτέρων ὄντων τῶν γεννητόρων τε καὶ θρεψάντων, ἃ εἰθίσθησαν περὶ θεούς τε καὶ ἑαυτούς, κοσμιωτέρων μὲν κοσμιώτερα καὶ ἀνδρικῶν ἀνδρικώτερα, καὶ κατὰ τρόπον οὕτως ἑκάστους τὰς αὑτῶν ἂν αἱρέσεις εἰς τοὺς παῖδας ἀποτυπουμένους καὶ παίδων παῖδας, ὃ λέγομεν, ἥκειν ἔχοντας ἰδίους νόμους εἰς τὴν μείζονα συνοικίαν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="681c"/><label>ΑΘ.</label> καὶ μὴν τούς γε αὑτῶν νόμους ἀρέσκειν ἑκάστοις ἀναγκαῖόν που, τοὺς δὲ τῶν ἄλλων ὑστέρους.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὕτως.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἀρχῇ δὴ νομοθεσίας οἷον ἐμβάντες ἐλάθομεν, ὡς ἔοικεν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὸ γοῦν μετὰ ταῦτα ἀναγκαῖον αἱρεῖσθαι τοὺς συνελθόντας τούτους κοινούς τινας ἑαυτῶν, οἳ δὴ τὰ πάντων ἰδόντες νόμιμα, τά σφισιν ἀρέσκοντα αὐτῶν μάλιστα εἰς τὸ κοινὸν τοῖς ἡγεμόσι καὶ ἀγαγοῦσι τοὺς δήμους οἷον <milestone unit="section" resp="Stephanus" n="681d"/> βασιλεῦσι φανερὰ δείξαντες ἑλέσθαι τε δόντες, αὐτοὶ μὲν νομοθέται κληθήσονται, τοὺς δὲ ἄρχοντας καταστήσαντες, ἀριστοκρατίαν τινὰ ἐκ τῶν δυναστειῶν ποιήσαντες ἢ καί τινα βασιλείαν, ἐν ταύτῃ τῇ μεταβολῇ τῆς πολιτείας οἰκήσουσιν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἐφεξῆς γοῦν ἂν οὕτω τε καὶ ταύτῃ γίγνοιτο.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τρίτον τοίνυν εἴπωμεν ἔτι πολιτείας σχῆμα γιγνόμενον, ἐν ᾧ δὴ πάντα εἴδη καὶ παθήματα πολιτειῶν καὶ ἅμα πόλεων συμπίπτει γίγνεσθαι.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὸ ποῖον δὴ τοῦτο;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="681e"/><label>ΑΘ.</label> ὃ μετὰ τὸ δεύτερον καὶ Ὅμηρος ἐπεσημήνατο, λέγων τὸ τρίτον οὕτω γεγονέναι. <quote type="verse"><l met="dactylic"><q><gap reason="lost"/> κτίσσε δὲ Δαρδανίην</q></l></quote> <bibl n="Hom. Il. 20.216">Hom. Il. 20.216</bibl> γάρ πού φησιν, <quote type="verse"><l met="dactylic"><gap reason="lost"/>ἐπεὶ οὔπω Ἴλιος ἱρὴ</l><l>ἐν πεδίῳ πεπόλιστο, πόλις μερόπων ἀνθρώπων,</l><l>ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκουν πολυπιδάκου Ἴδης.</l></quote> <bibl n="Hom. Il. 20.216">Hom. Il. 20.216</bibl></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="682"><p><said who="#Ἀθηναῖος" rend="merge"><milestone unit="page" resp="Stephanus" n="682"/><milestone unit="section" resp="Stephanus" n="682a"/><label>ΑΘ.</label> λέγει γὰρ δὴ ταῦτα τὰ ἔπη καὶ ἐκεῖνα, ἃ περὶ τῶν Κυκλώπων εἴρηκεν, κατὰ θεόν πως εἰρημένα καὶ κατὰ φύσιν· θεῖον γὰρ οὖν δὴ καὶ τὸ ποιητικὸν ἐνθεαστικὸν ὂν γένος ὑμνῳδοῦν, πολλῶν τῶν κατʼ ἀλήθειαν γιγνομένων σύν τισιν Χάρισιν καὶ Μούσαις ἐφάπτεται ἑκάστοτε.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καὶ μάλα.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> εἰς δὴ τὸ πρόσθεν προέλθωμεν ἔτι τοῦ νῦν ἐπελθόντος ἡμῖν μύθου· τάχα γὰρ ἂν σημήνειέ τι τῆς ἡμετέρας περὶ βουλήσεως. οὐκοῦν χρή;</said></p><p><said who="#Κλεινίας"><milestone unit="section" resp="Stephanus" n="682b"/><label>ΚΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> κατῳκίσθη δή, φαμέν, ἐκ τῶν ὑψηλῶν εἰς μέγα τε καὶ καλὸν πεδίον Ἴλιον, ἐπὶ λόφον τινὰ οὐχ ὑψηλὸν καὶ ἔχοντα ποταμοὺς πολλοὺς ἄνωθεν ἐκ τῆς Ἴδης ὡρμημένους.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> φασὶ γοῦν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἆρʼ οὖν οὐκ ἐν πολλοῖς τισι χρόνοις τοῖς μετὰ τὸν κατακλυσμὸν τοῦτο οἰόμεθα γεγονέναι;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς δʼ οὐκ ἐν πολλοῖς;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> δεινὴ γοῦν ἔοικεν αὐτοῖς λήθη τότε παρεῖναι τῆς <milestone unit="section" resp="Stephanus" n="682c"/> νῦν λεγομένης φθορᾶς, ὅθʼ οὕτως ὑπὸ ποταμοὺς πολλοὺς καὶ ἐκ τῶν ὑψηλῶν ῥέοντας πόλιν ὑπέθεσαν, πιστεύσαντες οὐ σφόδρα ὑψηλοῖς τισιν λόφοις.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> δῆλον οὖν ὡς παντάπασί τι<add>να</add> μακρὸν ἀπεῖχον χρόνον τοῦ τοιούτου πάθους.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καὶ ἄλλαι γε οἶμαι πόλεις τότε κατῴκουν ἤδη πολλαί, πληθυόντων τῶν ἀνθρώπων.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τί μήν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> αἵ γέ που καὶ ἐπεστρατεύσαντο αὐτῇ, καὶ κατὰ θάλατταν δὲ ἴσως, ἀφόβως ἤδη πάντων χρωμένων τῇ θαλάττῃ. </said></p><p><said who="#Κλεινίας"><milestone unit="section" resp="Stephanus" n="682d"/><label>ΚΛ.</label> φαίνεται.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> δέκα δʼ ἔτη που μείναντες Ἀχαιοὶ τὴν Τροίαν ἀνάστατον ἐποίησαν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καὶ μάλα.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν ἐν τούτῳ τῷ χρόνῳ, ὄντι δεκέτει, ὃν τὸ Ἴλιον ἐπολιορκεῖτο, τὰ τῶν πολιορκούντων ἑκάστων οἴκοι κακὰ πολλὰ συνέβαινεν γιγνόμενα περὶ τὰς στάσεις τῶν νέων, οἳ καὶ ἀφικομένους τοὺς στρατιώτας εἰς τὰς αὑτῶν πόλεις τε καὶ οἰκίας οὐ καλῶς οὐδʼ ἐν δίκῃ ὑπεδέξαντο, <milestone unit="section" resp="Stephanus" n="682e"/> ἀλλʼ ὥστε θανάτους τε καὶ σφαγὰς καὶ φυγὰς γενέσθαι παμπόλλας· οἳ πάλιν ἐκπεσόντες κατῆλθον μεταβαλόντες ὄνομα, Δωριῆς ἀντʼ Ἀχαιῶν κληθέντες διὰ τὸ τὸν συλλέξαντα εἶναι τὰς τότε φυγὰς Δωριᾶ. καὶ δὴ ταῦτά γε ἤδη πάνθʼ ὑμεῖς, ὦ Λακεδαιμόνιοι, τἀντεῦθεν μυθολογεῖτέ τε καὶ διαπεραίνετε.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> τί μήν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="683"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὅθεν δὴ κατʼ ἀρχὰς ἐξετραπόμεθα περὶ νόμων διαλεγόμενοι, περιπεσόντες μουσικῇ τε καὶ ταῖς μέθαις, νῦν ἐπὶ τὰ αὐτὰ πάλιν ἀφίγμεθα ὥσπερ κατὰ θεόν, καὶ ὁ λόγος ἡμῖν οἷον λαβὴν ἀποδίδωσιν· ἥκει γὰρ ἐπὶ τὴν εἰς Λακεδαίμονα 
<milestone unit="page" resp="Stephanus" n="683"/><milestone unit="section" resp="Stephanus" n="683a"/> κατοίκισιν αὐτήν, ἣν ὑμεῖς ὀρθῶς ἔφατε κατοικεῖσθαι καὶ Κρήτην ὡς ἀδελφοῖς νόμοις. νῦν οὖν δὴ τοσόνδε πλεονεκτοῦμεν τῇ πλάνῃ τοῦ λόγου, διὰ πολιτειῶν τινων καὶ κατοικισμῶν διεξελθόντες· ἐθεασάμεθα πρώτην τε καὶ δευτέραν καὶ τρίτην πόλιν, ἀλλήλων, ὡς οἰόμεθα, ταῖς κατοικίσεσιν ἐχομένας ἐν χρόνου τινὸς μήκεσιν ἀπλέτοις, νῦν δὲ δὴ τετάρτη τις ἡμῖν αὕτη πόλις, εἰ δὲ βούλεσθε, ἔθνος ἥκει κατοικιζόμενόν τέ ποτε καὶ νῦν κατῳκισμένον. <milestone unit="section" resp="Stephanus" n="683b"/> ἐξ ὧν ἁπάντων εἴ τι συνεῖναι δυνάμεθα τί τε καλῶς ἢ μὴ κατῳκίσθη, καὶ ποῖοι νόμοι σῴζουσιν αὐτῶν τὰ σῳζόμενα καὶ ποῖοι φθείρουσι τὰ φθειρόμενα, καὶ ἀντὶ ποίων ποῖα μετατεθέντα εὐδαίμονα πόλιν ἀπεργάζοιτʼ ἄν, ὦ Μέγιλλέ τε καὶ Κλεινία, ταῦτα δὴ πάλιν οἷον ἐξ ἀρχῆς ἡμῖν λεκτέον, εἰ μή τι τοῖς εἰρημένοις ἐγκαλοῦμεν λόγοις.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> εἰ γοῦν, ὦ ξένε, τις ἡμῖν ὑπόσχοιτο θεὸς ὡς, ἐὰν <milestone unit="section" resp="Stephanus" n="683c"/> ἐπιχειρήσωμεν τὸ δεύτερον τῇ τῆς νομοθεσίας σκέψει, τῶν νῦν εἰρημένων λόγων οὐ χείρους οὐδʼ ἐλάττους ἀκουσόμεθα, μακρὰν ἂν ἔλθοιμι ἔγωγε, καί μοι βραχεῖʼ ἂν δόξειεν ἡ νῦν παροῦσα ἡμέρα γίγνεσθαι. καίτοι σχεδόν γʼ ἐστὶν ἡ ἐκ θερινῶν εἰς τὰ χειμερινὰ τοῦ θεοῦ τρεπομένου.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> χρὴ δὴ ταῦτα, ὡς ἔοικεν, σκοπεῖν.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> γενώμεθα δὴ ταῖς διανοίαις ἐν τῷ τότε χρόνῳ, ὅτε Λακεδαίμων μὲν καὶ Ἄργος καὶ Μεσσήνη καὶ τὰ μετὰ <milestone unit="section" resp="Stephanus" n="683d"/> τούτων ὑποχείρια τοῖς προγόνοις ὑμῶν, ὦ Μέγιλλε, ἱκανῶς ἐγεγόνει· τὸ δὲ δὴ μετὰ τοῦτο ἔδοξεν αὐτοῖς, ὥς γε λέγεται τὸ τοῦ μύθου, τριχῇ τὸ στράτευμα διανείμαντας, τρεῖς πόλεις κατοικίζειν, Ἄργος, Μεσσήνην, Λακεδαίμονα.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καὶ βασιλεὺς μὲν Ἄργους Τήμενος ἐγίγνετο, Μεσσήνης δὲ Κρεσφόντης, Λακεδαίμονος δὲ Προκλῆς καὶ Εὐρυσθένης.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καὶ πάντες δὴ τούτοις ὤμοσαν οἱ τότε βοηθήσειν, <milestone unit="section" resp="Stephanus" n="683e"/> ἐάν τις τὴν βασιλείαν αὐτῶν διαφθείρῃ.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> τί μήν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> βασιλεία δὲ καταλύεται, ὦ πρὸς Διός, ἢ καί τις ἀρχὴ πώποτε κατελύθη, μῶν ὑπό τινων ἄλλων ἢ σφῶν αὐτῶν; ἢ νυνδὴ μέν, ὀλίγον ἔμπροσθεν τούτοις περιτυχόντες τοῖς λόγοις, οὕτω ταῦτʼ ἐτίθεμεν, νῦν δʼ ἐπιλελήσμεθα;</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> καὶ πῶς;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="684"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν νῦν δὴ μᾶλλον βεβαιωσόμεθα τὸ τοιοῦτον· περιτυχόντες γὰρ ἔργοις γενομένοις, ὡς ἔοικεν, ἐπὶ τὸν αὐτὸν λόγον ἐληλύθαμεν, ὥστε οὐ περὶ κενόν τι ζητήσομεν 
<milestone unit="page" resp="Stephanus" n="684"/><milestone unit="section" resp="Stephanus" n="684a"/> τὸν αὐτὸν λόγον, ἀλλὰ περὶ γεγονός τε καὶ ἔχον ἀλήθειαν. γέγονεν δὴ τάδε· βασιλεῖαι τρεῖς βασιλευομέναις πόλεσιν τριτταῖς ὤμοσαν ἀλλήλαις ἑκάτεραι, κατὰ νόμους οὓς ἔθεντο τοῦ τε ἄρχειν καὶ ἄρχεσθαι κοινούς, οἱ μὲν μὴ βιαιοτέραν τὴν ἀρχὴν ποιήσεσθαι προϊόντος τοῦ χρόνου καὶ γένους, οἱ δέ, ταῦτα ἐμπεδούντων τῶν ἀρχόντων, μήτε αὐτοὶ τὰς βασιλείας ποτὲ καταλύσειν μήτʼ ἐπιτρέψειν ἐπιχειροῦσιν <milestone unit="section" resp="Stephanus" n="684b"/> ἑτέροις, βοηθήσειν δὲ βασιλῆς τε βασιλεῦσιν ἀδικουμένοις καὶ δήμοις, καὶ δῆμοι δήμοις καὶ βασιλεῦσιν ἀδικουμένοις. ἆρʼ οὐχ οὕτως;</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> οὕτω μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν τό γε μέγιστον ταῖς καταστάσεσιν τῶν πολιτειῶν ὑπῆρχεν ταῖς ἐν ταῖς τρισὶ πόλεσι νομοθετουμέναις, εἴτε οἱ βασιλῆς ἐνομοθέτουν εἴτʼ ἄλλοι τινές;</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> ποῖον;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὸ βοηθούς γε εἶναι τὰς δύο ἐπὶ τὴν μίαν ἀεὶ πόλιν, τὴν τοῖς τεθεῖσιν νόμοις ἀπειθοῦσαν.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> δῆλον. </said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="684c"/><label>ΑΘ.</label> καὶ μὴν τοῦτό γε οἱ πολλοὶ προστάττουσιν τοῖς νομοθέταις, ὅπως τοιούτους θήσουσιν τοὺς νόμους οὓς ἑκόντες οἱ δῆμοι καὶ τὰ πλήθη δέξονται, καθάπερ ἂν εἴ τις γυμνασταῖς ἢ ἰατροῖς προστάττοι μεθʼ ἡδονῆς θεραπεύειν τε καὶ ἰᾶσθαι τὰ θεραπευόμενα σώματα.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὸ δέ γʼ ἐστὶν ἀγαπητὸν πολλάκις εἰ καί τις μετὰ λύπης μὴ μεγάλης δύναιτο εὐεκτικά τε καὶ ὑγιῆ σώματα ἀπεργάζεσθαι.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> τί μήν;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="684d"/><label>ΑΘ.</label> καὶ τόδε γε ἔτι τοῖς τότε ὑπῆρχεν οὐ σμικρὸν εἰς ῥᾳστώνην τῆς θέσεως τῶν νόμων.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκ ἦν τοῖς νομοθέταις ἡ μεγίστη τῶν μέμψεων, ἰσότητα αὐτοῖς τινα κατασκευάζουσιν τῆς οὐσίας, ἥπερ ἐν ἄλλαις νομοθετουμέναις πόλεσι πολλαῖς γίγνεται, ἐάν τις ζητῇ γῆς τε κτῆσιν κινεῖν καὶ χρεῶν διάλυσιν, ὁρῶν ὡς οὐκ ἂν δύναιτο ἄνευ τούτων γενέσθαι ποτὲ τὸ ἴσον ἱκανῶς· ὡς ἐπιχειροῦντι δὴ νομοθέτῃ κινεῖν τῶν τοιούτων τι πᾶς ἀπαντᾷ <milestone unit="section" resp="Stephanus" n="684e"/> λέγων μὴ κινεῖν τὰ ἀκίνητα, καὶ ἐπαρᾶται γῆς τε ἀναδασμοὺς εἰσηγούμενον καὶ χρεῶν ἀποκοπάς, ὥστʼ εἰς ἀπορίαν καθίστασθαι πάντʼ ἄνδρα. τοῖς δὲ δὴ Δωριεῦσι καὶ τοῦθʼ οὕτως ὑπῆρχεν καλῶς καὶ ἀνεμεσήτως, γῆν τε ἀναμφισβητήτως διανέμεσθαι, καὶ χρέα μεγάλα καὶ παλαιὰ οὐκ ἦν.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> ἀληθῆ.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πῇ δή ποτε οὖν, ὦ ἄριστοι, κακῶς οὕτως αὐτοῖς ἐχώρησεν ἡ κατοίκισίς τε καὶ νομοθεσία;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="685"><p><said who="#Μέγιλλος"><milestone unit="page" resp="Stephanus" n="685"/><milestone unit="section" resp="Stephanus" n="685a"/><label>ΜΕ.</label> πῶς δὴ καὶ τί μεμφόμενος αὐτῶν λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὅτι τριῶν γενομένων τῶν οἰκήσεων τὰ δύο αὐτῶν μέρη ταχὺ τήν τε πολιτείαν καὶ τοὺς νόμους διέφθειρεν, τὸ δὲ ἓν μόνον ἔμεινεν, τὸ τῆς ὑμετέρας πόλεως.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> οὐ πάνυ ῥᾴδιον ἐρωτᾷς.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἀλλὰ μὴν δεῖ γε ἡμᾶς τοῦτο ἐν τῷ νῦν σκοποῦντας καὶ ἐξετάζοντας, περὶ νόμων παίζοντας παιδιὰν πρεσβυτικὴν σώφρονα, διελθεῖν τὴν ὁδὸν ἀλύπως, ὡς ἔφαμεν ἡνίκα <milestone unit="section" resp="Stephanus" n="685b"/> ἠρχόμεθα πορεύεσθαι.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> τί μήν; καὶ ποιητέον γε ὡς λέγεις.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τίνʼ οὖν ἂν σκέψιν καλλίω ποιησαίμεθα περὶ νόμων ἢ τούτων οἳ ταύτας διακεκοσμήκασιν; ἢ πόλεων περὶ τίνων εὐδοκιμωτέρων τε καὶ μειζόνων κατοικίσεων σκοποίμεθʼ ἄν;</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> οὐ ῥᾴδιον ἀντὶ τούτων ἑτέρας λέγειν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν ὅτι μὲν διενοοῦντό γε οἱ τότε τὴν κατασκευὴν ταύτην οὐ Πελοποννήσῳ μόνον ἔσεσθαι βοηθὸν <milestone unit="section" resp="Stephanus" n="685c"/> ἱκανήν, σχεδὸν δῆλον, ἀλλὰ καὶ τοῖς Ἕλλησιν πᾶσιν, εἴ τις τῶν βαρβάρων αὐτοὺς ἀδικοῖ, καθάπερ οἱ περὶ τὸ Ἴλιον οἰκοῦντες τότε, πιστεύοντες τῇ τῶν Ἀσσυρίων δυνάμει τῇ περὶ Νῖνον γενομένῃ, θρασυνόμενοι τὸν πόλεμον ἤγειραν τὸν ἐπὶ Τροίαν. ἦν γὰρ ἔτι τὸ τῆς ἀρχῆς ἐκείνης σχῆμα τὸ σῳζόμενον οὐ σμικρόν· καθάπερ νῦν τὸν μέγαν βασιλέα φοβούμεθα ἡμεῖς, καὶ τότε ἐκείνην τὴν συσταθεῖσαν σύνταξιν ἐδέδισαν οἱ τότε. μέγα γὰρ ἔγκλημα πρὸς αὐτοὺς <milestone unit="section" resp="Stephanus" n="685d"/> ἡ τῆς Τροίας ἅλωσις τὸ δεύτερον ἐγεγόνει· τῆς ἀρχῆς γὰρ τῆς ἐκείνων ἦν μόριον. πρὸς δὴ ταῦτʼ ἦν πάντα ἡ τοῦ στρατοπέδου τοῦ τότε διανεμηθεῖσα εἰς τρεῖς πόλεις κατασκευὴ μία ὑπὸ βασιλέων ἀδελφῶν, παίδων Ἡρακλέους, καλῶς, ὡς ἐδόκει, ἀνηυρημένη καὶ κατακεκοσμημένη καὶ διαφερόντως τῆς ἐπὶ τὴν Τροίαν ἀφικομένης. πρῶτον μὲν γὰρ τοὺς Ἡρακλείδας τῶν Πελοπιδῶν ἀμείνους ἡγοῦντο ἀρχόντων ἄρχοντας ἔχειν, ἔπειτʼ αὖ τὸ στρατόπεδον τοῦτο <milestone unit="section" resp="Stephanus" n="685e"/> τοῦ ἐπὶ Τροίαν ἀφικομένου διαφέρειν πρὸς ἀρετήν· νενικηκέναι γὰρ τούτους, ἡττᾶσθαι δʼ ὑπὸ τούτων ἐκείνους, Ἀχαιοὺς ὄντας ὑπὸ Δωριῶν. ἆρʼ οὐχ οὕτως οἰόμεθα καί τινι διανοίᾳ ταύτῃ κατασκευάζεσθαι τοὺς τότε;</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πάνυ μὲν οὖν.</said></p></div></div></div></body></text></TEI>