<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="10"><div type="textpart" subtype="section" resp="perseus" n="894"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> καὶ μὴν καὶ συγκρινόμενα μὲν αὐξάνεται, διακρινόμενα δὲ φθίνει τότε, ὅταν ἡ καθεστηκυῖα ἑκάστων ἕξις διαμένῃ, 
<milestone unit="page" resp="Stephanus" n="894"/><milestone unit="section" resp="Stephanus" n="894a"/> μὴ μενούσης δὲ αὐτῆς, διʼ ἀμφότερα ἀπόλλυται. γίγνεται δὴ πάντων γένεσις, ἡνίκʼ ἂν τί πάθος ᾖ; δῆλον ὡς ὁπόταν ἀρχὴ λαβοῦσα αὔξην εἰς τὴν δευτέραν ἔλθῃ μετάβασιν καὶ ἀπὸ ταύτης εἰς τὴν πλησίον, καὶ μέχρι τριῶν ἐλθοῦσα αἴσθησιν σχῇ τοῖς αἰσθανομένοις. μεταβάλλον μὲν οὖν οὕτω καὶ μετακινούμενον γίγνεται πᾶν· ἔστιν δὲ ὄντως ὄν, ὁπόταν μένῃ, μεταβαλὸν δὲ εἰς ἄλλην ἕξιν διέφθαρται παντελῶς. ἆρʼ οὖν κινήσεις πάσας εἰρήκαμεν ὡς ἐν εἴδεσιν <milestone unit="section" resp="Stephanus" n="894b"/> λαβεῖν μετʼ ἀριθμοῦ, πλήν γε, ὦ φίλοι, δυοῖν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ποίαιν δή;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> σχεδόν, ὠγαθέ, ἐκείναιν ὧν ἕνεκα πᾶσα ἡμῖν ἐστιν ἡ σκέψις τὰ νῦν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> λέγε σαφέστερον.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ψυχῆς ἦν ἕνεκά που;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἔστω τοίνυν ἡ μὲν ἕτερα δυναμένη κινεῖν κίνησις, ἑαυτὴν δὲ ἀδυνατοῦσα, ἀεὶ μία τις, ἡ δὲ αὑτήν τʼ ἀεὶ καὶ ἕτερα δυναμένη κατά τε συγκρίσεις ἔν τε διακρίσεσιν αὔξαις τε καὶ τῷ ἐναντίῳ καὶ γενέσεσι καὶ φθοραῖς ἄλλη μία τις <milestone unit="section" resp="Stephanus" n="894c"/> αὖ τῶν πασῶν κινήσεων.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἔστω γὰρ οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν τὴν μὲν ἕτερον ἀεὶ κινοῦσαν καὶ μεταβαλλομένην ὑφʼ ἑτέρου θήσομεν ἐνάτην αὖ, τήν τε ἑαυτὴν κινοῦσαν καὶ ἕτερον, ἐναρμόττουσαν πᾶσιν μὲν ποιήμασι, πᾶσιν δὲ παθήμασι, καλουμένην δὲ ὄντως τῶν ὄντων πάντων μεταβολὴν καὶ κίνησιν, ταύτην δὲ δεκάτην σχεδὸν ἐροῦμεν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τῶν δὴ δέκα μάλιστα ἡμῖν κινήσεων τίνʼ ἂν προκρίναιμεν <milestone unit="section" resp="Stephanus" n="894d"/> ὀρθότατα πασῶν ἐρρωμενεστάτην τε εἶναι καὶ πρακτικὴν διαφερόντως;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> μυρίῳ ἀνάγκη που φάναι διαφέρειν τὴν αὐτὴν αὑτὴν δυναμένην κινεῖν, τὰς δὲ ἄλλας πάσας ὑστέρας.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> εὖ λέγεις. ἆρʼ οὖν ἡμῖν τῶν νῦν οὐκ ὀρθῶς ῥηθέντων μεταθετέον ἓν ἢ καὶ δύο;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ποῖα φῄς;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὸ τῆς δεκάτης ῥηθὲν σχεδὸν οὐκ ὀρθῶς εἴρηται.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῇ;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πρῶτον γενέσει τέ ἐστιν καὶ ῥώμῃ κατὰ λόγον· τὸ <milestone unit="section" resp="Stephanus" n="894e"/> δὲ μετὰ τοῦτο ἔχομεν τούτου δεύτερον, ἄρτι ῥηθὲν ἀτόπως ἔνατον.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὧδε. ὅταν ἕτερον ἄλλο ἡμῖν μεταβάλῃ καὶ τοῦτο ἄλλο ἕτερον ἀεί, τῶν τοιούτων ἆρα ἔσται ποτέ τι πρῶτον μεταβάλλον; καὶ πῶς, ὅταν ὑπʼ ἄλλου κινῆται, τοῦτʼ ἔσται ποτὲ τῶν ἀλλοιούντων πρῶτον; ἀδύνατον γάρ. </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="895"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> ἀλλʼ ὅταν ἄρα αὐτὸ αὑτὸ κινῆσαν ἕτερον ἀλλοιώσῃ, τὸ δʼ ἕτερον ἄλλο, 
<milestone unit="page" resp="Stephanus" n="895"/><milestone unit="section" resp="Stephanus" n="895a"/> καὶ οὕτω δὴ χίλια ἐπὶ μυρίοις γίγνηται τὰ κινηθέντα, μῶν ἀρχή τις αὐτῶν ἔσται τῆς κινήσεως ἁπάσης ἄλλη πλὴν ἡ τῆς αὐτῆς αὑτὴν κινησάσης μεταβολή;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> κάλλιστα εἶπες, συγχωρητέα τε τούτοις.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἔτι δὴ καὶ τῇδε εἴπωμεν, καὶ ἀποκρινώμεθα πάλιν ἡμῖν αὐτοῖσιν. εἰ σταίη πως τὰ πάντα ὁμοῦ γενόμενα, καθάπερ οἱ πλεῖστοι τῶν τοιούτων τολμῶσι λέγειν, τίνʼ ἄρα ἐν αὐτοῖς ἀνάγκη πρώτην κίνησιν γενέσθαι τῶν εἰρημένων; <milestone unit="section" resp="Stephanus" n="895b"/> τὴν αὐτὴν ἑαυτὴν δήπου κινοῦσαν· ὑπʼ ἄλλου γὰρ οὐ μήποτε ἔμπροσθεν μεταπέσῃ, μηδεμιᾶς γε ἐν αὐτοῖς οὔσης ἔμπροσθεν μεταπτώσεως. ἀρχὴν ἄρα κινήσεων πασῶν καὶ πρώτην ἔν τε ἑστῶσιν γενομένην καὶ ἐν κινουμένοις οὖσαν τὴν αὑτὴν κινοῦσαν φήσομεν ἀναγκαίως εἶναι πρεσβυτάτην καὶ κρατίστην μεταβολὴν πασῶν, τὴν δὲ ἀλλοιουμένην ὑφʼ ἑτέρου, κινοῦσαν δὲ ἕτερα δευτέραν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἀληθέστατα λέγεις. </said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="895c"/><label>ΑΘ.</label> ὁπότε δὴ τοίνυν ἐνταῦθά ἐσμεν τοῦ λόγου, τόδε ἀποκρινώμεθα.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἐὰν ἴδωμέν που ταύτην γενομένην ἐν τῷ γηίνῳ ἢ ἐνύδρῳ ἢ πυροειδεῖ, κεχωρισμένῳ ἢ καὶ συμμιγεῖ, τί ποτε φήσομεν ἐν τῷ τοιούτῳ πάθος εἶναι;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> μῶν ἄρα με ἐρωτᾷς εἰ ζῆν αὐτὸ προσεροῦμεν, ὅταν αὐτὸ αὑτὸ κινῇ;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ναί.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> Ζῆν· πῶς γὰρ οὔ;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τί δέ; ὁπόταν ψυχὴν ἔν τισιν ὁρῶμεν, μῶν ἄλλο ἢ ταὐτὸν τούτῳ; ζῆν ὁμολογητέον;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὐκ ἄλλο. </said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="895d"/><label>ΑΘ.</label> ἔχε δὴ πρὸς Διός· ἆρʼ οὐκ ἂν ἐθέλοις περὶ ἕκαστον τρία νοεῖν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς λέγεις;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἓν μὲν τὴν οὐσίαν, ἓν δὲ τῆς οὐσίας τὸν λόγον, ἓν δὲ ὄνομα· καὶ δὴ καὶ ἐρωτήσεις εἶναι περὶ τὸ ὂν ἅπαν δύο.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς δύο;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τοτὲ μὲν ἡμῶν ἕκαστον τοὔνομα προτεινόμενον αὐτὸ τὸν λόγον ἀπαιτεῖν, τοτὲ δὲ τὸν λόγον αὐτὸν προτεινόμενον ἐρωτᾶν αὖ τοὔνομα. ἆρά γε τὸ τοιόνδε αὖ βουλόμεθα νῦν λέγειν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="895e"/><label>ΑΘ.</label> ἔστιν που δίχα διαιρούμενον ἐν ἄλλοις τε καὶ ἐν ἀριθμῷ· τούτῳ δὴ τῷ κατʼ ἀριθμὸν ὄνομα μὲν ἄρτιον, λόγος δέ, ἀριθμὸς διαιρούμενος εἰς ἴσα δύο μέρη.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ναί.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὸ τοιοῦτον φράζω. μῶν οὖν οὐ ταὐτὸν ἑκατέρως προσαγορεύομεν, ἄντε τὸν λόγον ἐρωτώμενοι τοὔνομα ἀποδιδῶμεν, ἄντε τοὔνομα τὸν λόγον, ἄρτιον ὀνόματι, καὶ λόγῳ δίχα διαιρούμενον ἀριθμόν, προσαγορεύοντες ταὐτὸν ὄν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> παντάπασι μὲν οὖν.</said></p></div></div></div></body></text></TEI>