<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" resp="perseus" n="665"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> τῇ δὴ τῆς κινήσεως 
<milestone unit="page" resp="Stephanus" n="665"/><milestone unit="section" resp="Stephanus" n="665a"/> τάξει ῥυθμὸς ὄνομα εἴη, τῇ δὲ αὖ τῆς φωνῆς, τοῦ τε ὀξέος ἅμα καὶ βαρέος συγκεραννυμένων, ἁρμονία ὄνομα προσαγορεύοιτο, χορεία δὲ τὸ συναμφότερον κληθείη. θεοὺς δὲ ἔφαμεν ἐλεοῦντας ἡμᾶς συγχορευτάς τε καὶ χορηγοὺς ἡμῖν δεδωκέναι τόν τε Ἀπόλλωνα καὶ μούσας, καὶ δὴ καὶ τρίτον ἔφαμεν, εἰ μεμνήμεθα, Διόνυσον.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς δʼ οὐ μεμνήμεθα;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὁ μὲν τοίνυν τοῦ Ἀπόλλωνος καὶ τῶν Μουσῶν <milestone unit="section" resp="Stephanus" n="665b"/> χορὸς εἴρηνται, τὸν δὲ τρίτον καὶ τὸν λοιπὸν χορὸν ἀνάγκη τοῦ Διονύσου λέγεσθαι.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς δή; λέγε· μάλα γὰρ ἄτοπος γίγνοιτʼ ἂν ὥς γε ἐξαίφνης ἀκούσαντι Διονύσου πρεσβυτῶν χορός, εἰ ἄρα οἱ ὑπὲρ τριάκοντα καὶ πεντήκοντα δὲ γεγονότες ἔτη μέχρι ἑξήκοντα αὐτῷ χορεύσουσιν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἀληθέστατα μέντοι λέγεις. λόγου δὴ δεῖ πρὸς ταῦτα οἶμαι, ὅπῃ τοῦτο εὔλογον οὕτω γιγνόμενον ἂν γίγνοιτο.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τί μήν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἆρʼ οὖν ἡμῖν τά γε ἔμπροσθεν ὁμολογεῖται;</said></p><p><said who="#Κλεινίας"><milestone unit="section" resp="Stephanus" n="665c"/><label>ΚΛ.</label> τοῦ πέρι;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὸ δεῖν πάντʼ ἄνδρα καὶ παῖδα, ἐλεύθερον καὶ δοῦλον, θῆλύν τε καὶ ἄρρενα, καὶ ὅλῃ τῇ πόλει ὅλην τὴν πόλιν αὐτὴν αὑτῇ ἐπᾴδουσαν μὴ παύεσθαί ποτε ταῦτα ἃ διεληλύθαμεν, ἁμῶς γέ πως ἀεὶ μεταβαλλόμενα καὶ πάντως παρεχόμενα ποικιλίαν, ὥστε ἀπληστίαν εἶναί τινα τῶν ὕμνων τοῖς ᾄδουσιν καὶ ἡδονήν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς δʼ οὐχ ὁμολογοῖτʼ ἂν δεῖν ταῦτα οὕτω πράττεσθαι;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="665d"/><label>ΑΘ.</label> ποῦ δὴ τοῦθʼ ἡμῖν τὸ ἄριστον τῆς πόλεως, ἡλικίαις τε καὶ ἅμα φρονήσεσιν πιθανώτατον ὂν τῶν ἐν τῇ πόλει, ᾆδον τὰ κάλλιστα μέγιστʼ ἂν ἐξεργάζοιτο ἀγαθά; ἢ τοῦτο ἀνοήτως οὕτως ἀφήσομεν, ὃ κυριώτατον ἂν εἴη τῶν καλλίστων τε καὶ ὠφελιμωτάτων ᾠδῶν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἀλλὰ ἀδύνατον τὸ μεθιέναι, ὥς γε τὰ νῦν λεγόμενα.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πῶς οὖν πρέπον ἂν εἴη τοῦτο; ὁρᾶτε εἰ τῇδε.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῇ δή;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πᾶς που γιγνόμενος πρεσβύτερος ὄκνου πρὸς τὰς <milestone unit="section" resp="Stephanus" n="665e"/> ᾠδὰς μεστός, καὶ χαίρει τε ἧττον πράττων τοῦτο καὶ ἀνάγκης γιγνομένης αἰσχύνοιτʼ ἂν μᾶλλον, ὅσῳ πρεσβύτερος καὶ σωφρονέστερος γίγνεται, τόσῳ μᾶλλον. ἆρʼ οὐχ οὕτως;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὕτω μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν ἐν θεάτρῳ γε καὶ παντοίοις ἀνθρώποις ᾄδειν ἑστὼς ὀρθὸς ἔτι μᾶλλον αἰσχύνοιτʼ ἄν· καὶ ταῦτά γʼ εἰ καθάπερ οἱ περὶ νίκης χοροὶ ἀγωνιζόμενοι πεφωνασκηκότες ἰσχνοί τε καὶ ἄσιτοι ἀναγκάζοιντο ᾄδειν οἱ τοιοῦτοι, παντάπασίν που ἀηδῶς τε καὶ αἰσχυντηλῶς ᾄδοντες ἀπροθύμως ἂν τοῦτʼ ἐργάζοιντο; </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="666"><p><said who="#Κλεινίας"><milestone unit="page" resp="Stephanus" n="666"/><milestone unit="section" resp="Stephanus" n="666a"/><label>ΚΛ.</label> ἀναγκαιότατα μέντοι λέγεις.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πῶς οὖν αὐτοὺς παραμυθησόμεθα προθύμους εἶναι πρὸς τὰς ᾠδάς; ἆρʼ οὐ νομοθετήσομεν πρῶτον μὲν τοὺς παῖδας μέχρι ἐτῶν ὀκτωκαίδεκα τὸ παράπαν οἴνου μὴ γεύεσθαι, διδάσκοντες ὡς οὐ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν εἴς τε τὸ σῶμα καὶ τὴν ψυχήν, πρὶν ἐπὶ τοὺς πόνους ἐγχειρεῖν πορεύεσθαι, τὴν ἐμμανῆ εὐλαβουμένους ἕξιν τῶν νέων· μετὰ δὲ τοῦτο οἴνου μὲν δὴ γεύεσθαι τοῦ μετρίου μέχρι <milestone unit="section" resp="Stephanus" n="666b"/> τριάκοντα ἐτῶν, μέθης δὲ καὶ πολυοινίας τὸ παράπαν τὸν νέον ἀπέχεσθαι· τετταράκοντα δὲ ἐπιβαίνοντα ἐτῶν, ἐν τοῖς συσσιτίοις εὐωχηθέντα, καλεῖν τούς τε ἄλλους θεοὺς καὶ δὴ καὶ Διόνυσον παρακαλεῖν εἰς τὴν τῶν πρεσβυτέρων τελετὴν ἅμα καὶ παιδιάν, ἣν τοῖς ἀνθρώποις ἐπίκουρον τῆς τοῦ γήρως αὐστηρότητος ἐδωρήσατο τὸν οἶνον φάρμακον, ὥστε ἀνηβᾶν ἡμᾶς, καὶ δυσθυμίας λήθῃ γίγνεσθαι μαλακώτερον ἐκ <milestone unit="section" resp="Stephanus" n="666c"/> σκληροτέρου τὸ τῆς ψυχῆς ἦθος, καθάπερ εἰς πῦρ σίδηρον ἐντεθέντα γιγνόμενον, καὶ οὕτως εὐπλαστότερον εἶναι; πρῶτον μὲν δὴ διατεθεὶς οὕτως ἕκαστος ἆρʼ οὐκ ἂν ἐθέλοι προθυμότερόν γε, ἧττον αἰσχυνόμενος, οὐκ ἐν πολλοῖς ἀλλὰ ἐν μετρίοις, καὶ οὐκ ἐν ἀλλοτρίοις ἀλλʼ ἐν οἰκείοις, ᾄδειν τε καὶ ὃ πολλάκις εἰρήκαμεν ἐπᾴδειν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καὶ πολύ γε.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> εἰς μέν γε τὸ προάγειν τοίνυν αὐτοὺς μετέχειν ἡμῖν ᾠδῆς οὗτος ὁ τρόπος οὐκ ἂν παντάπασιν ἀσχήμων <milestone unit="section" resp="Stephanus" n="666d"/> γίγνοιτο.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὐδαμῶς.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ποίαν δὲ ἥσουσιν οἱ ἄνδρες φωνήν; ἢ μοῦσαν <del>ἢ</del> δῆλον ὅτι πρέπουσαν αὑτοῖς δεῖ γέ τινα;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τίς ἂν οὖν πρέποι θείοις ἀνδράσιν; ἆρʼ ἂν ἡ τῶν χορῶν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἡμεῖς γοῦν, ὦ ξένε, καὶ οἵδε οὐκ ἄλλην ἄν τινα δυναίμεθα ᾠδὴν ἢ ἣν ἐν τοῖς χοροῖς ἐμάθομεν συνήθεις ᾄδειν γενόμενοι.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> εἰκότως γε· ὄντως γὰρ οὐκ ἐπήβολοι γεγόνατε τῆς <milestone unit="section" resp="Stephanus" n="666e"/> καλλίστης ᾠδῆς. στρατοπέδου γὰρ πολιτείαν ἔχετε ἀλλʼ οὐκ ἐν ἄστεσι κατῳκηκότων, ἀλλʼ οἷον ἁθρόους πώλους ἐν ἀγέλῃ νεμομένους φορβάδας τοὺς νέους κέκτησθε· </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="667"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> λαβὼν δʼ ὑμῶν οὐδεὶς τὸν αὑτοῦ, παρὰ τῶν συννόμων σπάσας σφόδρα ἀγριαίνοντα καὶ ἀγανακτοῦντα, ἱπποκόμον τε ἐπέστησεν ἰδίᾳ καὶ παιδεύει ψήχων τε καὶ ἡμερῶν, καὶ πάντα προσήκοντα ἀποδιδοὺς τῇ παιδοτροφίᾳ ὅθεν οὐ μόνον ἀγαθὸς 
<milestone unit="page" resp="Stephanus" n="667"/><milestone unit="section" resp="Stephanus" n="667a"/> ἂν στρατιώτης εἴη, πόλιν δὲ καὶ ἄστη δυνάμενος διοικεῖν, ὃν δὴ κατʼ ἀρχὰς εἴπομεν τῶν Τυρταίου πολεμικῶν εἶναι πολεμικώτερον, τέταρτον ἀρετῆς ἀλλʼ οὐ πρῶτον τὴν ἀνδρείαν κτῆμα τιμῶντα ἀεὶ καὶ πανταχοῦ, ἰδιώταις τε καὶ συμπάσῃ πόλει.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὐκ οἶδα ἡμῶν, ὦ ξένε, ὅπῃ πάλιν αὖ τοὺς νομοθέτας φαυλίζεις.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκ, ὠγαθέ, προσέχων τούτῳ τὸν νοῦν δρῶ τοῦτο, εἴπερ· ἀλλʼ ὁ λόγος ὅπῃ φέρει, ταύτῃ πορευώμεθα, εἰ βούλεσθε. εἰ γὰρ ἔχομεν μοῦσαν τῆς τῶν χορῶν καλλίω καὶ <milestone unit="section" resp="Stephanus" n="667b"/> τῆς ἐν τοῖς κοινοῖς θεάτροις, πειρώμεθα ἀποδοῦναι τούτοις οὕς φαμεν ἐκείνην μὲν αἰσχύνεσθαι, ζητεῖν δέ, ἥτις καλλίστη, ταύτης κοινωνεῖν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πάνυ γε.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν πρῶτον μὲν δεῖ τόδε γε ὑπάρχειν ἅπασιν ὅσοις συμπαρέπεταί τις χάρις, ἢ τοῦτο αὐτὸ μόνον αὐτοῦ τὸ σπουδαιότατον εἶναι, ἤ τινα ὀρθότητα, ἢ τὸ τρίτον ὠφελίαν; οἷον δὴ λέγω ἐδωδῇ μὲν καὶ πόσει καὶ συμπάσῃ τροφῇ παρέπεσθαι μὲν τὴν χάριν, ἣν ἡδονὴν ἂν προσείποιμεν· ἣν <milestone unit="section" resp="Stephanus" n="667c"/> δὲ ὀρθότητά τε καὶ ὠφελίαν, ὅπερ ὑγιεινὸν τῶν προσφερομένων λέγομεν ἑκάστοτε, τοῦτʼ αὐτὸ εἶναι ἐν αὐτοῖς καὶ τὸ ὀρθότατον.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καὶ μὴν καὶ τῇ μαθήσει παρακολουθεῖν μὲν τό γε τῆς χάριτος, τὴν ἡδονήν, τὴν δὲ ὀρθότητα καὶ τὴν ὠφελίαν καὶ τὸ εὖ καὶ τὸ καλῶς τὴν ἀλήθειαν εἶναι τὴν ἀποτελοῦσαν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἔστιν οὕτως.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τί δὲ τῇ τῶν ὁμοίων ἐργασίᾳ ὅσαι τέχναι εἰκαστικαί; <milestone unit="section" resp="Stephanus" n="667d"/> ἆρʼ οὐκ, ἂν τοῦτο ἐξεργάζωνται, τὸ μὲν ἡδονὴν ἐν αὐτοῖς γίγνεσθαι παρεπόμενον, ἐὰν γίγνηται, χάριν αὐτὸ δικαιότατον ἂν εἴη προσαγορεύειν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ναί.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὴν δέ γε ὀρθότητά που τῶν τοιούτων ἡ ἰσότης ἄν, ὡς ἐπὶ τὸ πᾶν εἰπεῖν, ἐξεργάζοιτο τοῦ τε τοσούτου καὶ τοῦ τοιούτου πρότερον, ἀλλʼ οὐχ ἡδονή.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καλῶς.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν ἡδονῇ κρίνοιτʼ ἂν μόνον ἐκεῖνο ὀρθῶς, ὃ μήτε τινὰ ὠφελίαν μήτε ἀλήθειαν μήτε ὁμοιότητα ἀπεργαζόμενον <milestone unit="section" resp="Stephanus" n="667e"/> παρέχεται, μηδʼ αὖ γε βλάβην, ἀλλʼ αὐτοῦ τούτου μόνου ἕνεκα γίγνοιτο τοῦ συμπαρεπομένου τοῖς ἄλλοις, τῆς χάριτος, ἣν δὴ κάλλιστά τις ὀνομάσαι ἂν ἡδονήν, ὅταν μηδὲν αὐτῇ τούτων ἐπακολουθῇ;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἀβλαβῆ λέγεις ἡδονὴν μόνον.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ναί, καὶ παιδιάν γε εἶναι τὴν αὐτὴν ταύτην λέγω τότε, ὅταν μήτε τι βλάπτῃ μήτε ὠφελῇ σπουδῆς ἢ λόγου ἄξιον.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἀληθέστατα λέγεις.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="668"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἆρʼ οὖν οὐ πᾶσαν μίμησιν φαῖμεν ἂν ἐκ τῶν νῦν λεγομένων ἥκιστα ἡδονῇ προσήκειν κρίνεσθαι καὶ δόξῃ μὴ 
<milestone unit="page" resp="Stephanus" n="668"/><milestone unit="section" resp="Stephanus" n="668a"/> ἀληθεῖ—καὶ δὴ καὶ πᾶσαν ἰσότητα· οὐ γὰρ εἴ τῳ δοκεῖ ἢ μή τις χαίρει τῳ, τό γε ἴσον ἴσον οὐδὲ τὸ σύμμετρον ἂν εἴη σύμμετρον ὅλως—ἀλλὰ τῷ ἀληθεῖ πάντων μάλιστα, ἥκιστα δὲ ὁτῳοῦν ἄλλῳ;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν μουσικήν γε πᾶσάν φαμεν εἰκαστικήν τε εἶναι καὶ μιμητικήν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τί μήν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἥκιστʼ ἄρα ὅταν τις μουσικὴν ἡδονῇ φῇ κρίνεσθαι, τοῦτον ἀποδεκτέον τὸν λόγον, καὶ ζητητέον ἥκιστα ταύτην <milestone unit="section" resp="Stephanus" n="668b"/> ὡς σπουδαίαν, εἴ τις ἄρα που καὶ γίγνοιτο, ἀλλʼ ἐκείνην τὴν ἔχουσαν τὴν ὁμοιότητα τῷ τοῦ καλοῦ μιμήματι.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἀληθέστατα.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καὶ τούτοις δὴ τοῖς τὴν καλλίστην ᾠδήν τε ζητοῦσι καὶ μοῦσαν ζητητέον, ὡς ἔοικεν, οὐχ ἥτις ἡδεῖα ἀλλʼ ἥτις ὀρθή· μιμήσεως γὰρ ἦν, ὥς φαμεν, ὀρθότης, εἰ τὸ μιμηθὲν ὅσον τε καὶ οἷον ἦν ἀποτελοῖτο.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καὶ μὴν τοῦτό γε πᾶς ἂν ὁμολογοῖ περὶ τῆς μουσικῆς, ὅτι πάντα τὰ περὶ αὐτήν ἐστιν ποιήματα μίμησίς τε <milestone unit="section" resp="Stephanus" n="668c"/> καὶ ἀπεικασία· καὶ τοῦτό γε μῶν οὐκ ἂν σύμπαντες ὁμολογοῖεν ποιηταί τε καὶ ἀκροαταὶ καὶ ὑποκριταί;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καὶ μάλα.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> δεῖ δὴ καθʼ ἕκαστόν γε, ὡς ἔοικε, γιγνώσκειν τῶν ποιημάτων ὅτι ποτʼ ἐστὶν τὸν μέλλοντα ἐν αὐτῷ μὴ ἁμαρτήσεσθαι· μὴ γὰρ γιγνώσκων τὴν οὐσίαν, τί ποτε βούλεται καὶ ὅτου ποτʼ ἐστὶν εἰκὼν ὄντως, σχολῇ τήν γε ὀρθότητα τῆς βουλήσεως ἢ καὶ ἁμαρτίαν αὐτοῦ διαγνώσεται.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> σχολῇ· πῶς δʼ οὔ;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="668d"/><label>ΑΘ.</label> ὁ δὲ τὸ ὀρθῶς μὴ γιγνώσκων ἆρʼ ἄν ποτε τό γε εὖ καὶ τὸ κακῶς δυνατὸς εἴη διαγνῶναι; λέγω δὲ οὐ πάνυ σαφῶς, ἀλλʼ ὧδε σαφέστερον ἴσως ἂν λεχθείη.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> εἰσὶν δήπου κατὰ τὴν ὄψιν ἡμῖν ἀπεικασίαι μυρίαι.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ναί.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τί οὖν εἴ τις καὶ ἐν τούτοις ἀγνοοῖ τῶν μεμιμημένων ὅτι ποτʼ ἐστὶν ἕκαστον τῶν σωμάτων; ἆρʼ ἄν ποτε τό γε ὀρθῶς αὐτῶν εἰργασμένον γνοίη; λέγω δὲ τὸ τοιόνδε, οἷον τοὺς ἀριθμοὺς τοῦ σώματος καὶ ἑκάστων τῶν μερῶν <milestone unit="section" resp="Stephanus" n="668e"/> τὰς θέσεις εἰ ἔχει, ὅσοι τέ εἰσιν καὶ ὁποῖα παρʼ ὁποῖα αὐτῶν κείμενα τὴν προσήκουσαν τάξιν ἀπείληφεν—καὶ ἔτι δὴ χρώματά τε καὶ σχήματα—ἢ πάντα ταῦτα τεταραγμένως εἴργασται· μῶν δοκεῖ ταῦτʼ ἄν ποτε διαγνῶναί τις τὸ παράπαν ἀγνοῶν ὅτι ποτʼ ἐστὶ τὸ μεμιμημένον ζῷον;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καὶ πῶς;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="669"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τί δʼ εἰ γιγνώσκοιμεν ὅτι τὸ γεγραμμένον ἢ τὸ πεπλασμένον ἐστὶν ἄνθρωπος, καὶ τὰ μέρη πάντα τὰ ἑαυτοῦ 
<milestone unit="page" resp="Stephanus" n="669"/><milestone unit="section" resp="Stephanus" n="669a"/> καὶ χρώματα ἅμα καὶ σχήματα ἀπείληφεν ὑπὸ τῆς τέχνης; ἆρά γε ἀναγκαῖον ἤδη τῷ ταῦτα γνόντι καὶ ἐκεῖνο ἑτοίμως γιγνώσκειν, εἴτε καλὸν εἴτε ὅπῃ ποτὲ ἐλλιπὲς ἂν εἴη κάλλους;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πάντες μεντἂν ὡς ἔπος εἰπεῖν, ὦ ξένε, τὰ καλὰ τῶν ζῴων ἐγιγνώσκομεν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὀρθότατα λέγεις. ἆρʼ οὖν οὐ περὶ ἑκάστην εἰκόνα, καὶ ἐν γραφικῇ καὶ ἐν μουσικῇ καὶ πάντῃ, τὸν μέλλοντα ἔμφρονα κριτὴν ἔσεσθαι δεῖ ταῦτα τρία ἔχειν, ὅ τέ ἐστι <milestone unit="section" resp="Stephanus" n="669b"/> πρῶτον γιγνώσκειν, ἔπειτα ὡς ὀρθῶς, ἔπειθʼ ὡς εὖ, τὸ τρίτον, εἴργασται τῶν εἰκόνων ἡτισοῦν ῥήμασί τε καὶ μέλεσι καὶ τοῖς ῥυθμοῖς;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἔοικε γοῦν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> μὴ τοίνυν ἀπείπωμεν λέγοντες τὸ περὶ τὴν μουσικὴν ᾗ χαλεπόν· ἐπειδὴ γὰρ ὑμνεῖται περὶ αὐτὴν διαφερόντως ἢ τὰς ἄλλας εἰκόνας, εὐλαβείας δὴ δεῖται πλείστης πασῶν εἰκόνων. ἁμαρτών τε γάρ τις μέγιστʼ ἂν βλάπτοιτο, <milestone unit="section" resp="Stephanus" n="669c"/> ἤθη κακὰ φιλοφρονούμενος, χαλεπώτατόν τε αἰσθέσθαι διὰ τὸ τοὺς ποιητὰς φαυλοτέρους εἶναι ποιητὰς αὐτῶν τῶν Μουσῶν. οὐ γὰρ ἂν ἐκεῖναί γε ἐξαμάρτοιέν ποτε τοσοῦτον ὥστε ῥήματα ἀνδρῶν ποιήσασαι τὸ χρῶμα γυναικῶν καὶ μέλος ἀποδοῦναι, καὶ μέλος ἐλευθέρων αὖ καὶ σχήματα συνθεῖσαι ῥυθμοὺς δούλων καὶ ἀνελευθέρων προσαρμόττειν, οὐδʼ αὖ ῥυθμοὺς καὶ σχῆμα ἐλευθέριον ὑποθεῖσαι μέλος ἢ λόγον ἐναντίον ἀποδοῦναι τοῖς ῥυθμοῖς, ἔτι δὲ θηρίων φωνὰς <milestone unit="section" resp="Stephanus" n="669d"/> καὶ ἀνθρώπων καὶ ὀργάνων καὶ πάντας ψόφους εἰς ταὐτὸν οὐκ ἄν ποτε συνθεῖεν, ὡς ἕν τι μιμούμεναι· ποιηταὶ δὲ ἀνθρώπινοι σφόδρα τὰ τοιαῦτα ἐμπλέκοντες καὶ συγκυκῶντες ἀλόγως, γέλωτʼ ἂν παρασκευάζοιεν τῶν ἀνθρώπων ὅσους φησὶν Ὀρφεὺς λαχεῖν ὥραν τῆς τέρψιος. ταῦτά γε γὰρ ὁρῶσι πάντα κυκώμενα, καὶ ἔτι διασπῶσιν οἱ ποιηταὶ ῥυθμὸν μὲν καὶ σχήματα μέλους χωρίς, λόγους ψιλοὺς εἰς μέτρα <milestone unit="section" resp="Stephanus" n="669e"/> τιθέντες, μέλος δʼ αὖ καὶ ῥυθμὸν ἄνευ ῥημάτων, ψιλῇ κιθαρίσει τε καὶ αὐλήσει προσχρώμενοι, ἐν οἷς δὴ παγχάλεπον ἄνευ λόγου γιγνόμενον ῥυθμόν τε καὶ ἁρμονίαν γιγνώσκειν ὅτι τε βούλεται καὶ ὅτῳ ἔοικε τῶν ἀξιολόγων μιμημάτων· </said></p></div></div></div></body></text></TEI>