<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="11"><div type="textpart" subtype="section" resp="perseus" n="924"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> ἐὰν δὲ ὑός τῳ τελευτήσῃ παῖς ὤν, πρὶν εἰς ἄνδρας δυνατὸς εἶναι τελεῖν, εἴτε γεννητὸς ὢν εἴτε ποιητός, γραφέτω καὶ 
            <milestone unit="page" resp="Stephanus" n="924"/><milestone unit="section" resp="Stephanus" n="924a"/> περὶ τῆς τοιαύτης τύχης ὁ τὴν διαθήκην γράφων τίνα χρὴ παῖδα αὐτῷ δεύτερον ἐπὶ τύχαις ἀμείνοσιν γίγνεσθαι. ἐὰν δέ τις ἄπαις ὢν τὸ παράπαν διαθήκην γράφῃ, τὸ τῆς ἐπικτήτου δεκατημόριον ἐξελόμενος, ἐὰν ἐθέλῃ τῳ δωρεῖσθαι, δωρείσθω· τὰ δὲ ἄλλα παραδιδοὺς πάντα τῷ ποιηθέντι ἄμεμπτος ἵλεων ὑὸν αὐτὸν ποιείσθω σὺν νόμῳ. ᾧ δʼ ἂν ἐπιτρόπων οἱ παῖδες δέωνται, ἐὰν μὲν διαθέμενος τελευτᾷ καὶ γράψας ἐπιτρόπους τοῖς παισὶν ἑκόντας τε καὶ ὁμολογοῦντας <milestone unit="section" resp="Stephanus" n="924b"/> ἐπιτροπεύσειν οὑστινασοῦν καὶ ὁπόσους ἂν ἐθέλῃ, κατὰ ταῦτα τὰ γραφέντα ἡ τῶν ἐπιτρόπων αἵρεσις γιγνέσθω κυρία· ἐὰν δὲ ἢ τὸ παράπαν μὴ διαθέμενος τελευτήσῃ τις ἢ τῆς τῶν ἐπιτρόπων αἱρέσεως ἐλλιπής, ἐπιτρόπους εἶναι τοὺς ἐγγύτατα γένει πρὸς πατρὸς καὶ μητρὸς κυρίους, δύο μὲν πρὸς πατρός, δύο δὲ πρὸς μητρός, ἕνα δʼ ἐκ τῶν τοῦ τελευτήσαντος φίλων, τούτους δʼ οἱ νομοφύλακες καθιστάντων τῷ δεομένῳ τῶν ὀρφανῶν. καὶ πάσης τῆς ἐπιτροπῆς καὶ τῶν <milestone unit="section" resp="Stephanus" n="924c"/> ὀρφανῶν πεντεκαίδεκα τῶν νομοφυλάκων οἱ πρεσβύτατοι πάντων ἐπιμελείσθων ἀεὶ κατὰ πρέσβιν καὶ κατὰ τρεῖς διελόμενοι σφᾶς αὐτούς, κατʼ ἐνιαυτὸν τρεῖς καὶ κατʼ ἐνιαυτὸν ἄλλον ἕτεροι τρεῖς, ἕως ἂν αἱ πέντε περίοδοι γίγνωνται κύκλῳ· καὶ τοῦτο ἐκλιπέτω μηδέποτε κατὰ δύναμιν.<milestone ed="P" unit="para"/>ὃς δʼ ἂν μηδὲν τὸ παράπαν διαθέμενος ἀποθάνῃ, παῖδας μὲν καταλιπὼν δεομένους ἐπιτροπῆς, τῶν αὐτῶν νόμων τούτων <milestone unit="section" resp="Stephanus" n="924d"/> ἡ χρεία τῶν παίδων αὐτοῦ μετεχέτω· θηλείας δὲ ἂν καταλείπῃ τις ἀπροσδοκήτῳ τύχῃ χρησάμενος, συγγνώμην τῷ τιθέντι τὸν νόμον ἐχέτω, ἐὰν τῶν τριῶν αὐτοῦ πρὸς τὰ δύο ἐπισκοπῶν τὴν ἔκδοσιν τῶν θυγατέρων ποιῆται, πρός τε τὴν τοῦ γένους ἀγχιστείαν καὶ τὴν τοῦ κλήρου σωτηρίαν, τὸ δὲ τρίτον, ὅπερ ἂν πατὴρ διασκέψαιτο, ἐξ ἁπάντων τῶν πολιτῶν βλέπων εἰς ἤθη τε καὶ τρόπους τὸν ἐπιτήδειον αὑτῷ μὲν ὑόν, νυμφίον <milestone unit="section" resp="Stephanus" n="924e"/> δʼ εἶναι τῇ θυγατρί, τοῦτο δὲ παραλείπῃ διὰ τὴν ἀδύνατον σκέψιν. νόμος τοίνυν εἰς δύναμιν ὅδε περὶ τῶν τοιούτων κείσθω· ἐὰν ὁ μὴ διαθέμενος θυγατέρας λείπῃ, τοῦδε ἀποθανόντος, ἀδελφὸς ὁμοπάτωρ ἢ ἄκληρος ὁμομήτριος ἐχέτω τὴν θυγατέρα καὶ τὸν κλῆρον τοῦ τελευτήσαντος· ἐὰν δὲ μὴ ᾖ ἀδελφός, ἀδελφοῦ δὲ παῖς, ὡσαύτως, ἐὰν ἐν ἡλικίᾳ πρὸς ἀλλήλους ὦσιν· ἐὰν δὲ μηδὲ εἷς τούτων, ἀδελφῆς δὲ παῖς ᾖ, κατὰ ταὐτά· τέταρτος δὲ πατρὸς ἀδελφός, πέμπτος δὲ τούτου παῖς, ἕκτος δὲ ἀδελφῆς πατρὸς ἔκγονος. </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="925"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> ὡσαύτως δὲ τὸ γένος ἀεὶ πορευέσθω κατʼ ἀγχιστείαν, ἐάν τις παῖδας θηλείας καταλείπῃ, 
            <milestone unit="page" resp="Stephanus" n="925"/><milestone unit="section" resp="Stephanus" n="925a"/> διʼ ἀδελφῶν τε καὶ ἀδελφιδῶν ἐπανιόν, ἔμπροσθε μὲν τῶν ἀρρένων, ὕστερον δὲ θηλειῶν ἑνὶ γένει. τὴν δὲ τούτων γάμου χρόνου συμμετρίαν τε καὶ ἀμετρίαν ὁ δικαστὴς σκοπῶν κρινέτω, γυμνοὺς μὲν τοὺς ἄρρενας, γυμνὰς δὲ ὀμφαλοῦ μέχρι θεώμενος τὰς θηλείας· ἐὰν δὲ τοῖς οἰκείοις ἀπορία συγγενῶν ᾖ μέχρι μὲν ἀδελφοῦ ὑιδῶν, μέχρι δὲ πάππου παίδων ὡσαύτως, τῶν ἄλλων ὅντινʼ ἂν ἡ παῖς μετʼ ἐπιτρόπων αἱρῆται τῶν <milestone unit="section" resp="Stephanus" n="925b"/> πολιτῶν ἑκούσιον ἑκουσία, κληρονόμος γιγνέσθω τοῦ τελευτήσαντος καὶ τῆς θυγατρὸς νυμφίος. ἔτι δὲ πολλὰ πολλῶν καὶ πλείων ἀπορία τῶν τοιούτων γίγνοιτʼ ἂν ἔστιν ὅτʼ ἐν αὐτῇ τῇ πόλει· ἂν οὖν δή τις ἀπορουμένη τῶν αὐτόθεν ὁρᾷ τινα εἰς ἀποικίαν ἀπεσταλμένον, ᾖ δὲ κατὰ νοῦν αὐτῇ κληρονόμον ἐκεῖνον γίγνεσθαι τῶν τοῦ πατρός, ἐὰν μὲν συγγενὴς ᾖ, κατὰ τὴν τάξιν τοῦ νόμου ἐπὶ τὸν κλῆρον πορευέσθω, ἐὰν δὲ ἐκτὸς γένους, τῶν ἐν τῇ πόλει ὄντων ἔξω τῆς συγγενείας, κύριος <milestone unit="section" resp="Stephanus" n="925c"/> ἔστω κατὰ τὴν τῶν ἐπιτρόπων καὶ τῆς παιδὸς τοῦ τελευτήσαντος αἵρεσιν γῆμαι καὶ τὸν κλῆρον ἐπανελθὼν οἴκαδε λαβεῖν τοῦ μὴ διαθεμένου. ἄπαις δὲ ἀρρένων τε καὶ θηλειῶν τὸ παράπαν ὃς ἂν μὴ διαθέμενος τελευτᾷ, τὰ μὲν ἄλλα περὶ τοῦ τοιούτου κατὰ τὸν ἔμπροσθεν ἐχέτω νόμον, θήλεια δὲ καὶ ἄρρην οἷον σύννομοι ἴτωσαν ἐκ τοῦ γένους εἰς τὸν ἐξηρημωμένον ἑκάστοτε οἶκον, ὧν ὁ κλῆρος γιγνέσθω κυρίως, <milestone unit="section" resp="Stephanus" n="925d"/> ἀδελφὴ μὲν πρῶτον, ἀδελφοῦ δὲ θυγάτηρ δευτέρα, τρίτη δὲ ἔκγονος ἀδελφῆς, τετάρτη δὲ πατρὸς ἀδελφή, καὶ πέμπτη πατρὸς ἀδελφοῦ παῖς, ἕκτη δὲ ἀδελφῆς πατρὸς ἂν εἴη παῖς· συνοικίζειν δὲ ταύτας ἐκείνοις κατʼ ἀγχιστείαν καὶ θέμιν, ὡς ἔμπροσθεν ἐνομοθετήσαμεν. μὴ δὴ λανθανέτω τὸ τῶν τοιούτων νόμων ἡμᾶς βάρος, ὡς χαλεπῶς ἔστιν ὅτε προστάττει τῷ τοῦ τελευτήσαντος κατὰ γένος οἰκείῳ γαμεῖν τὴν συγγενῆ, μὴ δοκεῖ δὲ σκοπεῖν ἃ μυρία ἐν ἀνθρώποις <milestone unit="section" resp="Stephanus" n="925e"/> ἐμπόδια γίγνεται τοῖς τοιούτοις ἐπιτάγμασιν τοῦ μήτινα ἐθέλειν πείθεσθαι, πρότερον δὲ οὕστινας ὁτιοῦν ἂν βουληθῆναι παθεῖν, ὁπόταν ἢ σωμάτων νοσήματα καὶ πηρώσεις ἢ διανοίας ἔν τισιν τῶν ἐπιταττομένων γαμεῖν ἢ γαμεῖσθαι γίγνηται. τούτων δὴ μηδὲν φροντίζειν τάχʼ ἂν ὁ νομοθέτης δόξειέν τισιν, οὐκ ὀρθῶς δοκοῦν. </said></p></div></div></div></body></text></TEI>