<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="11"><div type="textpart" subtype="section" resp="perseus" n="922"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> ἐὰν δὲ προαμειψάμενος ἔργον τι τῶν κατὰ πόλεμον καλῶν ἔργων μὴ ἀποδιδῷ, μέμψεται. νόμος οὖν οὗτος ἐπαίνῳ περὶ τούτων ἡμῖν μεμειγμένος κείσθω, συμβουλευτικός, οὐ βιαστικός, τῷ πλήθει τῶν πολιτῶν, 
<milestone unit="page" resp="Stephanus" n="922"/><milestone unit="section" resp="Stephanus" n="922a"/> τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας, ὅσοι σωτῆρες τῆς πόλεώς εἰσι συμπάσης εἴτε ἀνδρείαις εἴτε πολεμικαῖς μηχαναῖς, δευτέρους· πρώτοις γὰρ τὸ μέγιστον γέρας δεδόσθω τοῖς τὰ τῶν ἀγαθῶν νομοθετῶν γράμματα τιμᾶν διαφερόντως δυνηθεῖσιν.<milestone ed="P" unit="para"/>τὰ μὲν δὴ μέγιστα τῶν συμβολαίων, ὅσα πρὸς ἀλλήλους ἄνθρωποι συμβάλλουσιν, πλήν γε ὀρφανικῶν καὶ τῆς τῶν ἐπιτρόπων ἐπιμελείας τῶν ὀρφανῶν, σχεδὸν ἡμῖν διατέτακται· <milestone unit="section" resp="Stephanus" n="922b"/> ταῦτα δὲ δὴ μετὰ τὰ νῦν εἰρημένα ἀναγκαῖον ἁμῶς γέ πως τάξασθαι. τούτων δὲ ἀρχαὶ πάντων αἵ τε τῶν τελευτᾶν μελλόντων ἐπιθυμίαι τῆς διαθέσεως αἵ τε τῶν μηδὲν τὸ παράπαν διαθεμένων τύχαι· ἀναγκαῖον δὲ εἶπον, ὦ Κλεινία, βλέψας αὐτῶν πέρι πρός τε τὸ δύσκολον καὶ χαλεπόν. οὐδὲ γὰρ ἄτακτον δυνατόν ἐστʼ αὐτὸ ἐᾶν· πολλὰ γὰρ ἕκαστοι καὶ διάφορα ἀλλήλων καὶ ἐναντία τιθεῖντʼ ἂν τοῖς τε νόμοις καὶ τοῖς τῶν ζώντων ἤθεσιν καὶ τοῖς αὑτῶν τοῖς ἔμπροσθεν <milestone unit="section" resp="Stephanus" n="922c"/> πρὶν διατίθεσθαι μέλλειν, εἴ τις ἐξουσίαν δώσει ἁπλῶς οὕτως κυρίαν εἶναι διαθήκην ἣν ἄν τις διαθῆται ὁπωσοῦν ἔχων πρὸς τῷ τοῦ βίου τέλει. ἀνοήτως γὰρ δὴ καὶ διατεθρυμμένως τινὰ τρόπον ἔχομεν οἱ πλεῖστοι, ὅταν ἤδη μέλλειν ἡγώμεθα τελευτᾶν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς τοῦτο, ὦ ξένε, λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> χαλεπόν ἐστʼ, ὦ Κλεινία, μέλλων ἄνθρωπος τελευτήσειν, καὶ μεστὸν λόγου τοῖς νομοθέταις εὖ μάλα φοβεροῦ καὶ δυσχεροῦς.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῇ;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="922d"/><label>ΑΘ.</label> ζητῶν εἶναι κύριος ἁπάντων, εἴωθε μετʼ ὀργῆς λέγειν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ποῖα δή;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> δεινόν γε, ὦ θεοί, φησίν, εἰ τὰ ἐμὰ ἐμοὶ μηδαμῶς ἐξέσται δοῦναί τε ὅτῳ ἂν ἐθέλω καὶ μή, καὶ τῷ μὲν πλείω, τῷ δʼ ἐλάττονα, τῶν ὁπόσοι περὶ ἐμὲ φαῦλοι καὶ ὅσοι ἀγαθοὶ γεγόνασιν φανερῶς, βασανισθέντες ἱκανῶς ἐν νόσοις, οἱ δʼ ἐν γήρᾳ καὶ ἄλλαις παντοίαισι τύχαις.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὐκοῦν, ὦ ξένε, καλῶς δοκοῦσίν σοι λέγειν;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="922e"/><label>ΑΘ.</label> μαλθακοὶ ἔμοιγʼ, ὦ Κλεινία, δοκοῦσιν οἱ πάλαι νομοθετοῦντες γεγονέναι καὶ ἐπὶ σμικρὸν τῶν ἀνθρωπίνων πραγμάτων βλέποντές τε καὶ διανοούμενοι νομοθετεῖν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς λέγεις;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="923"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὸν λόγον τοῦτον, ὠγαθέ, φοβούμενοι, τὸν νόμον ἐτίθεσαν τὸν ἐξεῖναι τὰ ἑαυτοῦ διατίθεσθαι ἁπλῶς ὅπως ἄν 
    <milestone unit="page" resp="Stephanus" n="923"/><milestone unit="section" resp="Stephanus" n="923a"/> τις ἐθέλῃ τὸ παράπαν, ἐγὼ δὲ καὶ σὺ τοῖς ἐν τῇ σῇ πόλει μέλλουσι τελευτᾶν ἀποκρινούμεθα ἐμμελέστερόν πως. ὦ φίλοι, φήσομεν, καὶ ἀτεχνῶς ἐφήμεροι, χαλεπὸν ὑμῖν ἐστιν γιγνώσκειν τὰ ὑμέτερʼ αὐτῶν χρήματα καὶ πρός γε ὑμᾶς αὐτούς, ὥσπερ καὶ τὸ τῆς Πυθίας γράμμα φράζει, τὰ νῦν. ἔγωγʼ οὖν νομοθέτης ὢν οὔθʼ ὑμᾶς ὑμῶν αὐτῶν εἶναι τίθημι οὔτε τὴν οὐσίαν ταύτην, σύμπαντος δὲ τοῦ γένους ὑμῶν τοῦ τε ἔμπροσθεν καὶ τοῦ ἔπειτα ἐσομένου, καὶ ἔτι μᾶλλον τῆς <milestone unit="section" resp="Stephanus" n="923b"/> πόλεως εἶναι τό τε γένος πᾶν καὶ τὴν οὐσίαν· καὶ οὕτω τούτων ἐχόντων, οὐκ, ἐάν τις ὑμᾶς θωπείαις ὑποδραμὼν ἐν νόσοις ἢ γήρᾳ σαλεύοντας παρὰ τὸ βέλτιστον διατίθεσθαι πείθῃ, συγχωρήσομαι ἑκών, ὅτι δὲ τῇ πόλει τε ἄριστον πάσῃ καὶ γένει, πρὸς πᾶν τοῦτο βλέπων νομοθετήσω, τὸ ἑνὸς ἑκάστου κατατιθεὶς ἐν μοίραις ἐλάττοσι δικαίως. ὑμεῖς δὲ ἡμῖν ἵλεῴ τε καὶ εὐμενεῖς ὄντες πορεύοισθε ᾗπερ κατὰ φύσιν νῦν πορεύεσθε τὴν ἀνθρωπίνην· ἡμῖν δὲ περὶ τῶν ἄλλων τῶν <milestone unit="section" resp="Stephanus" n="923c"/> ὑμετέρων μελήσει, κηδομένοις ὅτι μάλιστα εἰς δύναμιν, οὐ τῶν μέν, τῶν δὲ οὔ. ταῦτα μὲν οὖν παραμύθιά τε καὶ προοίμια τῶν τε ζώντων, ὦ Κλεινία, καὶ τῶν τελευτώντων ἔστω, νόμος δὲ ὅδε· ὃς ἂν διαθήκην γράφῃ τὰ αὑτοῦ διατιθέμενος, παίδων ὢν πατήρ, πρῶτον μὲν τῶν ὑέων κληρονόμον ὃν ἂν ἀξιώσῃ γίγνεσθαι γραφέτω, τῶν δὲ ἄλλων παίδων, ὃν ἂν μὲν ἑτέρῳ ποιεῖσθαι διδῷ δεχομένῳ, γραφέσθω τοῦτο αὐτό· <milestone unit="section" resp="Stephanus" n="923d"/> ἐὰν δὲ περιγίγνηταί τις τῶν ὑέων αὐτῷ μὴ ἐπί τινι κλήρῳ πεποιημένος, ὃν κατὰ νόμον ἐλπὶς εἰς ἀποικίαν ἐκπεμφθήσεσθαι, τούτῳ τῶν ἄλλων χρημάτων ἐξέστω τῷ πατρὶ διδόναι ὅσα ἂν ἐθέλῃ, πλὴν τοῦ πατρῴου κλήρου καὶ τῆς περὶ τὸν κλῆρον κατασκευῆς πάσης, καὶ ἐὰν πλείους ὦσιν, πρὸς μέρος ὁ πατὴρ ὅπῃ ἂν ἐθέλῃ νεμέτω τὰ περιόντα τοῦ κλήρου. ὅτῳ δʼ ἂν τῶν ὑέων ὑπάρχων οἶκος ᾖ, μὴ νέμειν τούτῳ τῶν χρημάτων, θυγατρί τε ὡσαύτως, ᾗ μὲν ἂν ἐγγεγυημένος ὡς ἀνὴρ <milestone unit="section" resp="Stephanus" n="923e"/> ἐσόμενος ᾖ, μὴ νέμειν, ᾗ δʼ ἂν μή, νέμειν· ἐὰν δέ τῳ τῶν ὑέων ἢ καὶ τῶν θυγατέρων φανῇ κλῆρος ἐπιχώριος τῆς διαθήκης γενόμενος ὕστερον, τῷ κληρονόμῳ τοῦ τὴν διαθήκην διαθεμένου καταλειπέτω. ἐὰν δὲ ἄρρενας μὲν μὴ λείπῃ, θηλείας δέ, ὁ διατιθέμενος, ἄνδρα μὲν τῶν θυγατέρων ᾗτινι ἂν ἐθέλῃ, ὑὸν δὲ αὑτῷ καταλειπέτω, γράψας κληρονόμον· </said></p></div></div></div></body></text></TEI>