<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="10"><div type="textpart" subtype="section" resp="perseus" n="896"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὧι δὴ ψυχὴ τοὔνομα, τίς τούτου λόγος; ἔχομεν 
<milestone unit="page" resp="Stephanus" n="896"/><milestone unit="section" resp="Stephanus" n="896a"/> ἄλλον πλὴν τὸν νυνδὴ ῥηθέντα, τὴν δυναμένην αὐτὴν αὑτὴν κινεῖν κίνησιν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὸ ἑαυτὸ κινεῖν φῂς λόγον ἔχειν τὴν αὐτὴν οὐσίαν, ἥνπερ τοὔνομα ὃ δὴ πάντες ψυχὴν προσαγορεύομεν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> φημί γε· εἰ δʼ ἔστι τοῦτο οὕτως ἔχον, ἆρα ἔτι ποθοῦμεν μὴ ἱκανῶς δεδεῖχθαι ψυχὴν ταὐτὸν ὂν καὶ τὴν πρώτην γένεσιν καὶ κίνησιν τῶν τε ὄντων καὶ γεγονότων καὶ ἐσομένων καὶ πάντων αὖ τῶν ἐναντίων τούτοις, ἐπειδή γε <milestone unit="section" resp="Stephanus" n="896b"/> ἀνεφάνη μεταβολῆς τε καὶ κινήσεως ἁπάσης αἰτία ἅπασιν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὔκ, ἀλλὰ ἱκανώτατα δέδεικται ψυχὴ τῶν πάντων πρεσβυτάτη, γενομένη γε ἀρχὴ κινήσεως.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἆρʼ οὖν οὐχ ἡ διʼ ἕτερον ἐν ἄλλῳ γιγνομένη κίνησις, αὐτὸ δὲ ἐν αὑτῷ μηδέποτε παρέχουσα κινεῖσθαι μηδέν, δευτέρα τε, καὶ ὁπόσων ἀριθμῶν βούλοιτο ἄν τις ἀριθμεῖν αὐτὴν πολλοστήν, τοσούτων, σώματος οὖσα ὄντως ἀψύχου μεταβολή;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ὀρθῶς.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὀρθῶς ἄρα καὶ κυρίως ἀληθέστατά τε καὶ τελεώτατα <milestone unit="section" resp="Stephanus" n="896c"/> εἰρηκότες ἂν εἶμεν ψυχὴν μὲν προτέραν γεγονέναι σώματος ἡμῖν, σῶμα δὲ δεύτερόν τε καὶ ὕστερον, ψυχῆς ἀρχούσης, ἀρχόμενον κατὰ φύσιν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἀληθέστατα μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> μεμνήμεθά γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν ὡς, εἰ ψυχὴ φανείη πρεσβυτέρα σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύτερα.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τρόποι δὲ καὶ ἤθη καὶ βουλήσεις καὶ λογισμοὶ καὶ <milestone unit="section" resp="Stephanus" n="896d"/> δόξαι ἀληθεῖς ἐπιμέλειαί τε καὶ μνῆμαι πρότερα μήκους σωμάτων καὶ πλάτους καὶ βάθους καὶ ῥώμης εἴη γεγονότα ἄν, εἴπερ καὶ ψυχὴ σώματος.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἆρʼ οὖν τὸ μετὰ τοῦτο ὁμολογεῖν ἀναγκαῖον τῶν τε ἀγαθῶν αἰτίαν εἶναι ψυχὴν καὶ τῶν κακῶν καὶ καλῶν καὶ αἰσχρῶν δικαίων τε καὶ ἀδίκων καὶ πάντων τῶν ἐναντίων, εἴπερ τῶν πάντων γε αὐτὴν θήσομεν αἰτίαν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ψυχὴν δὴ διοικοῦσαν καὶ ἐνοικοῦσαν ἐν ἅπασιν <milestone unit="section" resp="Stephanus" n="896e"/> τοῖς πάντῃ κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τί μήν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> μίαν ἢ πλείους; πλείους· ἐγὼ ὑπὲρ σφῷν ἀποκρινοῦμαι. δυοῖν μέν γέ που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> σφόδρα ὀρθῶς εἴρηκας.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="897"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> εἶεν. ἄγει μὲν δὴ ψυχὴ πάντα τὰ κατʼ οὐρανὸν καὶ γῆν καὶ θάλατταν ταῖς αὑτῆς κινήσεσιν, αἷς ὀνόματά 
<milestone unit="page" resp="Stephanus" n="897"/><milestone unit="section" resp="Stephanus" n="897a"/> ἐστιν βούλεσθαι, σκοπεῖσθαι, ἐπιμελεῖσθαι, βουλεύεσθαι, δοξάζειν ὀρθῶς ἐψευσμένως, χαίρουσαν λυπουμένην, θαρροῦσαν φοβουμένην, μισοῦσαν στέργουσαν, καὶ πάσαις ὅσαι τούτων συγγενεῖς ἢ πρωτουργοὶ κινήσεις τὰς δευτερουργοὺς αὖ παραλαμβάνουσαι κινήσεις σωμάτων ἄγουσι πάντα εἰς αὔξησιν καὶ φθίσιν καὶ διάκρισιν καὶ σύγκρισιν καὶ τούτοις ἑπομένας θερμότητας ψύξεις, βαρύτητας κουφότητας, σκληρὸν καὶ μαλακόν, λευκὸν καὶ μέλαν, αὐστηρὸν <milestone unit="section" resp="Stephanus" n="897b"/> καὶ γλυκύ, καὶ πᾶσιν οἷς ψυχὴ χρωμένη, νοῦν μὲν προσλαβοῦσα ἀεὶ θεὸν ὀρθῶς θεοῖς, ὀρθὰ καὶ εὐδαίμονα παιδαγωγεῖ πάντα, ἀνοίᾳ δὲ συγγενομένη πάντα αὖ τἀναντία τούτοις ἀπεργάζεται. τιθῶμεν ταῦτα οὕτως ἔχειν, ἢ ἔτι διστάζομεν εἰ ἑτέρως πως ἔχει;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὐδαμῶς.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πότερον οὖν δὴ ψυχῆς γένος ἐγκρατὲς οὐρανοῦ καὶ γῆς καὶ πάσης τῆς περιόδου γεγονέναι φῶμεν; τὸ φρόνιμον <milestone unit="section" resp="Stephanus" n="897c"/> καὶ ἀρετῆς πλῆρες, ἢ τὸ μηδέτερα κεκτημένον; βούλεσθε οὖν πρὸς ταῦτα ὧδε ἀποκρινώμεθα;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> εἰ μέν, ὦ θαυμάσιε, φῶμεν, ἡ σύμπασα οὐρανοῦ ὁδὸς ἅμα καὶ φορὰ καὶ τῶν ἐν αὐτῷ ὄντων ἁπάντων νοῦ κινήσει καὶ περιφορᾷ καὶ λογισμοῖς ὁμοίαν φύσιν ἔχει καὶ συγγενῶς ἔρχεται, δῆλον ὡς τὴν ἀρίστην ψυχὴν φατέον ἐπιμελεῖσθαι τοῦ κόσμου παντὸς καὶ ἄγειν αὐτὸν τὴν τοιαύτην ὁδὸν ἐκείνην.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ὀρθῶς. </said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="897d"/><label>ΑΘ.</label> εἰ δὲ μανικῶς τε καὶ ἀτάκτως ἔρχεται, τὴν κακήν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καὶ ταῦτα ὀρθῶς.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τίνα οὖν δὴ νοῦ κίνησις φύσιν ἔχει; τοῦτο ἤδη χαλεπόν, ὦ φίλοι, ἐρώτημα ἀποκρινόμενον εἰπεῖν ἐμφρόνως· διὸ δὴ καὶ ἐμὲ τῆς ἀποκρίσεως ὑμῖν δίκαιον τὰ νῦν προσλαμβάνειν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> εὖ λέγεις.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> μὴ τοίνυν ἐξ ἐναντίας οἷον εἰς ἥλιον ἀποβλέποντες, νύκτα ἐν μεσημβρίᾳ ἐπαγόμενοι, ποιησώμεθα τὴν ἀπόκρισιν, ὡς νοῦν ποτε θνητοῖς ὄμμασιν ὀψόμενοί τε καὶ γνωσόμενοι <milestone unit="section" resp="Stephanus" n="897e"/> ἱκανῶς· πρὸς δὲ εἰκόνα τοῦ ἐρωτωμένου βλέποντας ἀσφαλέστερον ὁρᾶν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἧι προσέοικεν κινήσει νοῦς τῶν δέκα ἐκείνων κινήσεων, τὴν εἰκόνα λάβωμεν· ἣν συναναμνησθεὶς ὑμῖν ἐγὼ κοινῇ τὴν ἀπόκρισιν ποιήσομαι.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> κάλλιστα ἂν λέγοις.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> μεμνήμεθα τοίνυν τῶν τότε ἔτι τοῦτό γε, ὅτι τῶν πάντων τὰ μὲν κινεῖσθαι, τὰ δὲ μένειν ἔθεμεν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ναί.</said></p></div></div></div></body></text></TEI>