ΚΛ. οὐκοῦν, ὦ ξένε, δοκεῖ ῥᾴδιον εἶναι ἀληθεύοντας λέγειν ὡς εἰσὶν θεοί; ΑΘ. πῶς; ΚΛ. πρῶτον μὲν γῆ καὶ ἥλιος ἄστρα τε καὶ τὰ σύμπαντα, καὶ τὰ τῶν ὡρῶν διακεκοσμημένα καλῶς οὕτως, ἐνιαυτοῖς τε καὶ μησὶν διειλημμένα· καὶ ὅτι πάντες Ἕλληνές τε καὶ βάρβαροι νομίζουσιν εἶναι θεούς. ΑΘ. φοβοῦμαί γε, ὦ μακάριε, τοὺς μοχθηρούς—οὐ γὰρ δή ποτε εἴποιμʼ ἂν ὥς γε αἰδοῦμαι—μή πως ἡμῶν καταφρονήσωσιν. ὑμεῖς μὲν γὰρ οὐκ ἴστε αὐτῶν πέρι τὴν τῆς διαφορᾶς αἰτίαν, ἀλλʼ ἡγεῖσθε ἀκρατείᾳ μόνον ἡδονῶν τε καὶ ἐπιθυμιῶν ἐπὶ τὸν ἀσεβῆ βίον ὁρμᾶσθαι τὰς ψυχὰς αὐτῶν. ΚΛ. τὸ δὲ τί πρὸς τούτοις αἴτιον ἄν, ὦ ξένε, εἴη; ΑΘ. σχεδὸν ὃ παντάπασιν ὑμεῖς ἔξω ζῶντες οὐκ ἂν εἰδείητε, ἀλλὰ ὑμᾶς ἂν λανθάνοι. ΚΛ. τί δὴ τοῦτο φράζεις τὰ νῦν; ΑΘ. ἀμαθία τις μάλα χαλεπή, δοκοῦσα εἶναι μεγίστη φρόνησις. ΚΛ. πῶς λέγεις; ΑΘ. εἰσὶν ἡμῖν ἐν γράμμασιν λόγοι κείμενοι, οἳ παρʼ ὑμῖν οὐκ εἰσὶν διʼ ἀρετὴν πολιτείας, ὡς ἐγὼ μανθάνω, οἱ μὲν ἔν τισι μέτροις, οἱ δὲ καὶ ἄνευ μέτρων λέγοντες περὶ θεῶν, οἱ μὲν παλαιότατοι ὡς γέγονεν ἡ πρώτη φύσις οὐρανοῦ τῶν τε ἄλλων, προϊόντες δὲ τῆς ἀρχῆς οὐ πολὺ θεογονίαν διεξέρχονται, γενόμενοί τε ὡς πρὸς ἀλλήλους ὡμίλησαν· ἃ τοῖς ἀκούουσιν εἰ μὲν εἰς ἄλλο τι καλῶς ἢ μὴ καλῶς ἔχει, οὐ ῥᾴδιον ἐπιτιμᾶν παλαιοῖς οὖσιν, εἰς μέντοι γονέων τε θεραπείας καὶ τιμὰς οὐκ ἂν ἔγωγέ ποτε ἐπαινῶν εἴποιμι οὔτε ὡς ὠφέλιμα οὔτε ὡς τὸ παράπαν ὄντως εἴρηται. τὰ μὲν οὖν δὴ τῶν ἀρχαίων πέρι μεθείσθω καὶ χαιρέτω, καὶ ὅπῃ θεοῖσιν φίλον, λεγέσθω ταύτῃ· τὰ δὲ τῶν νέων ἡμῖν καὶ σοφῶν αἰτιαθήτω ὅπῃ κακῶν αἴτια. τόδε οὖν οἱ τῶν τοιούτων ἐξεργάζονται λόγοι· ἐμοῦ γὰρ καὶ σοῦ, ὅταν τεκμήρια λέγωμεν ὡς εἰσὶν θεοί, ταῦτα αὐτὰ προφέροντες, ἥλιόν τε καὶ σελήνην καὶ ἄστρα καὶ γῆν ὡς θεοὺς καὶ θεῖα ὄντα, ὑπὸ τῶν σοφῶν τούτων ἀναπεπεισμένοι ἂν λέγοιεν ὡς γῆν τε καὶ λίθους ὄντα αὐτὰ καὶ οὐδὲν τῶν ἀνθρωπείων πραγμάτων φροντίζειν δυνάμενα, λόγοισι δὲ ταῦτα εὖ πως εἰς τὸ πιθανὸν περιπεπεμμένα. ΚΛ. χαλεπόν γε λόγον, ὦ ξένε, εἰρηκὼς τυγχάνεις, εἴ γε εἷς ἦν μόνον· νῦν δὲ ὅτε πάμπολλοι τυγχάνουσιν, ἔτι χαλεπώτερον ἂν εἴη. ΑΘ. τί οὖν δή; τί λέγομεν; τί χρὴ δρᾶν ἡμᾶς; πότερον ἀπολογησώμεθα οἷον κατηγορήσαντός τινος ἐν ἀσεβέσιν ἀνθρώποις ἡμῶν, φεύγουσι περὶ τῆς νομοθεσίας λέγουσιν ὡς δεινὰ ἐργαζόμεθα νομοθετοῦντες ὡς ὄντων θεῶν; ἢ χαίρειν ἐάσαντες ἐπὶ τοὺς νόμους τρεπώμεθα πάλιν, μὴ καὶ τὸ προοίμιον ἡμῖν μακρότερον γίγνηται τῶν νόμων; οὐ γάρ τι βραχὺς ὁ λόγος ἐκταθεὶς ἂν γίγνοιτο, εἰ τοῖσιν ἐπιθυμοῦσιν ἀσεβεῖν τὰ μὲν ἀποδείξαιμεν μετρίως τοῖς λόγοις ὧν ἔφραζον δεῖν πέρι λέγειν, τὸν δὲ εἰς φόβον τρέψαιμεν, τὰ δὲ δυσχεραίνειν ποιήσαντες, ὅσα πρέπει μετὰ ταῦτα ἤδη νομοθετοῖμεν. ΚΛ. ἀλλʼ, ὦ ξένε, πολλάκις μὲν ὥς γε ἐν ὀλίγῳ χρόνῳ τοῦτʼ αὐτὸ εἰρήκαμεν, ὡς οὐδὲν ἐν τῷ παρόντι δεῖ προτιμᾶν βραχυλογίαν μᾶλλον ἢ μῆκος—οὐδεὶς γὰρ ἡμᾶς, τὸ λεγόμενον, ἐπείγων διώκει—γελοῖον δὴ καὶ φαῦλον τὸ πρὸ τῶν βελτίστων τὰ βραχύτερα αἱρουμένους φαίνεσθαι. διαφέρει δʼ οὐ σμικρὸν ἁμῶς γέ πως πιθανότητά τινα τοὺς λόγους ἡμῶν ἔχειν, ὡς θεοί τʼ εἰσὶν καὶ ἀγαθοί, δίκην τιμῶντες διαφερόντως ἀνθρώπων· σχεδὸν γὰρ τοῦτο ἡμῖν ὑπὲρ ἁπάντων τῶν νόμων κάλλιστόν τε καὶ ἄριστον προοίμιον ἂν εἴη. μηδὲν οὖν δυσχεράναντες μηδὲ ἐπειχθέντες, ἥντινά ποτε ἔχομεν δύναμιν εἰς πειθὼ τῶν τοιούτων λόγων, μηδὲν ἀποθέμενοι διεξέλθωμεν εἰς τὸ δυνατὸν ἱκανῶς. ΑΘ. εὐχήν μοι δοκεῖ παρακαλεῖν ὁ λεγόμενος ὑπὸ σοῦ νῦν λόγος, ἐπειδὴ προθύμως συντείνεις· μέλλειν δὲ οὐκέτι ἐγχωρεῖ λέγειν. φέρε δή, πῶς ἄν τις μὴ θυμῷ λέγοι περὶ θεῶν ὡς εἰσίν; ἀνάγκη γὰρ δὴ χαλεπῶς φέρειν καὶ μισεῖν ἐκείνους οἳ τούτων ἡμῖν αἴτιοι τῶν λόγων γεγένηνται καὶ γίγνονται νῦν, οὐ πειθόμενοι τοῖς μύθοις οὓς ἐκ νέων παίδων ἔτι ἐν γάλαξι τρεφόμενοι τροφῶν τε ἤκουον καὶ μητέρων, οἷον ἐν ἐπῳδαῖς μετά τε παιδιᾶς καὶ μετὰ σπουδῆς λεγομένων καὶ μετὰ θυσιῶν ἐν εὐχαῖς αὐτοὺς ἀκούοντές τε, καὶ ὄψεις ὁρῶντες ἑπομένας αὐτοῖς ἃς ἥδιστα ὅ γε νέος ὁρᾷ τε καὶ ἀκούει πραττομένας θυόντων, ἐν σπουδῇ τῇ μεγίστῃ τοὺς αὑτῶν γονέας ὑπὲρ αὑτῶν τε καὶ ἐκείνων ἐσπουδακότας, ὡς ὅτι μάλιστα οὖσιν θεοῖς εὐχαῖς προσδιαλεγομένους καὶ ἱκετείαις, ἀνατέλλοντός τε ἡλίου καὶ σελήνης καὶ πρὸς δυσμὰς ἰόντων προκυλίσεις ἅμα καὶ προσκυνήσεις ἀκούοντές τε καὶ ὁρῶντες Ἑλλήνων τε καὶ βαρβάρων πάντων ἐν συμφοραῖς παντοίαις ἐχομένων καὶ ἐν εὐπραγίαις, οὐχ ὡς οὐκ ὄντων ἀλλʼ ὡς ὅτι μάλιστα ὄντων καὶ οὐδαμῇ ὑποψίαν ἐνδιδόντων ὡς οὐκ εἰσὶν θεοί—