<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="section" resp="perseus" n="649"><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ναί· σωφρονοῖ γὰρ <add>ἄν</add>, ὦ ξένε, καὶ ὁ τοιοῦτος οὕτω πράττων.</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="page" resp="Stephanus" n="649"/><milestone unit="section" resp="Stephanus" n="649a"/><label>ΑΘ.</label> πάλιν δὴ πρὸς τὸν νομοθέτην λέγωμεν τάδε· εἶεν, ὦ νομοθέτα, τοῦ μὲν δὴ φόβου σχεδὸν οὔτε θεὸς ἔδωκεν ἀνθρώποις τοιοῦτον φάρμακον οὔτε αὐτοὶ μεμηχανήμεθα— τοὺς γὰρ γόητας οὐκ ἐν θοίνῃ λέγω—τῆς δὲ ἀφοβίας καὶ τοῦ λίαν θαρρεῖν καὶ ἀκαίρως ἃ μὴ χρή, πότερον ἔστιν πῶμα, ἢ πῶς λέγομεν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἔστιν, φήσει που, τὸν οἶνον φράζων.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἦ καὶ τοὐναντίον ἔχει τοῦτο τῷ νυνδὴ λεγομένῳ; πιόντα τὸν ἄνθρωπον αὐτὸν αὑτοῦ ποιεῖ πρῶτον ἵλεων εὐθὺς <milestone unit="section" resp="Stephanus" n="649b"/> μᾶλλον ἢ πρότερον, καὶ ὁπόσῳ ἂν πλέον αὐτοῦ γεύηται, τοσούτῳ πλειόνων ἐλπίδων ἀγαθῶν πληροῦσθαι καὶ δυνάμεως εἰς δόξαν; καὶ τελευτῶν δὴ πάσης ὁ τοιοῦτος παρρησίας ὡς σοφὸς ὢν μεστοῦται καὶ ἐλευθερίας, πάσης δὲ ἀφοβίας, ὥστε εἰπεῖν τε ἀόκνως ὁτιοῦν, ὡσαύτως δὲ καὶ πρᾶξαι; πᾶς ἡμῖν, οἶμαι, ταῦτʼ ἂν συγχωροῖ.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τί μήν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἀναμνησθῶμεν δὴ τόδε, ὅτι δύʼ ἔφαμεν ἡμῶν ἐν ταῖς ψυχαῖς δεῖν θεραπεύεσθαι, τὸ μὲν ὅπως ὅτι μάλιστα <milestone unit="section" resp="Stephanus" n="649c"/> θαρρήσομεν, τὸ δὲ τοὐναντίον ὅτι μάλιστα φοβησόμεθα.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἃ τῆς αἰδοῦς ἔλεγες, ὡς οἰόμεθα.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καλῶς μνημονεύετε. ἐπειδὴ δὲ τήν τε ἀνδρείαν καὶ τὴν ἀφοβίαν ἐν τοῖς φόβοις δεῖ καταμελετᾶσθαι, σκεπτέον ἆρα τὸ ἐναντίον ἐν τοῖς ἐναντίοις θεραπεύεσθαι δέον ἂν εἴη.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τό γʼ οὖν εἰκός.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἃ παθόντες ἄρα πεφύκαμεν διαφερόντως θαρραλέοι τʼ εἶναι καὶ θρασεῖς, ἐν τούτοις δέον ἄν, ὡς ἔοικʼ, εἴη τὸ μελετᾶν ὡς ἥκιστα εἶναι ἀναισχύντους τε καὶ θρασύτητος <milestone unit="section" resp="Stephanus" n="649d"/> γέμοντας, φοβεροὺς δὲ εἰς τό τι τολμᾶν ἑκάστοτε λέγειν ἢ πάσχειν ἢ καὶ δρᾶν αἰσχρὸν ὁτιοῦν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἔοικεν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν ταῦτά ἐστι πάντα ἐν οἷς ἐσμὲν τοιοῦτοι, θυμός, ἔρως, ὕβρις, ἀμαθία, φιλοκέρδεια, δειλία, καὶ ἔτι τοιάδε, πλοῦτος, κάλλος, ἰσχύς, καὶ πάνθʼ ὅσα διʼ ἡδονῆς αὖ μεθύσκοντα παράφρονας ποιεῖ; τούτων δὲ εὐτελῆ τε καὶ ἀσινεστέραν πρῶτον μὲν πρὸς τὸ λαμβάνειν πεῖραν, εἶτα εἰς τὸ μελετᾶν, πλὴν τῆς ἐν οἴνῳ βασάνου καὶ παιδιᾶς, τίνα <milestone unit="section" resp="Stephanus" n="649e"/> ἔχομεν ἡδονὴν εἰπεῖν ἔμμετρον μᾶλλον, ἂν καὶ ὁπωστιοῦν μετʼ εὐλαβείας γίγνηται;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="650"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> σκοπῶμεν γὰρ δή· δυσκόλου ψυχῆς καὶ ἀγρίας, ἐξ ἧς ἀδικίαι μυρίαι γίγνονται, πότερον ἰόντα εἰς τὰ συμβόλαια πεῖραν λαμβάνειν, κινδυνεύοντα περὶ 
<milestone unit="page" resp="Stephanus" n="650"/><milestone unit="section" resp="Stephanus" n="650a"/> αὐτῶν, σφαλερώτερον, ἢ συγγενόμενον μετὰ τῆς τοῦ Διονύσου θεωρίας; ἢ πρὸς τἀφροδίσια ἡττημένης τινὸς ψυχῆς βάσανον λαμβάνειν, ἐπιτρέποντα αὑτοῦ θυγατέρας τε καὶ ὑεῖς καὶ γυναῖκας, οὕτως, ἐν τοῖς φιλτάτοις κινδυνεύσαντες, ἦθος ψυχῆς θεάσασθαι; καὶ μυρία δὴ λέγων οὐκ ἄν τίς ποτε ἀνύσειεν ὅσῳ διαφέρει τὸ μετὰ παιδιᾶς τὴν ἄλλως ἄνευ μισθοῦ ζημιώδους θεωρεῖν. καὶ δὴ καὶ τοῦτο μὲν αὐτὸ περί <milestone unit="section" resp="Stephanus" n="650b"/> γε τούτων οὔτʼ ἂν Κρῆτας οὔτʼ ἄλλους ἀνθρώπους οὐδένας οἰόμεθα ἀμφισβητῆσαι, μὴ οὐ πεῖράν τε ἀλλήλων ἐπιεικῆ ταύτην εἶναι, τό τε τῆς εὐτελείας καὶ ἀσφαλείας καὶ τάχους διαφέρειν πρὸς τὰς ἄλλας βασάνους.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἀληθὲς τοῦτό γε.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τοῦτο μὲν ἄρʼ ἂν τῶν χρησιμωτάτων ἓν εἴη, τὸ γνῶναι τὰς φύσεις τε καὶ ἕξεις τῶν ψυχῶν, τῇ τέχνῃ ἐκείνῃ ἧς ἐστιν ταῦτα θεραπεύειν· ἔστιν δέ που, φαμέν, ὡς οἶμαι, πολιτικῆς. ἦ γάρ;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πάνυ μὲν οὖν.</said></p></div></div><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" resp="perseus" n="652"><p><said who="#Ἀθηναῖος"><milestone unit="page" resp="Stephanus" n="652"/><milestone unit="section" resp="Stephanus" n="652a"/><label>ΑΘ.</label> τὸ δὴ μετὰ τοῦτο, ὡς ἔοικε, σκεπτέον ἐκεῖνο περὶ αὐτῶν, πότερα τοῦτο μόνον ἀγαθὸν ἔχει, τὸ κατιδεῖν πῶς ἔχομεν τὰς φύσεις, ἢ καί τι μέγεθος ὠφελίας ἄξιον πολλῆς σπουδῆς ἔνεστʼ ἐν τῇ κατʼ ὀρθὸν χρείᾳ τῆς ἐν οἴνῳ συνουσίας. τί οὖν δὴ λέγομεν; ἔνεσθʼ, ὡς ὁ λόγος ἔοικεν βούλεσθαι σημαίνειν· ὅπῃ δὲ καὶ ὅπως, ἀκούωμεν προσέχοντες <milestone unit="section" resp="Stephanus" n="652b"/> τὸν νοῦν, μή πῃ παραποδισθῶμεν ὑπʼ αὐτοῦ.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> λέγʼ οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="653"><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἀναμνησθῆναι τοίνυν ἔγωγε πάλιν ἐπιθυμῶ τί ποτε 
<milestone unit="page" resp="Stephanus" n="653"/><milestone unit="section" resp="Stephanus" n="653a"/> λέγομεν ἡμῖν εἶναι τὴν ὀρθὴν παιδείαν. τούτου γάρ, ὥς γε ἐγὼ τοπάζω τὰ νῦν, ἔστιν ἐν τῷ ἐπιτηδεύματι τούτῳ καλῶς κατορθουμένῳ σωτηρία.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> μέγα λέγεις.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> λέγω τοίνυν τῶν παίδων παιδικὴν εἶναι πρώτην αἴσθησιν ἡδονὴν καὶ λύπην, καὶ ἐν οἷς ἀρετὴ ψυχῇ καὶ κακία παραγίγνεται πρῶτον, ταῦτʼ εἶναι, φρόνησιν δὲ καὶ ἀληθεῖς δόξας βεβαίους εὐτυχὲς ὅτῳ καὶ πρὸς τὸ γῆρας παρεγένετο· τέλεος δʼ οὖν ἔστʼ ἄνθρωπος ταῦτα καὶ τὰ ἐν <milestone unit="section" resp="Stephanus" n="653b"/> τούτοις πάντα κεκτημένος ἀγαθά. παιδείαν δὴ λέγω τὴν παραγιγνομένην πρῶτον παισὶν ἀρετήν· ἡδονὴ δὴ καὶ φιλία καὶ λύπη καὶ μῖσος ἂν ὀρθῶς ἐν ψυχαῖς ἐγγίγνωνται μήπω δυναμένων λόγῳ λαμβάνειν, λαβόντων δὲ τὸν λόγον, συμφωνήσωσι τῷ λόγῳ ὀρθῶς εἰθίσθαι ὑπὸ τῶν προσηκόντων ἐθῶν, αὕτη ʼσθʼ ἡ συμφωνία σύμπασα μὲν ἀρετή, τὸ δὲ περὶ τὰς ἡδονὰς καὶ λύπας τεθραμμένον αὐτῆς ὀρθῶς ὥστε <milestone unit="section" resp="Stephanus" n="653c"/> μισεῖν μὲν ἃ χρὴ μισεῖν εὐθὺς ἐξ ἀρχῆς μέχρι τέλους, στέργειν δὲ ἃ χρὴ στέργειν, τοῦτʼ αὐτὸ ἀποτεμὼν τῷ λόγῳ καὶ παιδείαν προσαγορεύων, κατά γε τὴν ἐμὴν ὀρθῶς ἂν προσαγορεύοις.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καὶ γάρ, ὦ ξένε, ἡμῖν καὶ τὰ πρότερον ὀρθῶς σοι παιδείας πέρι καὶ τὰ νῦν εἰρῆσθαι δοκεῖ.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καλῶς τοίνυν. τούτων γὰρ δὴ τῶν ὀρθῶς τεθραμμένων ἡδονῶν καὶ λυπῶν παιδειῶν οὐσῶν χαλᾶται τοῖς ἀνθρώποις καὶ διαφθείρεται κατὰ πολλὰ ἐν τῷ βίῳ, θεοὶ <milestone unit="section" resp="Stephanus" n="653d"/> δὲ οἰκτίραντες τὸ τῶν ἀνθρώπων ἐπίπονον πεφυκὸς γένος, ἀναπαύλας τε αὐτοῖς τῶν πόνων ἐτάξαντο τὰς τῶν ἑορτῶν ἀμοιβὰς τοῖς θεοῖς, καὶ μούσας Ἀπόλλωνά τε μουσηγέτην καὶ Διόνυσον συνεορταστὰς ἔδοσαν, ἵνʼ ἐπανορθῶνται, τάς τε τροφὰς γενομένας ἐν ταῖς ἑορταῖς μετὰ θεῶν. ὁρᾶν ἃ χρὴ πότερον ἀληθὴς ἡμῖν κατὰ φύσιν ὁ λόγος ὑμνεῖται τὰ νῦν, ἢ πῶς. φησὶν δὲ τὸ νέον ἅπαν ὡς ἔπος εἰπεῖν τοῖς τε σώμασι καὶ ταῖς φωναῖς ἡσυχίαν ἄγειν οὐ δύνασθαι, <milestone unit="section" resp="Stephanus" n="653e"/> κινεῖσθαι δὲ ἀεὶ ζητεῖν καὶ φθέγγεσθαι, τὰ μὲν ἁλλόμενα καὶ σκιρτῶντα, οἷον ὀρχούμενα μεθʼ ἡδονῆς καὶ προσπαίζοντα, τὰ δὲ φθεγγόμενα πάσας φωνάς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="654"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> τὰ μὲν οὖν ἄλλα ζῷα οὐκ ἔχειν αἴσθησιν τῶν ἐν ταῖς κινήσεσιν τάξεων οὐδὲ ἀταξιῶν, οἷς δὴ ῥυθμὸς ὄνομα καὶ ἁρμονία· ἡμῖν δὲ οὓς 
<milestone unit="page" resp="Stephanus" n="654"/><milestone unit="section" resp="Stephanus" n="654a"/> εἴπομεν τοὺς θεοὺς συγχορευτὰς δεδόσθαι, τούτους εἶναι καὶ τοὺς δεδωκότας τὴν ἔνρυθμόν τε καὶ ἐναρμόνιον αἴσθησιν μεθʼ ἡδονῆς, ᾗ δὴ κινεῖν τε ἡμᾶς καὶ χορηγεῖν ἡμῶν τούτους, ᾠδαῖς τε καὶ ὀρχήσεσιν ἀλλήλοις συνείροντας, χορούς τε ὠνομακέναι παρὰ τὸ τῆς χαρᾶς ἔμφυτον ὄνομα. πρῶτον δὴ τοῦτο ἀποδεξώμεθα; θῶμεν παιδείαν εἶναι πρώτην διὰ Μουσῶν τε καὶ Ἀπόλλωνος, ἢ πῶς;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὕτως.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν ὁ μὲν ἀπαίδευτος ἀχόρευτος ἡμῖν ἔσται, τὸν <milestone unit="section" resp="Stephanus" n="654b"/> δὲ πεπαιδευμένον ἱκανῶς κεχορευκότα θετέον;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τί μήν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> χορεία γε μὴν ὄρχησίς τε καὶ ᾠδὴ τὸ σύνολόν ἐστιν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἀναγκαῖον.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὁ καλῶς ἄρα πεπαιδευμένος ᾄδειν τε καὶ ὀρχεῖσθαι δυνατὸς ἂν εἴη καλῶς.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ἔοικεν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἴδωμεν δὴ τί ποτʼ ἐστὶ τὸ νῦν αὖ λεγόμενον.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὸ ποῖον δή;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label><q>καλῶς ᾄδει,</q> φαμέν, <q>καὶ καλῶς ὀρχεῖται</q>· πότερον <milestone unit="section" resp="Stephanus" n="654c"/> <q>εἰ καὶ καλὰ ᾄδει καὶ καλὰ ὀρχεῖται</q> προσθῶμεν ἢ μή;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> προσθῶμεν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τί δʼ ἂν τὰ καλά τε ἡγούμενος εἶναι καλὰ καὶ τὰ αἰσχρὰ αἰσχρὰ οὕτως αὐτοῖς χρῆται; βέλτιον ὁ τοιοῦτος πεπαιδευμένος ἡμῖν ἔσται τὴν χορείαν τε καὶ μουσικὴν ἢ ὃς ἂν τῷ μὲν σώματι καὶ τῇ φωνῇ τὸ διανοηθὲν εἶναι καλὸν ἱκανῶς ὑπηρετεῖν δυνηθῇ ἑκάστοτε, χαίρῃ δὲ μὴ τοῖς καλοῖς μηδὲ μισῇ τὰ μὴ καλά; ἢ ʼκεῖνος ὃς ἂν τῇ μὲν φωνῇ καὶ <milestone unit="section" resp="Stephanus" n="654d"/> τῷ σώματι μὴ πάνυ δυνατὸς ᾖ κατορθοῦν, ἢ διανοεῖσθαι, τῇ δὲ ἡδονῇ καὶ λύπῃ κατορθοῖ, τὰ μὲν ἀσπαζόμενος, ὅσα καλά, τὰ δὲ δυσχεραίνων, ὁπόσα μὴ καλά;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πολὺ τὸ διαφέρον, ὦ ξένε, λέγεις τῆς παιδείας.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐκοῦν εἰ μὲν τὸ καλὸν ᾠδῆς τε καὶ ὀρχήσεως πέρι γιγνώσκομεν τρεῖς ὄντες, ἴσμεν καὶ τὸν πεπαιδευμένον τε καὶ ἀπαίδευτον ὀρθῶς· εἰ δὲ ἀγνοοῦμέν γε τοῦτο, οὐδʼ εἴ τις παιδείας ἐστὶν φυλακὴ καὶ ὅπου διαγιγνώσκειν ἄν ποτε <milestone unit="section" resp="Stephanus" n="654e"/> δυναίμεθα. ἆρʼ οὐχ οὕτως;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> οὕτω μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ταῦτʼ ἄρα μετὰ τοῦθʼ ἡμῖν αὖ καθάπερ κυσὶν ἰχνευούσαις διερευνητέον, σχῆμά τε καλὸν καὶ μέλος καὶ ᾠδὴν καὶ ὄρχησιν· εἰ δὲ ταῦθʼ ἡμᾶς διαφυγόντα οἰχήσεται, μάταιος ὁ μετὰ ταῦθʼ ἡμῖν περὶ παιδείας ὀρθῆς εἴθʼ Ἑλληνικῆς εἴτε βαρβαρικῆς λόγος ἂν εἴη.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ναί.</said></p></div></div></div></body></text></TEI>