<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="11"><div type="textpart" subtype="section" resp="perseus" n="918"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> τὰ δὲ περὶ τῶν ἀστυνόμων ἐν τοῖς πρόσθεν ἱκανῶς εἴρηται· ἐὰν δέ τι προσδεῖν δοκῇ, νομοφύλαξιν ἐπανακοινώσαντες καὶ γράψαντες τὸ δοκοῦν ἐκλιπεῖν, εἰς ἀστυνόμιον θέντων ἐν στήλῃ τά τε πρῶτα καὶ τὰ δεύτερα τεθέντα αὐτοῖσιν τῆς ἀρχῆς νόμιμα.<milestone ed="P" unit="para"/>κιβδήλοις δʼ ἐπιτηδεύμασιν ἕπεται κατὰ πόδα καπηλείας ἐπιτηδεύματα· ταύτης δὲ πέρι συμπάσης συμβουλὴν πρῶτον δόντες καὶ λόγον, ἐπʼ αὐτῇ νόμον ὕστερον ἐπιθώμεθα. καπηλεία <milestone unit="section" resp="Stephanus" n="918b"/> γὰρ κατὰ πόλιν πᾶσα γέγονεν οὐ βλάβης ἕνεκα τό γε κατὰ φύσιν, πᾶν δὲ τοὐναντίον· πῶς γὰρ οὐκ εὐεργέτης πᾶς ὃς ἂν οὐσίαν χρημάτων ὡντινωνοῦν, ἀσύμμετρον οὖσαν καὶ ἀνώμαλον, ὁμαλήν τε καὶ σύμμετρον ἀπεργάζηται; τοῦτο ἡμῖν χρὴ φάναι καὶ τὴν τοῦ νομίσματος ἀπεργάζεσθαι δύναμιν, καὶ τὸν ἔμπορον ἐπὶ τούτῳ τετάχθαι δεῖ λέγειν. καὶ μισθωτὸς καὶ πανδοκεὺς καὶ ἄλλα, τὰ μὲν εὐσχημονέστερα, <milestone unit="section" resp="Stephanus" n="918c"/> τὰ δὲ ἀσχημονέστερα γιγνόμενα, τοῦτό γε πάντα δύναται, πᾶσιν ἐπικουρίαν ταῖς χρείαις ἐξευπορεῖν καὶ ὁμαλότητα ταῖς οὐσίαις. τί ποτε δὴ τὸ μὴ καλὸν αὐτὸ μηδʼ εὔσχημον δοκεῖν εἶναι, καὶ τί τὸ διαβεβληκὸς τυγχάνει, ἴδωμεν, ἵνα εἰ μὴ καὶ τὸ ὅλον, ἀλλʼ οὖν μέρη γε ἐξιασώμεθα νόμῳ. πρᾶγμʼ ἔσθʼ, ὡς ἔοικεν, οὐ φαῦλον, οὐδὲ σμικρᾶς δεόμενον ἀρετῆς.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὦ φίλε Κλεινία, σμικρὸν γένος ἀνθρώπων καὶ φύσει ὀλίγον καὶ ἄκρᾳ τροφῇ τεθραμμένον, ὅταν εἰς χρείας <milestone unit="section" resp="Stephanus" n="918d"/> τε καὶ ἐπιθυμίας τινῶν ἐμπίπτῃ, καρτερεῖν πρὸς τὸ μέτριον δυνατόν ἐστιν, καὶ ὅταν ἐξῇ χρήματα λαβεῖν πολλά, νήφει καὶ πρότερον αἱρεῖται τοῦ πολλοῦ τὸ τοῦ μέτρου ἐχόμενον· τὰ δὲ τῶν ἀνθρώπων πλήθη πᾶν τοὐναντίον ἔχει τούτοις, δεόμενά τε ἀμέτρως δεῖται καὶ ἐξὸν κερδαίνειν τὰ μέτρια, ἀπλήστως αἱρεῖται κερδαίνειν, διὸ πάντα τὰ περὶ τὴν καπηλείαν καὶ ἐμπορίαν καὶ πανδοκείαν γένη διαβέβληταί τε καὶ ἐν αἰσχροῖς γέγονεν ὀνείδεσιν. ἐπεὶ εἴ τις, ὃ μή ποτε γένοιτο οὐδʼ ἔσται, προσαναγκάσειεν—γελοῖον μὲν εἰπεῖν, <milestone unit="section" resp="Stephanus" n="918e"/> ὅμως δὲ εἰρήσεται—πανδοκεῦσαι τοὺς πανταχῇ ἀρίστους ἄνδρας ἐπί τινα χρόνον, ἢ καπηλεύειν ἤ τι τῶν τοιούτων πράττειν, ἢ καὶ γυναῖκας ἔκ τινος ἀνάγκης εἱμαρμένης τοῦ τοιούτου μετασχεῖν τρόπου, γνοίημεν ἂν ὡς φίλον καὶ ἀγαπητόν ἐστιν ἕκαστον τούτων, καὶ εἰ κατὰ λόγον ἀδιάφθορον γίγνοιτο, ἐν μητρὸς ἂν καὶ τροφοῦ σχήματι τιμῷτο τὰ τοιαῦτα πάντα· </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="919"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> νῦν δὲ ὁπόταν εἰς ἐρήμους τις καπηλείας 
         <milestone unit="page" resp="Stephanus" n="919"/><milestone unit="section" resp="Stephanus" n="919a"/> ἕνεκα τόπους καὶ πανταχόσε μήκη ἔχοντας ὁδῶν ἱδρυσάμενος οἰκήσεις, ἐν ἀπορίᾳ γιγνομένους καταλύσεσιν ἀγαπηταῖς δεχόμενος ἢ ὑπὸ χειμώνων ἀγρίων βίᾳ ἐλαυνομένους, εὐδιεινὴν γαλήνην παρασχὼν ἢ πνίγεσιν ἀναψυχήν, τὰ μετὰ ταῦτα οὐχ ὡς ἑταίρους δεξάμενος φιλικὰ παράσχῃ ξένια ἑπόμενα ταῖς ὑποδοχαῖς, ὡς δʼ ἐχθροὺς αἰχμαλώτους κεχειρωμένους ἀπολυτρώσῃ τῶν μακροτάτων καὶ ἀδίκων καὶ ἀκαθάρτων <milestone unit="section" resp="Stephanus" n="919b"/> λύτρων, ταῦτά ἐστιν καὶ τὰ τοιαῦτα ἐν σύμπασιν τοῖς τοιούτοις ὀρθῶς ἁμαρτανόμενα τὰς διαβολὰς τῇ τῆς ἀπορίας ἐπικουρήσει παρεσκευακότα. τούτων οὖν χρὴ φάρμακον ἀεὶ τέμνειν τὸν νομοθέτην. ὀρθὸν μὲν δὴ πάλαι τε εἰρημένον ὡς πρὸς δύο μάχεσθαι καὶ ἐναντία χαλεπόν, καθάπερ ἐν ταῖς νόσοις πολλοῖς τε ἄλλοισιν· καὶ δὴ καὶ νῦν ἡ τούτων καὶ περὶ ταῦτα ἐστὶν πρὸς δύο μάχη, πενίαν καὶ πλοῦτον, τὸν μὲν ψυχὴν διεφθαρκότα τρυφῇ τῶν ἀνθρώπων, <milestone unit="section" resp="Stephanus" n="919c"/> τὴν δὲ λύπαις προτετραμμένην εἰς ἀναισχυντίαν αὐτήν. τίς οὖν δὴ τῆς νόσου ταύτης ἀρωγὴ γίγνοιτʼ ἂν ἐν νοῦν ἐχούσῃ πόλει; πρῶτον μὲν ὅτι σμικροτάτῳ χρῆσθαι κατὰ δύναμιν τῷ τῶν καπήλων γένει, ἔπειτα τούτοις τῶν ἀνθρώπων προστάττειν ὧν διαφθειρομένων οὐκ ἂν γίγνοιτο μεγάλη λύμη τῇ πόλει, τρίτον δὲ αὐτοῖς τοῖς μετασχοῦσι τούτων τῶν ἐπιτηδευμάτων εὑρεῖν μηχανὴν ὅπως ἤθη μὴ ἀνέδην <milestone unit="section" resp="Stephanus" n="919d"/> ἀναισχυντίας τε καὶ ἀνελευθέρου ψυχῆς μέτοχα συμβήσεται γίγνεσθαι ῥᾳδίως. μετὰ δὴ τὰ νῦν εἰρημένα, περὶ ταῦτα νόμος ἀγαθῇ τύχῃ τοιόσδε ἡμῖν γιγνέσθω· Μαγνήτων, οὓς ὁ θεὸς ἀνορθῶν πάλιν κατοικίζει, γεωμόροι ὅσοι τῶν τετταράκοντα καὶ πεντακισχιλίων ἑστιῶν εἰσιν, μήτε κάπηλος ἑκὼν μηδʼ ἄκων μηδεὶς γιγνέσθω μηδʼ ἔμπορος μήτε διακονίαν μηδʼ ἥντινα κεκτημένος ἰδιώταις τοῖς μὴ ἐξ ἴσου ἑαυτῷ, πλὴν <milestone unit="section" resp="Stephanus" n="919e"/> πατρὶ καὶ μητρὶ καὶ τοῖς ἔτι τούτων εἰς τὸ ἄνω γένεσιν καὶ πᾶσι τοῖς αὑτοῦ πρεσβυτέροις, ὅσοι ἐλεύθεροι ἐλευθέρως. τὸ δʼ ἐλευθερικὸν καὶ ἀνελεύθερον ἀκριβῶς μὲν οὐ ῥᾴδιον νομοθετεῖν, κρινέσθω γε μὴν ὑπὸ τῶν τὰ ἀριστεῖα εἰληφότων τῷ ἐκείνων μίσει τε καὶ ἀσπασμῷ. </said></p></div></div></div></body></text></TEI>