<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="10"><div type="textpart" subtype="section" resp="perseus" n="902"><p><said who="#Ἀθηναῖος"><milestone unit="page" resp="Stephanus" n="902"/><milestone unit="section" resp="Stephanus" n="902a"/><label>ΑΘ.</label> οὐκοῦν τὸ λοιπόν, εἴπερ ἀμελοῦσι τῶν σμικρῶν καὶ ὀλίγων τῶν περὶ τὸ πᾶν, ἢ γιγνώσκοντες ὡς τὸ παράπαν οὐδενὸς τῶν τοιούτων ἐπιμελεῖσθαι δεῖ, δρῷεν ἂν τοῦτο, ἢ τί τὸ λοιπὸν πλὴν τῷ γιγνώσκειν τοὐναντίον;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὐδέν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πότερον οὖν, ὦ ἄριστε καὶ βέλτιστε, θῶμέν σε λέγοντα ὡς ἀγνοοῦντάς τε καὶ δέον ἐπιμελεῖσθαι διʼ ἄγνοιαν ἀμελοῦντας, ἢ γιγνώσκοντας ὅτι δεῖ, καθάπερ οἱ φαυλότατοι τῶν ἀνθρώπων λέγονται ποιεῖν, εἰδότες ἄλλα εἶναι βελτίω <milestone unit="section" resp="Stephanus" n="902b"/> πράττειν ὧν δὴ πράττουσιν, διά τινας ἥττας ἡδονῶν ἢ λυπῶν οὐ ποιεῖν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν δὴ τά γε ἀνθρώπινα πράγματα τῆς τε ἐμψύχου μετέχει φύσεως ἅμα, καὶ θεοσεβέστατον αὐτό ἐστι πάντων ζῴων ἄνθρωπος;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἔοικε γοῦν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> θεῶν γε μὴν κτήματά φαμεν εἶναι πάντα ὁπόσα θνητὰ ζῷα, ὧνπερ καὶ τὸν οὐρανὸν ὅλον.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἤδη τοίνυν σμικρὰ ἢ μεγάλα τις φάτω ταῦτα εἶναι <milestone unit="section" resp="Stephanus" n="902c"/> τοῖς θεοῖς· οὐδετέρως γὰρ τοῖς κεκτημένοις ἡμᾶς ἀμελεῖν ἂν εἴη προσῆκον, ἐπιμελεστάτοις γε οὖσι καὶ ἀρίστοις. σκοπῶμεν γὰρ δὴ καὶ τόδε ἔτι πρὸς τούτοις.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὸ περί τε αἰσθήσεως καὶ δυνάμεως, ἆρʼ οὐκ ἐναντίως ἀλλήλοιν πρὸς ῥᾳστώνην καὶ χαλεπότητά ἐστον πεφυκότε;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὁρᾶν μέν που καὶ ἀκούειν τὰ σμικρὰ χαλεπώτερον ἢ τὰ μεγάλα, φέρειν δὲ αὖ καὶ κρατεῖν καὶ ἐπιμελεῖσθαι τῶν σμικρῶν καὶ ὀλίγων παντὶ ῥᾷον ἢ τῶν ἐναντίων. </said></p><p><said who="#Κλεινίας"><milestone unit="section" resp="Stephanus" n="902d"/><label>ΚΛ.</label> καὶ πολύ γε.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἰατρῷ δὲ προστεταγμένον ὅλον τι θεραπεύειν, βουλομένῳ καὶ δυναμένῳ τῶν μὲν μεγάλων ἐπιμελεῖσθαι, τῶν μορίων δὲ καὶ σμικρῶν ἀμελοῦντι, ἕξει ποτὲ καλῶς αὐτῷ τὸ πᾶν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὐδαμῶς.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐ μὴν οὐδὲ κυβερνήταις οὐδὲ στρατηγοῖς οὐδʼ οἰκονόμοις, οὐδʼ αὖ τισὶν πολιτικοῖς οὐδʼ ἄλλῳ τῶν τοιούτων οὐδενί, χωρὶς τῶν ὀλίγων καὶ σμικρῶν πολλὰ ἢ μεγάλα· οὐδὲ <milestone unit="section" resp="Stephanus" n="902e"/> γὰρ ἄνευ σμικρῶν τοὺς μεγάλους φασὶν λιθολόγοι λίθους εὖ κεῖσθαι.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς γὰρ ἄν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="903"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> μὴ τοίνυν τόν γε θεὸν ἀξιώσωμέν ποτε θνητῶν δημιουργῶν φαυλότερον, οἳ τὰ προσήκοντα αὑτοῖς ἔργα, ὅσῳπερ ἂν ἀμείνους ὦσιν, τόσῳ ἀκριβέστερα καὶ τελεώτερα μιᾷ τέχνῃ σμικρὰ καὶ μεγάλα ἀπεργάζονται· τὸν δὲ θεὸν ὄντα τε σοφώτατον βουλόμενόν τʼ ἐπιμελεῖσθαι καὶ δυνάμενον, 
<milestone unit="page" resp="Stephanus" n="903"/><milestone unit="section" resp="Stephanus" n="903a"/> ὧν μὲν ῥᾷον ἦν ἐπιμεληθῆναι σμικρῶν ὄντων, μηδαμῇ ἐπιμελεῖσθαι καθάπερ ἀργὸν ἢ δειλόν τινα διὰ πόνους ῥᾳθυμοῦντα, τῶν δὲ μεγάλων.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> μηδαμῶς δόξαν τοιαύτην περὶ θεῶν, ὦ ξένε, ἀποδεχώμεθα· οὐδαμῇ γὰρ οὔτε ὅσιον οὔτʼ ἀληθὲς τὸ διανόημα διανοοίμεθʼ ἄν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> δοκοῦμεν δέ μοι νῦν ἤδη μάλιστα μετρίως διειλέχθαι τῷ φιλαιτίῳ τῆς ἀμελείας πέρι θεῶν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ναί.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τῷ γε βιάζεσθαι τοῖς λόγοις ὁμολογεῖν αὐτὸν μὴ <milestone unit="section" resp="Stephanus" n="903b"/> λέγειν ὀρθῶς· ἐπῳδῶν γε μὴν προσδεῖσθαί μοι δοκεῖ μύθων ἔτι τινῶν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ποίων, ὠγαθέ;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πείθωμεν τὸν νεανίαν τοῖς λόγοις ὡς τῷ τοῦ παντὸς ἐπιμελουμένῳ πρὸς τὴν σωτηρίαν καὶ ἀρετὴν τοῦ ὅλου πάντʼ ἐστὶ συντεταγμένα, ὧν καὶ τὸ μέρος εἰς δύναμιν ἕκαστον τὸ προσῆκον πάσχει καὶ ποιεῖ. τούτοις δʼ εἰσὶν ἄρχοντες προστεταγμένοι ἑκάστοις ἐπὶ τὸ σμικρότατον ἀεὶ πάθης καὶ πράξεως, εἰς μερισμὸν τὸν ἔσχατον τέλος ἀπειργασμένοι· <milestone unit="section" resp="Stephanus" n="903c"/> ὧν ἓν καὶ τὸ σόν, ὦ σχέτλιε, μόριον εἰς τὸ πᾶν συντείνει βλέπον ἀεί, καίπερ πάνσμικρον ὄν, σὲ δὲ λέληθεν περὶ τοῦτο αὐτὸ ὡς γένεσις ἕνεκα ἐκείνου γίγνεται πᾶσα, ὅπως ᾖ τῷ τοῦ παντὸς βίῳ ὑπάρχουσα εὐδαίμων οὐσία, οὐχ ἕνεκα σοῦ γιγνομένη, σὺ δʼ ἕνεκα ἐκείνου. πᾶς γὰρ ἰατρὸς καὶ πᾶς ἔντεχνος δημιουργὸς παντὸς μὲν ἕνεκα πάντα ἐργάζεται, πρὸς τὸ κοινῇ συντεῖνον βέλτιστον μέρος μὴν ἕνεκα ὅλου καὶ οὐχ <milestone unit="section" resp="Stephanus" n="903d"/> ὅλον μέρους ἕνεκα ἀπεργάζεται· σὺ δὲ ἀγανακτεῖς, ἀγνοῶν ὅπῃ τὸ περὶ σὲ ἄριστον τῷ παντὶ συμβαίνει καὶ σοὶ κατὰ δύναμιν τὴν τῆς κοινῆς γενέσεως. ἐπεὶ δὲ ἀεὶ ψυχὴ συντεταγμένη σώματι τοτὲ μὲν ἄλλῳ, τοτὲ δὲ ἄλλῳ, μεταβάλλει παντοίας μεταβολὰς διʼ ἑαυτὴν ἢ διʼ ἑτέραν ψυχήν, οὐδὲν ἄλλο ἔργον τῷ πεττευτῇ λείπεται πλὴν μετατιθέναι τὸ μὲν ἄμεινον γιγνόμενον ἦθος εἰς βελτίω τόπον, χεῖρον δὲ εἰς τὸν χείρονα, κατὰ τὸ πρέπον αὐτῶν ἕκαστον, ἵνα τῆς προσηκούσης <milestone unit="section" resp="Stephanus" n="903e"/> μοίρας λαγχάνῃ.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῇ λέγεις;</said></p></div></div></div></body></text></TEI>