<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="10"><div type="textpart" subtype="section" resp="perseus" n="900"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> ἢ καὶ πρὸς τέλος ἴσως ἀνθρώπους ὁρῶν ἐλθόντας γηραιούς, 
<milestone unit="page" resp="Stephanus" n="900"/><milestone unit="section" resp="Stephanus" n="900a"/> παῖδας παίδων καταλιπόντας ἐν τιμαῖς ταῖς μεγίσταις, ταράττῃ τὸ νῦν ἐν ἅπασι τούτοις ἰδών, ἢ διʼ ἀκοῆς αἰσθόμενος ἢ καὶ παντάπασιν αὐτὸς αὐτόπτης, προστυχὴς πολλῶν ἀσεβημάτων καὶ δεινῶν γενομένων τισίν, διʼ αὐτὰ ταῦτα ἐκ σμικρῶν εἰς τυραννίδας τε καὶ τὰ μέγιστα ἀφικομένους· τότε διὰ πάντα τὰ τοιαῦτα δῆλος εἶ μέμφεσθαι μὲν θεοὺς ὡς αἰτίους ὄντας τῶν τοιούτων διὰ συγγένειαν οὐκ ἂν ἐθέλων, ἀγόμενος δὲ ὑπό τε ἀλογίας ἅμα καὶ οὐ δυνάμενος δυσχεραίνειν <milestone unit="section" resp="Stephanus" n="900b"/> θεούς, εἰς τοῦτο νῦν τὸ πάθος ἐλήλυθας, ὥστʼ εἶναι μὲν δοκεῖν αὐτούς, τῶν δὲ ἀνθρωπίνων καταφρονεῖν καὶ ἀμελεῖν πραγμάτων. ἵνα οὖν μὴ ἐπὶ μεῖζον ἔλθῃ σοι πάθος πρὸς ἀσέβειαν τὸ νῦν παρὸν δόγμα, ἀλλʼ ἐάν πως οἷον ἀποδιοπομπήσασθαι λόγοις αὐτὸ προσιὸν γενώμεθα δυνατοί, πειρώμεθα, συνάψαντες τὸν ἑξῆς λόγον ᾧ πρὸς τὸν τὸ παράπαν οὐχ ἡγούμενον θεοὺς ἐξ ἀρχῆς διεπερανάμεθα, <milestone unit="section" resp="Stephanus" n="900c"/> τούτῳ τὰ νῦν προσχρήσασθαι. σὺ δʼ, ὦ Κλεινία τε καὶ Μέγιλλε, ὑπὲρ τοῦ νέου καθάπερ ἐν τοῖς ἔμπροσθεν ἀποκρινόμενοι διαδέχεσθε· ἂν δέ τι δύσκολον ἐμπίπτῃ τοῖς λόγοις, ἐγὼ σφῷν ὥσπερ νυνδὴ δεξάμενος διαβιβῶ τὸν ποταμόν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ὀρθῶς λέγεις· καὶ σύ τε οὕτω ταῦτα δρᾶ, ποιήσομέν τε ἡμεῖς εἰς τὸ δυνατὸν ἃ λέγεις.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἀλλʼ οὐδὲν τάχʼ ἂν ἴσως εἴη χαλεπὸν ἐνδείξασθαι τοῦτό γε, ὡς ἐπιμελεῖς σμικρῶν εἰσιν θεοὶ οὐχ ἧττον, μᾶλλον <milestone unit="section" resp="Stephanus" n="900d"/> δέ, ἢ τῶν μεγέθει διαφερόντων. ἤκουε γάρ που καὶ παρῆν τοῖς νυνδὴ λεγομένοις, ὡς ἀγαθοί γε ὄντες πᾶσαν ἀρετὴν τὴν τῶν πάντων ἐπιμέλειαν οἰκειοτάτην αὑτῶν οὖσαν κέκτηνται.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καὶ σφόδρα γε ἐπήκουεν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὸ μετὰ τοῦτο τοίνυν κοινῇ συνεξεταζόντων τίνα λέγοντες ἀρετὴν αὐτῶν ὁμολογοῦμεν αὐτοὺς ἀγαθοὺς εἶναι. φέρε, τὸ σωφρονεῖν νοῦν τε κεκτῆσθαί φαμεν ἀρετῆς, τὰ δʼ ἐναντία κακίας;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> φαμέν. </said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="900e"/><label>ΑΘ.</label> τί δέ; ἀρετῆς μὲν ἀνδρείαν εἶναι, δειλίαν δὲ κακίας;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καὶ τὰ μὲν αἰσχρὰ τούτων, τὰ δὲ καλὰ φήσομεν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καὶ τῶν μὲν προσήκειν ἡμῖν, εἴπερ, ὁπόσα φλαῦρα, θεοῖς δὲ οὔτε μέγα οὔτε σμικρὸν τῶν τοιούτων μετὸν ἐροῦμεν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καὶ ταῦθʼ οὕτως ὁμολογοῖ πᾶς ἄν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τί δέ; ἀμέλειάν τε καὶ ἀργίαν καὶ τρυφὴν εἰς ἀρετὴν ψυχῆς θήσομεν, ἢ πῶς λέγεις;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καὶ πῶς;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἀλλʼ εἰς τοὐναντίον;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="901"><p><said who="#Ἀθηναῖος"><milestone unit="page" resp="Stephanus" n="901"/><milestone unit="section" resp="Stephanus" n="901a"/><label>ΑΘ.</label> τἀναντία ἄρα τούτοις εἰς τοὐναντίον;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τοὐναντίον.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τί οὖν δή; τρυφῶν καὶ ἀμελὴς ἀργός τε, ὃν ὁ ποιητὴς κηφῆσι κοθούροισι μάλιστα εἴκελον ἔφασκεν εἶναι, γίγνοιτʼ ἂν <del>ὁ</del> τοιοῦτος πᾶς ἡμῖν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ὀρθότατά γε εἰπών.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν τόν γε θεὸν οὐ ῥητέον ἔχειν ἦθος τοιοῦτον, ὅ γέ τοι αὐτὸς μισεῖ, τῷ τέ τι τοιοῦτον φθέγγεσθαι πειρωμένῳ οὐκ ἐπιτρεπτέον.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὐ μὲν δή· πῶς γὰρ ἄν;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="901b"/><label>ΑΘ.</label> ὧι δὴ προσήκει μὲν πράττειν καὶ ἐπιμελεῖσθαι διαφερόντως τινός, ὁ δὲ τούτου γε νοῦς τῶν μὲν μεγάλων ἐπιμελεῖται, τῶν σμικρῶν δὲ ἀμελεῖ, κατὰ τίνα ἐπαινοῦντες τὸν τοιοῦτον λόγον οὐκ ἂν παντάπασι πλημμελοῖμεν; σκοπῶμεν δὲ ὧδε. ἆρʼ οὐ κατὰ δύο εἴδη τὸ τοιοῦτον πράττει ὁ πράττων, εἴτε θεὸς εἴτʼ ἄνθρωπος;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ποίω δὴ λέγομεν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἢ διαφέρον οὐδὲν οἰόμενος εἶναι τῷ ὅλῳ ἀμελουμένων <milestone unit="section" resp="Stephanus" n="901c"/> τῶν σμικρῶν, ἢ ῥᾳθυμίᾳ καὶ τρυφῇ, εἰ διαφέρει, ὁ δὲ ἀμελεῖ. ἢ ἔστιν ἄλλως πως γιγνομένη ἀμέλεια; οὐ γάρ που ὅταν γε ἀδύνατον ᾖ τῶν ἁπάντων ἐπιμελεῖσθαι, τότε ἀμέλεια ἔσται τῶν σμικρῶν ἢ μεγάλων, μὴ ἐπιμελουμένῳ ὧν ἂν δυνάμει θεὸς ἢ φαῦλός τις ὢν ἐλλιπὴς καὶ μὴ δυνατὸς ἐπιμελεῖσθαι γίγνηται.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> νῦν δὴ δύʼ ὄντες τρισὶν ἡμῖν οὖσιν ἀποκρινάσθωσαν <milestone unit="section" resp="Stephanus" n="901d"/> οἱ θεοὺς μὲν ἀμφότεροι ὁμολογοῦντες εἶναι, παραιτητοὺς δὲ ἅτερος, ὁ δὲ ἀμελεῖς τῶν σμικρῶν. πρῶτον μὲν θεοὺς ἀμφότεροί φατε γιγνώσκειν καὶ ὁρᾶν καὶ ἀκούειν πάντα, λαθεῖν δὲ αὐτοὺς οὐδὲν δυνατὸν εἶναι τῶν ὁπόσων εἰσὶν αἱ αἰσθήσεις τε καὶ ἐπιστῆμαι· ταύτῃ λέγετε ἔχειν ταῦτα, ἢ πῶς;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὕτως.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τί δέ; δύνασθαι πάντα ὁπόσων αὖ δύναμίς ἐστιν θνητοῖς τε καὶ ἀθανάτοις;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς γὰρ οὐ συγχωρήσονται καὶ ταῦτα οὕτως ἔχειν;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="901e"/><label>ΑΘ.</label> καὶ μὴν ἀγαθούς γε καὶ ἀρίστους ὡμολογήκαμεν αὐτοὺς εἶναι πέντε ὄντες.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> σφόδρα γε.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἆρʼ οὖν οὐ ῥᾳθυμίᾳ μὲν καὶ τρυφῇ ἀδύνατον αὐτοὺς ὁμολογεῖν πράττειν ὁτιοῦν τὸ παράπαν, ὄντας γε οἵους ὁμολογοῦμεν; δειλίας γὰρ ἔκγονος ἔν γε ἡμῖν ἀργία, ῥᾳθυμία δὲ ἀργίας καὶ τρυφῆς.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἀργίᾳ μὲν δὴ καὶ ῥᾳθυμίᾳ οὐδεὶς ἀμελεῖ θεῶν· οὐ γὰρ μέτεστιν αὐτῷ που δειλίας.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ὀρθότατα λέγεις.</said></p></div></div></div></body></text></TEI>