<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" resp="perseus" n="676"><p><said who="#Ἀθηναῖος"><milestone unit="page" resp="Stephanus" n="676"/><milestone unit="section" resp="Stephanus" n="676a"/><label>ΑΘ.</label> ταῦτα μὲν οὖν δὴ ταύτῃ· πολιτείας δὲ ἀρχὴν τίνα ποτὲ φῶμεν γεγονέναι; μῶν οὐκ ἐνθένδε τις ἂν αὐτὴν ῥᾷστά τε καὶ κάλλιστα κατίδοι;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πόθεν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὅθενπερ καὶ τὴν τῶν πόλεων ἐπίδοσιν εἰς ἀρετὴν μεταβαίνουσαν ἅμα καὶ κακίαν ἑκάστοτε θεατέον.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> λέγεις δὲ πόθεν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οἶμαι μὲν ἀπὸ χρόνου μήκους τε καὶ ἀπειρίας καὶ <milestone unit="section" resp="Stephanus" n="676b"/> τῶν μεταβολῶν ἐν τῷ τοιούτῳ.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> φέρε, ἀφʼ οὗ πόλεις τʼ εἰσὶν καὶ ἄνθρωποι πολιτευόμενοι, δοκεῖς ἄν ποτε κατανοῆσαι χρόνου πλῆθος ὅσον γέγονεν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὔκουν ῥᾴδιόν γε οὐδαμῶς.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὸ δέ γε ὡς ἄπλετόν τι καὶ ἀμήχανον ἂν εἴη;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πάνυ μὲν οὖν τοῦτό γε.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> μῶν οὖν οὐ μυρίαι μὲν ἐπὶ μυρίαις ἡμῖν γεγόνασι πόλεις ἐν τούτῳ τῷ χρόνῳ, κατὰ τὸν αὐτὸν δὲ τοῦ πλήθους <milestone unit="section" resp="Stephanus" n="676c"/> λόγον οὐκ ἐλάττους ἐφθαρμέναι; πεπολιτευμέναι δʼ αὖ πάσας πολιτείας πολλάκις ἑκασταχοῦ; καὶ τοτὲ μὲν ἐξ ἐλαττόνων μείζους, τοτὲ δʼ ἐκ μειζόνων ἐλάττους, καὶ χείρους ἐκ βελτιόνων γεγόνασι καὶ βελτίους ἐκ χειρόνων;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἀναγκαῖον.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ταύτης δὴ πέρι λάβωμεν, εἰ δυναίμεθα, τῆς μεταβολῆς τὴν αἰτίαν· τάχα γὰρ ἂν ἴσως δείξειεν ἡμῖν τὴν πρώτην τῶν πολιτειῶν γένεσιν καὶ μετάβασιν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> εὖ λέγεις, καὶ προθυμεῖσθαι δεῖ, σὲ μὲν ὃ διανοῇ περὶ αὐτῶν ἀποφαινόμενον, ἡμᾶς δὲ συνεπομένους. </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="677"><p><said who="#Ἀθηναῖος"><milestone unit="page" resp="Stephanus" n="677"/><milestone unit="section" resp="Stephanus" n="677a"/><label>ΑΘ.</label> ἆρʼ οὖν ὑμῖν οἱ παλαιοὶ λόγοι ἀλήθειαν ἔχειν τινὰ δοκοῦσιν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ποῖοι δή;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὸ πολλὰς ἀνθρώπων φθορὰς γεγονέναι κατακλυσμοῖς τε καὶ νόσοις καὶ ἄλλοις πολλοῖς, ἐν οἷς βραχύ τι τῶν ἀνθρώπων λείπεσθαι γένος.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πάνυ μὲν οὖν πιθανὸν τὸ τοιοῦτον πᾶν παντί.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> φέρε δή, νοήσωμεν μίαν τῶν πολλῶν ταύτην τὴν τῷ κατακλυσμῷ ποτε γενομένην.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὸ ποῖόν τι περὶ αὐτῆς διανοηθέντες;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="677b"/><label>ΑΘ.</label> ὡς οἱ τότε περιφυγόντες τὴν φθορὰν σχεδὸν ὄρειοί τινες ἂν εἶεν νομῆς, ἐν κορυφαῖς που σμικρὰ ζώπυρα τοῦ τῶν ἀνθρώπων διασεσωμένα γένους.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> δῆλον.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καὶ δὴ τοὺς τοιούτους γε ἀνάγκη που τῶν ἄλλων ἀπείρους εἶναι τεχνῶν καὶ τῶν ἐν τοῖς ἄστεσι πρὸς ἀλλήλους μηχανῶν εἴς τε πλεονεξίας καὶ φιλονικίας καὶ ὁπόσʼ ἄλλα κακουργήματα πρὸς ἀλλήλους ἐπινοοῦσιν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> εἰκὸς γοῦν. </said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="677c"/><label>ΑΘ.</label> θῶμεν δὴ τὰς ἐν τοῖς πεδίοις πόλεις καὶ πρὸς θαλάττῃ κατοικούσας ἄρδην ἐν τῷ τότε χρόνῳ διαφθείρεσθαι;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> θῶμεν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν ὄργανά τε πάντα ἀπόλλυσθαι, καὶ εἴ τι τέχνης ἦν ἐχόμενον σπουδαίως ηὑρημένον ἢ πολιτικῆς ἢ καὶ σοφίας τινὸς ἑτέρας, πάντα ἔρρειν ταῦτα ἐν τῷ τότε χρόνῳ φήσομεν; πῶς γὰρ ἄν, ὦ ἄριστε, εἴ γε ἔμενεν τάδε οὕτω τὸν πάντα χρόνον ὡς νῦν διακεκόσμηται, καινὸν ἀνηυρίσκετό ποτε καὶ ὁτιοῦν;</said></p><p><said who="#Κλεινίας"><milestone unit="section" resp="Stephanus" n="677d"/><label>ΚΛ.</label> τοῦτο ὅτι μὲν μυριάκις μύρια ἔτη διελάνθανεν ἄρα τοὺς τότε, χίλια δὲ ἀφʼ οὗ γέγονεν ἢ δὶς τοσαῦτα ἔτη, τὰ μὲν Δαιδάλῳ καταφανῆ γέγονεν, τὰ δὲ Ὀρφεῖ, τὰ δὲ Παλαμήδει, τὰ δὲ περὶ μουσικὴν Μαρσύᾳ καὶ Ὀλύμπῳ, περὶ λύραν δὲ Ἀμφίονι, τὰ δὲ ἄλλα ἄλλοις πάμπολλα, ὡς ἔπος εἰπεῖν χθὲς καὶ πρῴην γεγονότα.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἄριστʼ, ὦ Κλεινία, τὸν φίλον ὅτι παρέλιπες, τὸν ἀτεχνῶς χθὲς γενόμενον.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> μῶν φράζεις Ἐπιμενίδην;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="677e"/><label>ΑΘ.</label> ναί, τοῦτον· πολὺ γὰρ ὑμῖν ὑπερεπήδησε τῷ μηχανήματι τοὺς σύμπαντας, ὦ φίλε, ὃ λόγῳ μὲν Ἡσίοδος ἐμαντεύετο πάλαι, τῷ δὲ ἔργῳ ἐκεῖνος ἀπετέλεσεν, ὡς ὑμεῖς φατε.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> φαμὲν γὰρ οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="678"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν οὕτω δὴ λέγωμεν ἔχειν τότε, ὅτʼ ἐγένετο ἡ φθορά, τὰ περὶ τοὺς ἀνθρώπους πράγματα, μυρίαν μέν τινα φοβερὰν ἐρημίαν, γῆς δʼ ἀφθόνου πλῆθος πάμπολυ, ζῴων δὲ τῶν ἄλλων ἐρρόντων, βουκόλιʼ ἄττα, καὶ εἴ τί που αἰγῶν περιλειφθὲν ἐτύγχανεν γένος, σπάνια καὶ ταῦτα 
<milestone unit="page" resp="Stephanus" n="678"/><milestone unit="section" resp="Stephanus" n="678a"/> νέμουσιν εἶναι ζῆν τότε κατʼ ἀρχάς;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τί μήν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πόλεως δὲ καὶ πολιτείας πέρι καὶ νομοθεσίας, ὧν νῦν ὁ λόγος ἡμῖν παρέστηκεν, ἆρʼ ὡς ἔπος εἰπεῖν οἰόμεθα καὶ μνήμην εἶναι τὸ παράπαν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὐδαμῶς.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν ἐξ ἐκείνων τῶν διακειμένων οὕτω τὰ νῦν γέγονεν ἡμῖν σύμπαντα, πόλεις τε καὶ πολιτεῖαι καὶ τέχναι καὶ νόμοι, καὶ πολλὴ μὲν πονηρία, πολλὴ δὲ καὶ ἀρετή;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="678b"/><label>ΑΘ.</label> ἆρʼ οἰόμεθα, ὦ θαυμάσιε, τοὺς τότε, ἀπείρους ὄντας πολλῶν μὲν καλῶν τῶν κατὰ τὰ ἄστη, πολλῶν δὲ καὶ τῶν ἐναντίων, τελέους πρὸς ἀρετὴν ἢ πρὸς κακίαν γεγονέναι;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καλῶς εἶπες, καὶ μανθάνομεν ὃ λέγεις.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν προϊόντος μὲν τοῦ χρόνου, πληθύοντος δʼ ἡμῶν τοῦ γένους, εἰς πάντα τὰ νῦν καθεστηκότα προελήλυθεν πάντα;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ὀρθότατα.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκ ἐξαίφνης γε, ὡς εἰκός, κατὰ σμικρὸν δὲ ἐν παμπόλλῳ τινὶ χρόνῳ. </said></p><p><said who="#Κλεινίας"><milestone unit="section" resp="Stephanus" n="678c"/><label>ΚΛ.</label> καὶ μάλα πρέπει τοῦθʼ οὕτως.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἐκ γὰρ τῶν ὑψηλῶν εἰς τὰ πεδία καταβαίνειν, οἶμαι, πᾶσιν φόβος ἔναυλος ἐγεγόνει.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἆρʼ οὐχ ἅσμενοι μὲν ἑαυτοὺς ἑώρων διʼ ὀλιγότητα ἐν τοῖς περὶ ἐκεῖνον τὸν χρόνον, πορεῖα δέ, ὥστʼ ἐπʼ ἀλλήλους τότε πορεύεσθαι κατὰ γῆν ἢ κατὰ θάλατταν, σὺν ταῖς τέχναις ὡς ἔπος εἰπεῖν πάντα σχεδὸν ἀπωλώλει; συμμίσγειν οὖν ἀλλήλοις οὐκ ἦν οἶμαι σφόδρα δυνατόν· σίδηρος γὰρ <milestone unit="section" resp="Stephanus" n="678d"/> καὶ χαλκὸς καὶ πάντα τὰ μεταλλεῖα συγκεχυμένα ἠφάνιστο, ὥστε ἀπορία πᾶσα ἦν τοῦ ἀνακαθαίρεσθαι τὰ τοιαῦτα, δρυοτομίας τε εἶχον σπάνιν. εἰ γάρ πού τι καὶ περιγεγονὸς ἦν ὄργανον ἐν ὄρεσι, ταῦτα μὲν ταχὺ κατατριβέντα ἠφάνιστο, ἄλλα δὲ οὐκ ἔμελλεν γενήσεσθαι, πρὶν πάλιν ἡ τῶν μεταλλέων ἀφίκοιτο εἰς ἀνθρώπους τέχνη.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> γενεαῖς δὴ πόσαις ὕστερον οἰόμεθα τοῦθʼ οὕτως γεγονέναι;</said></p><p><said who="#Κλεινίας"><milestone unit="section" resp="Stephanus" n="678e"/><label>ΚΛ.</label> δῆλον ὅτι παμπόλλαις τισίν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν καὶ τέχναι, ὅσαιπερ σιδήρου δέονται καὶ χαλκοῦ καὶ τῶν τοιούτων ἁπάντων, τὸν αὐτὸν χρόνον καὶ ἔτι πλείονα ἠφανισμέναι ἂν εἶεν ἐν τῷ τότε;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τί μήν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καὶ τοίνυν στάσις ἅμα καὶ πόλεμος ἀπωλώλει κατὰ τὸν τότε χρόνον πολλαχῇ.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="679"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πρῶτον μὲν ἠγάπων καὶ ἐφιλοφρονοῦντο ἀλλήλους διʼ ἐρημίαν, ἔπειτα οὐ περιμάχητος ἦν αὐτοῖς ἡ τροφή. 
<milestone unit="page" resp="Stephanus" n="679"/><milestone unit="section" resp="Stephanus" n="679a"/> νομῆς γὰρ οὐκ ἦν σπάνις, εἰ μή τισιν κατʼ ἀρχὰς ἴσως, ᾗ δὴ τὸ πλεῖστον διέζων ἐν τῷ τότε χρόνῳ· γάλακτος γὰρ καὶ κρεῶν οὐδαμῶς ἐνδεεῖς ἦσαν, ἔτι δὲ θηρεύοντες οὐ φαύλην οὐδʼ ὀλίγην τροφὴν παρείχοντο. καὶ μὴν ἀμπεχόνης γε καὶ στρωμνῆς καὶ οἰκήσεων καὶ σκευῶν ἐμπύρων τε καὶ ἀπύρων ηὐπόρουν· αἱ πλαστικαὶ γὰρ καὶ ὅσαι πλεκτικαὶ τῶν τεχνῶν οὐδὲ ἓν προσδέονται σιδήρου, ταῦτα δὲ <milestone unit="section" resp="Stephanus" n="679b"/> πάντα τούτω τὼ τέχνα θεὸς ἔδωκε πορίζειν τοῖς ἀνθρώποις, ἵνʼ ὁπότε εἰς τὴν τοιαύτην ἀπορίαν ἔλθοιεν, ἔχοι βλάστην καὶ ἐπίδοσιν τὸ τῶν ἀνθρώπων γένος. πένητες μὲν δὴ διὰ τὸ τοιοῦτον σφόδρα οὐκ ἦσαν, οὐδʼ ὑπὸ πενίας ἀναγκαζόμενοι διάφοροι ἑαυτοῖς ἐγίγνοντο· πλούσιοι δʼ οὐκ ἄν ποτε ἐγένοντο ἄχρυσοί τε καὶ ἀνάργυροι ὄντες, ὃ τότε ἐν ἐκείνοις παρῆν. ᾗ δʼ ἄν ποτε συνοικίᾳ μήτε πλοῦτος συνοικῇ μήτε πενία, σχεδὸν ἐν ταύτῃ γενναιότατα ἤθη γίγνοιτʼ ἄν· οὔτε <milestone unit="section" resp="Stephanus" n="679c"/> γὰρ ὕβρις οὔτʼ ἀδικία, ζῆλοί τε αὖ καὶ φθόνοι οὐκ ἐγγίγνονται. ἀγαθοὶ μὲν δὴ διὰ ταῦτά τε ἦσαν καὶ διὰ τὴν λεγομένην εὐήθειαν· ἃ γὰρ ἤκουον καλὰ καὶ αἰσχρά, εὐήθεις ὄντες ἡγοῦντο ἀληθέστατα λέγεσθαι καὶ ἐπείθοντο. ψεῦδος γὰρ ὑπονοεῖν οὐδεὶς ἠπίστατο διὰ σοφίαν, ὥσπερ τὰ νῦν, ἀλλὰ περὶ θεῶν τε καὶ ἀνθρώπων τὰ λεγόμενα ἀληθῆ νομίζοντες ἔζων κατὰ ταῦτα· διόπερ ἦσαν τοιοῦτοι παντάπασιν οἵους αὐτοὺς ἡμεῖς ἄρτι διεληλύθαμεν. </said></p><p><said who="#Κλεινίας"><milestone unit="section" resp="Stephanus" n="679d"/><label>ΚΛ.</label> ἐμοὶ γοῦν δὴ καὶ τῷδε οὕτως ταῦτα συνδοκεῖ.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν εἴπωμεν ὅτι γενεαὶ διαβιοῦσαι πολλαὶ τοῦτον τὸν τρόπον τῶν πρὸ κατακλυσμοῦ γεγονότων καὶ τῶν νῦν ἀτεχνότεροι μὲν καὶ ἀμαθέστεροι πρός τε τὰς ἄλλας μέλλουσιν εἶναι τέχνας καὶ πρὸς τὰς πολεμικάς, ὅσαι τε πεζαὶ καὶ ὅσαι κατὰ θάλατταν γίγνονται τὰ νῦν, καὶ ὅσαι δὴ κατὰ πόλιν μόνον αὐτοῦ, δίκαι καὶ στάσεις λεγόμεναι, λόγοις <milestone unit="section" resp="Stephanus" n="679e"/> ἔργοις τε μεμηχανημέναι πάσας μηχανὰς εἰς τὸ κακουργεῖν τε ἀλλήλους καὶ ἀδικεῖν, εὐηθέστεροι δὲ καὶ ἀνδρειότεροι καὶ ἅμα σωφρονέστεροι καὶ σύμπαντα δικαιότεροι; τὸ δὲ τούτων αἴτιον ἤδη διεληλύθαμεν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ὀρθῶς λέγεις.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="680"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> λελέχθω δὴ ταῦτα ἡμῖν καὶ τὰ τούτοις συνεπόμενα ἔτι πάντα εἰρήσθω τοῦδʼ ἕνεκα, ἵνα νοήσωμεν τοῖς τότε 
<milestone unit="page" resp="Stephanus" n="680"/><milestone unit="section" resp="Stephanus" n="680a"/> νόμων τίς ποτʼ ἦν χρεία καὶ τίς ἦν νομοθέτης αὐτοῖς.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καὶ καλῶς γε εἴρηκας.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἆρʼ οὖν ἐκεῖνοι μὲν οὔτʼ ἐδέοντο νομοθετῶν οὔτε πω ἐφίλει κατὰ τούτους τοὺς χρόνους γίγνεσθαι τὸ τοιοῦτον; οὐδὲ γὰρ γράμματα ἔστι πω τοῖς ἐν τούτῳ τῷ μέρει τῆς περιόδου γεγονόσιν, ἀλλʼ ἔθεσι καὶ τοῖς λεγομένοις πατρίοις νόμοις ἑπόμενοι ζῶσιν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> εἰκὸς γοῦν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πολιτείας δέ γε ἤδη καὶ τρόπος ἐστίν τις οὗτος.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τίς;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="680b"/><label>ΑΘ.</label> δοκοῦσί μοι πάντες τὴν ἐν τούτῳ τῷ χρόνῳ πολιτείαν δυναστείαν καλεῖν, ἣ καὶ νῦν ἔτι πολλαχοῦ καὶ ἐν Ἕλλησι καὶ κατὰ βαρβάρους ἐστίν· λέγει δʼ αὐτήν που καὶ Ὅμηρος γεγονέναι περὶ τὴν τῶν Κυκλώπων οἴκησιν, εἰπὼν—<quote type="verse"><l met="dactylic">τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,</l><l>ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα</l><l>ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος</l></quote> <milestone unit="section" resp="Stephanus" n="680c"/> <cit><quote type="verse"><l met="c">παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.</l></quote><bibl>Hom. Od. 9.112</bibl></cit> </said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἔοικέν γε ὁ ποιητὴς ὑμῖν οὗτος γεγονέναι χαρίεις. καὶ γὰρ δὴ καὶ ἄλλα αὐτοῦ διεληλύθαμεν μάλʼ ἀστεῖα, οὐ μὴν πολλά γε· οὐ γὰρ σφόδρα χρώμεθα οἱ Κρῆτες τοῖς ξενικοῖς ποιήμασιν.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> ἡμεῖς δʼ αὖ χρώμεθα μέν, καὶ ἔοικέν γε κρατεῖν τῶν τοιούτων ποιητῶν, οὐ μέντοι Λακωνικόν γε ἀλλά τινα <milestone unit="section" resp="Stephanus" n="680d"/> μᾶλλον Ἰωνικὸν βίον διεξέρχεται ἑκάστοτε. νῦν μὴν εὖ τῷ σῷ λόγῳ ἔοικε μαρτυρεῖν, τὸ ἀρχαῖον αὐτῶν ἐπὶ τὴν ἀγριότητα διὰ μυθολογίας ἐπανενεγκών.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ναί· συμμαρτυρεῖ γάρ, καὶ λάβωμέν γε αὐτὸν μηνυτὴν ὅτι τοιαῦται πολιτεῖαι γίγνονταί ποτε.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καλῶς.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> μῶν οὖν οὐκ ἐκ τούτων τῶν κατὰ μίαν οἴκησιν καὶ κατὰ γένος διεσπαρμένων ὑπὸ ἀπορίας τῆς ἐν ταῖς φθοραῖς, <milestone unit="section" resp="Stephanus" n="680e"/> ἐν αἷς τὸ πρεσβύτατον ἄρχει διὰ τὸ τὴν ἀρχὴν αὐτοῖς ἐκ πατρὸς καὶ μητρὸς γεγονέναι, οἷς ἑπόμενοι καθάπερ ὄρνιθες ἀγέλην μίαν ποιήσουσι, πατρονομούμενοι καὶ βασιλείαν πασῶν δικαιοτάτην βασιλευόμενοι;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πάνυ μὲν οὖν.</said></p></div></div></div></body></text></TEI>