<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="section" resp="perseus" n="629"><p><said who="#Ἀθηναῖος"><milestone unit="page" resp="Stephanus" n="629"/><milestone unit="section" resp="Stephanus" n="629a"/><label>ΑΘ.</label> τάχʼ ἂν ἴσως· δεῖ δὲ οὐδὲν σκληρῶς ἡμᾶς αὐτοῖς διαμάχεσθαι τὰ νῦν ἀλλʼ ἠρέμα ἀνερωτᾶν, ὡς μάλιστα περὶ ταῦτα ἡμῶν τε καὶ ἐκείνων σπουδαζόντων. καί μοι τῷ λόγῳ συνακολουθήσατε. προστησώμεθα γοῦν Τύρταιον, τὸν φύσει μὲν Ἀθηναῖον, τῶνδε δὲ πολίτην γενόμενον, ὃς δὴ μάλιστα ἀνθρώπων περὶ ταῦτα ἐσπούδακεν εἰπὼν ὅτι—<quote type="verse"><l met="elegiac">οὔτʼ ἂν μνησαίμην οὔτʼ ἐν λόγῳ ἄνδρα τιθείμην</l></quote> <bibl>Tyrtaeus 12 Bergk</bibl> <milestone unit="section" resp="Stephanus" n="629b"/> <quote type="verse">οὔτʼ εἴ τις πλουσιώτατος ἀνθρώπων εἴη, φησίν, οὔτʼ εἰ πολλὰ ἀγαθὰ κεκτημένος, εἰπὼν σχεδὸν ἅπαντα, ὃς μὴ περὶ τὸν πόλεμον ἄριστος γίγνοιτʼ ἀεί.</quote> <bibl>Tyrtaeus 12 Bergk</bibl> ταῦτα γὰρ ἀκήκοάς που καὶ σὺ τὰ ποιήματα· ὅδε μὲν γὰρ οἶμαι διακορὴς αὐτῶν ἐστι.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καὶ μὴν καὶ παρʼ ἡμᾶς ἐλήλυθε κομισθέντα ἐκ Λακεδαίμονος.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἴθι νυν ἀνερώμεθα κοινῇ τουτονὶ τὸν ποιητὴν οὑτωσί πως· <q>ὦ Τύρταιε, ποιητὰ θειότατε—δοκεῖς γὰρ δὴ <milestone unit="section" resp="Stephanus" n="629c"/> σοφὸς ἡμῖν εἶναι καὶ ἀγαθός, ὅτι τοὺς μὲν ἐν τῷ πολέμῳ διαφέροντας διαφερόντως ἐγκεκωμίακας—ἤδη οὖν τυγχάνομεν ἐγώ τε καὶ ὅδε καὶ Κλεινίας ὁ Κνώσιος οὑτοσὶ συμφερόμενοί σοι περὶ τούτου σφόδρα, ὡς δοκοῦμεν· εἰ δὲ περὶ τῶν αὐτῶν λέγομεν ἀνδρῶν ἢ μή, βουλόμεθα σαφῶς εἰδέναι. λέγε οὖν ἡμῖν· ἆρα εἴδη δύο πολέμου καθάπερ ἡμεῖς ἡγῇ καὶ σὺ σαφῶς; ἢ πῶς;</q> πρὸς ταῦτʼ οἶμαι κἂν πολὺ φαυλότερος <milestone unit="section" resp="Stephanus" n="629d"/> εἴποι Τυρταίου τις τἀληθές, ὅτι δύο, τὸ μὲν ὃ καλοῦμεν ἅπαντες στάσιν, ὃς δὴ πάντων πολέμων χαλεπώτατος, ὡς ἔφαμεν ἡμεῖς νυνδή· τὸ δὲ ἄλλο πολέμου θήσομεν οἶμαι γένος ἅπαντες ᾧ πρὸς τοὺς ἐκτός τε καὶ ἀλλοφύλους χρώμεθα διαφερόμενοι, πολὺ πρᾳότερον ἐκείνου.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> φέρε δή, ποτέρους, καὶ πρὸς πότερον ἐπαινῶν τὸν πόλεμον, οὕτως ὑπερεπῄνεσας, τοὺς δὲ ἔψεξας τῶν ἀνδρῶν; ἔοικας μὲν γὰρ πρὸς τοὺς ἐκτός· εἴρηκας γοῦν ὧδε ἐν τοῖς <milestone unit="section" resp="Stephanus" n="629e"/> ποιήμασιν, ὡς οὐδαμῶς τοὺς τοιούτους ἀνεχόμενος, οἳ μὴ τολμήσωσιν μὲν <quote type="verse">ὁρᾶν φόνον αἱματόεντα,</quote> <bibl>Tyrtaeus</bibl> <quote type="verse"><l met="elegiac">καὶ δηίων ὀρέγοιντʼ ἐγγύθεν ἱστάμενοι.</l></quote> <bibl>Tyrtaeus</bibl>οὐκοῦν τὰ μετὰ ταῦτα εἴποιμεν ἂν ἡμεῖς ὅτι <q>σὺ μὲν ἐπαινεῖς, ὡς ἔοικας, ὦ Τύρταιε, μάλιστα τοὺς πρὸς τὸν ὀθνεῖόν τε καὶ ἔξωθεν πόλεμον γιγνομένους ἐπιφανεῖς.</q> φαίη ταῦτʼ ἄν που καὶ ὁμολογοῖ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="630"><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τί μήν;</said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="page" resp="Stephanus" n="630"/><milestone unit="section" resp="Stephanus" n="630a"/><label>ΑΘ.</label> ἡμεῖς δέ γε ἀγαθῶν ὄντων τούτων ἔτι φαμὲν ἀμείνους εἶναι καὶ πολὺ τοὺς ἐν τῷ μεγίστῳ πολέμῳ γιγνομένους ἀρίστους διαφανῶς· ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρʼ ἔχομεν, Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων, ὅς φησιν—<quote type="verse"><l met="elegiac">πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι</l><l>ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ.</l></quote> <bibl>Theognis 5.77-8</bibl>τοῦτον δή φαμεν ἐν πολέμῳ χαλεπωτέρῳ ἀμείνονα ἐκείνου πάμπολυ γίγνεσθαι, σχεδὸν ὅσον ἀμείνων δικαιοσύνη καὶ <milestone unit="section" resp="Stephanus" n="630b"/> σωφροσύνη καὶ φρόνησις εἰς ταὐτὸν ἐλθοῦσαι μετʼ ἀνδρείας, αὐτῆς μόνης ἀνδρείας. πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν ποτε γένοιτο ἄνευ συμπάσης ἀρετῆς· διαβάντες δʼ εὖ καὶ μαχόμενοι ἐθέλοντες ἀποθνῄσκειν ἐν ᾧ πολέμῳ φράζει Τύρταιος τῶν μισθοφόρων εἰσὶν πάμπολλοι, ὧν οἱ πλεῖστοι γίγνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρισταὶ καὶ ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων εὖ μάλα ὀλίγων. ποῖ δὴ τελευτᾷ νῦν ἡμῖν οὗτος ὁ λόγος, καὶ τί <milestone unit="section" resp="Stephanus" n="630c"/> φανερόν ποτε ποιῆσαι βουληθεὶς λέγει ταῦτα; δῆλον ὅτι τόδε, ὡς παντὸς μᾶλλον καὶ ὁ τῇδε παρὰ Διὸς νομοθέτης, πᾶς τε οὗ καὶ σμικρὸν ὄφελος, οὐκ ἄλλο ἢ πρὸς τὴν μεγίστην ἀρετὴν μάλιστα βλέπων ἀεὶ θήσει τοὺς νόμους· ἔστι δέ, ὥς φησιν Θέογνις, αὕτη πιστότης ἐν τοῖς δεινοῖς, ἥν τις δικαιοσύνην ἂν τελέαν ὀνομάσειεν. ἣν δʼ αὖ Τύρταιος ἐπῄνεσεν μάλιστα, καλὴ μὲν καὶ κατὰ καιρὸν κεκοσμημένη τῷ ποιητῇ, τετάρτη μέντοι ὅμως ἀριθμῷ τε καὶ δυνάμει τοῦ <milestone unit="section" resp="Stephanus" n="630d"/> τιμία εἶναι λέγοιτʼ ἂν ὀρθότατα.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> ὦ ξένε, τὸν νομοθέτην ἡμῶν ἀποβάλλομεν εἰς τοὺς πόρρω νομοθέτας.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> οὐχ ἡμεῖς γε, ὦ ἄριστε, ἀλλʼ ἡμᾶς αὐτούς, ὅταν οἰώμεθα πάντα τά τʼ ἐν Λακεδαίμονι καὶ τὰ τῇδε πρὸς τὸν πόλεμον μάλιστα βλέποντας Λυκοῦργόν τε καὶ Μίνω τίθεσθαι τὰ νόμιμα.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> τὸ δὲ πῶς χρῆν ἡμᾶς λέγειν;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὥσπερ τό τε ἀληθὲς οἶμαι καὶ τὸ δίκαιον ὑπέρ γε <milestone unit="section" resp="Stephanus" n="630e"/> θείας διαλεγομένους λέγειν, οὐχ ὡς πρὸς ἀρετῆς τι μόριον, καὶ ταῦτα τὸ φαυλότατον, ἐτίθει βλέπων, ἀλλὰ πρὸς πᾶσαν ἀρετήν, καὶ κατʼ εἴδη ζητεῖν αὐτῶν τοὺς νόμους οὐδʼ ἅπερ οἱ τῶν νῦν εἴδη προτιθέμενοι ζητοῦσιν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="631"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> οὗ γὰρ ἂν ἕκαστος ἐν χρείᾳ γίγνηται, τοῦτο ζητεῖ νῦν παραθέμενος, ὁ μὲν τὰ περὶ τῶν κλήρων καὶ ἐπικλήρων, ὁ δὲ τῆς αἰκίας πέρι, ἄλλοι δὲ ἄλλʼ ἄττα μυρία τοιαῦτα· ἡμεῖς δέ φαμεν εἶναι τὸ περὶ 
<milestone unit="page" resp="Stephanus" n="631"/><milestone unit="section" resp="Stephanus" n="631a"/> νόμους ζήτημα τῶν εὖ ζητούντων ὥσπερ νῦν ἡμεῖς ἠρξάμεθα. καὶ σοῦ τὴν μὲν ἐπιχείρησιν τῆς ἐξηγήσεως περὶ τοὺς νόμους παντάπασιν ἄγαμαι· τὸ γὰρ ἀπʼ ἀρετῆς ἄρχεσθαι, λέγοντα ὡς ἐτίθει ταύτης ἕνεκα τοὺς νόμους, ὀρθόν· ὅτι δὲ πάντα εἰς μόριον ἀρετῆς, καὶ ταῦτα τὸ σμικρότατον, ἐπαναφέροντα ἔφησθʼ αὐτὸν νομοθετεῖν, οὔτε ὀρθῶς ἔτι μοι κατεφάνης λέγων τόν τε ὕστερον νῦν λόγον τοῦτον πάντα εἴρηκα διὰ ταῦτα. πῇ δὴ οὖν σε ἔτʼ ἂν ἐβουλόμην διελόμενον <milestone unit="section" resp="Stephanus" n="631b"/> λέγειν αὐτός τε ἀκούειν; βούλει σοι φράζω;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label><q>ὦ ξένε,</q> ἐχρῆν εἰπεῖν, <q>οἱ Κρητῶν νόμοι οὐκ εἰσὶν μάτην διαφερόντως ἐν πᾶσιν εὐδόκιμοι τοῖς Ἕλλησιν· ἔχουσιν γὰρ ὀρθῶς, τοὺς αὐτοῖς χρωμένους εὐδαίμονας ἀποτελοῦντες. πάντα γὰρ τἀγαθὰ πορίζουσιν. διπλᾶ δὲ ἀγαθά ἐστιν, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· ἤρτηται δʼ ἐκ τῶν θείων θάτερα, καὶ ἐὰν μὲν δέχηταί τις τὰ μείζονα πόλις, <milestone unit="section" resp="Stephanus" n="631c"/> κτᾶται καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν. ἔστι δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται μὲν ὑγίεια, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ δὴ πλοῦτος οὐ τυφλὸς ἀλλʼ ὀξὺ βλέπων, ἄνπερ ἅμʼ ἕπηται φρονήσει· ὃ δὴ πρῶτον αὖ τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις, δεύτερον δὲ μετὰ νοῦ σώφρων ψυχῆς ἕξις, ἐκ δὲ τούτων μετʼ ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ <milestone unit="section" resp="Stephanus" n="631d"/> ἀνδρεία. ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ καὶ τῷ νομοθέτῃ τακτέον οὕτως. μετὰ δὲ ταῦτα τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώπινα εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν σύμπαντα βλέπειν· περί τε γάμους ἀλλήλοις ἐπικοινουμένους, μετά τε ταῦτα ἐν ταῖς τῶν παίδων γεννήσεσιν καὶ τροφαῖς ὅσοι <milestone unit="section" resp="Stephanus" n="631e"/> τε ἄρρενες καὶ ὅσαι θήλειαι, νέων τε ὄντων καὶ ἐπὶ τὸ πρεσβύτερον ἰόντων μέχρι γήρως, τιμῶντα ὀρθῶς ἐπιμελεῖσθαι δεῖ καὶ ἀτιμάζοντα,</q></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="632"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label><q rend="merge">ἐν πάσαις ταῖς τούτων ὁμιλίαις τάς τε λύπας αὐτῶν καὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας συμπάντων 
<milestone unit="page" resp="Stephanus" n="632"/><milestone unit="section" resp="Stephanus" n="632a"/> τε ἐρώτων τὰς σπουδὰς ἐπεσκεμμένον καὶ παραπεφυλαχότα, ψέγειν τε ὀρθῶς καὶ ἐπαινεῖν διʼ αὐτῶν τῶν νόμων· ἐν ὀργαῖς τε αὖ καὶ ἐν φόβοις, ὅσαι τε διὰ δυστυχίαν ταραχαὶ ταῖς ψυχαῖς γίγνονται καὶ ὅσαι ἐν εὐτυχίαις τῶν τοιούτων ἀποφυγαί, ὅσα τε κατὰ νόσους ἢ κατὰ πολέμους ἢ πενίας ἢ τὰ τούτοις ἐναντία γιγνόμενα προσπίπτει τοῖς ἀνθρώποις παθήματα, ἐν πᾶσιν τοῖς τοιούτοις τῆς ἑκάστων διαθέσεως διδακτέον <milestone unit="section" resp="Stephanus" n="632b"/> καὶ ὁριστέον τό τε καλὸν καὶ μή. μετὰ δὲ ταῦτα ἀνάγκη τὸν νομοθέτην τὰς κτήσεις τῶν πολιτῶν καὶ τὰ ἀναλώματα φυλάττειν ὅντινʼ ἂν γίγνηται τρόπον, καὶ τὰς πρὸς ἀλλήλους πᾶσιν τούτοις κοινωνίας καὶ διαλύσεις ἑκοῦσίν τε καὶ ἄκουσιν καθʼ ὁποῖον ἂν ἕκαστον πράττωσιν τῶν τοιούτων πρὸς ἀλλήλους ἐπισκοπεῖν, τό τε δίκαιον καὶ μὴ ἐν οἷς ἔστιν τε καὶ ἐν οἷς ἐλλείπει, καὶ τοῖς μὲν εὐπειθέσιν τῶν νόμων τιμὰς ἀπονέμειν, τοῖς δὲ δυσπειθέσι δίκας τακτὰς <milestone unit="section" resp="Stephanus" n="632c"/> ἐπιτιθέναι, μέχριπερ ἂν πρὸς τέλος ἁπάσης πολιτείας ἐπεξελθών, ἴδῃ τῶν τελευτησάντων τίνα δεῖ τρόπον ἑκάστοις γίγνεσθαι τὰς ταφὰς καὶ τιμὰς ἅστινας αὐτοῖς ἀπονέμειν δεῖ· κατιδὼν δὲ ὁ θεὶς τοὺς νόμους ἅπασιν τούτοις φύλακας ἐπιστήσει, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ διʼ ἀληθοῦς δόξης ἰόντας, ὅπως πάντα ταῦτα συνδήσας ὁ νοῦς ἑπόμενα σωφροσύνῃ καὶ δικαιοσύνῃ ἀποφήνῃ, ἀλλὰ μὴ πλούτῳ μηδὲ <milestone unit="section" resp="Stephanus" n="632d"/> φιλοτιμίᾳ.</q> οὕτως, ὦ ξένοι, ἔγωγε ἤθελον ἂν ὑμᾶς καὶ ἔτι νῦν βούλομαι διεξελθεῖν πῶς ἐν τοῖς τοῦ Διὸς λεγομένοις νόμοις τοῖς τε τοῦ Πυθίου Ἀπόλλωνος, οὓς Μίνως τε καὶ Λυκοῦργος ἐθέτην, ἔνεστίν τε πάντα ταῦτα, καὶ ὅπῃ τάξιν τινὰ εἰληφότα διάδηλά ἐστιν τῷ περὶ νόμων ἐμπείρῳ τέχνῃ εἴτε καί τισιν ἔθεσιν, τοῖς δὲ ἄλλοις ἡμῖν οὐδαμῶς ἐστι καταφανῆ.</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> πῶς οὖν, ὦ ξένε, λέγειν χρὴ τὰ μετὰ ταῦτα;</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ἐξ ἀρχῆς πάλιν ἔμοιγε δοκεῖ χρῆναι διεξελθεῖν, <milestone unit="section" resp="Stephanus" n="632e"/> καθάπερ ἠρξάμεθα, τὰ τῆς ἀνδρείας πρῶτον ἐπιτηδεύματα, ἔπειτα ἕτερον καὶ αὖθις ἕτερον εἶδος τῆς ἀρετῆς διέξιμεν, ἐὰν βούλησθε· ὅπως δʼ ἂν τὸ πρῶτον διεξέλθωμεν, πειρασώμεθα αὐτὸ παράδειγμα θέμενοι καὶ τἆλλʼ οὕτω διαμυθολογοῦντες παραμύθια ποιήσασθαι τῆς ὁδοῦ, ὕστερον δὲ ἀρετῆς πάσης ἅ γε νυνδὴ διήλθομεν ἐκεῖσε βλέποντα ἀποφανοῦμεν, ἂν θεὸς ἐθέλῃ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="633"><p><said who="#Μέγιλλος"><milestone unit="page" resp="Stephanus" n="633"/><milestone unit="section" resp="Stephanus" n="633a"/><label>ΜΕ.</label> καλῶς λέγεις, καὶ πειρῶ πρῶτον κρίνειν τὸν τοῦ Διὸς ἐπαινέτην τόνδε ἡμῖν.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> πειράσομαι, καὶ σέ τε καὶ ἐμαυτόν· κοινὸς γὰρ ὁ λόγος. λέγετε οὖν· τὰ συσσίτιά φαμεν καὶ τὰ γυμνάσια πρὸς τὸν πόλεμον ἐξηυρῆσθαι τῷ νομοθέτῃ;</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> ναί.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> καὶ τρίτον ἢ τέταρτον; ἴσως γὰρ ἂν οὕτω χρείη διαριθμήσασθαι καὶ περὶ τῶν τῆς ἄλλης ἀρετῆς εἴτε μερῶν εἴτε ἅττʼ αὐτὰ καλεῖν χρεών ἐστι, δηλοῦντα μόνον ἃ λέγει. </said></p><p><said who="#Μέγιλλος"><milestone unit="section" resp="Stephanus" n="633b"/><label>ΜΕ.</label> τρίτον τοίνυν, ἔγωγʼ εἴποιμʼ ἂν καὶ Λακεδαιμονίων ὁστισοῦν, τὴν θήραν ηὗρε.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τέταρτον δέ, ἢ πέμπτον εἰ δυναίμεθα, λέγειν πειρώμεθα.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> ἔτι τοίνυν καὶ τὸ τέταρτον ἔγωγε πειρῴμην ἂν λέγειν, τὸ περὶ τὰς καρτερήσεις τῶν ἀλγηδόνων πολὺ παρʼ ἡμῖν γιγνόμενον, ἔν τε ταῖς πρὸς ἀλλήλους ταῖς χερσὶ μάχαις καὶ ἐν ἁρπαγαῖς τισιν διὰ πολλῶν πληγῶν ἑκάστοτε γιγνομένων· ἔτι δὲ καὶ κρυπτεία τις ὀνομάζεται θαυμαστῶς πολύπονος <milestone unit="section" resp="Stephanus" n="633c"/> πρὸς τὰς καρτερήσεις, χειμώνων τε ἀνυποδησίαι καὶ ἀστρωσίαι καὶ ἄνευ θεραπόντων αὐτοῖς ἑαυτῶν διακονήσεις νύκτωρ τε πλανωμένων διὰ πάσης τῆς χώρας καὶ μεθʼ ἡμέραν. ἔτι δὲ κἀν ταῖς γυμνοπαιδίαις δειναὶ καρτερήσεις παρʼ ἡμῖν γίγνονται τῇ τοῦ πνίγους ῥώμῃ διαμαχομένων, καὶ πάμπολλα ἕτερα, σχεδὸν ὅσα οὐκ ἂν παύσαιτό τις ἑκάστοτε διεξιών.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> εὖ γε, ὦ Λακεδαιμόνιε ξένε, λέγεις. τὴν ἀνδρείαν δέ, φέρε, τί θῶμεν; πότερον ἁπλῶς οὕτως εἶναι πρὸς φόβους <milestone unit="section" resp="Stephanus" n="633d"/> καὶ λύπας διαμάχην μόνον, ἢ καὶ πρὸς πόθους τε καὶ ἡδονὰς καί τινας δεινὰς θωπείας κολακικάς, αἳ καὶ τῶν σεμνῶν οἰομένων εἶναι τοὺς θυμοὺς ποιοῦσιν κηρίνους.</said></p><p><said who="#Μέγιλλος"><label>ΜΕ.</label> οἶμαι μὲν οὕτω· πρὸς ταῦτα σύμπαντα.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> εἰ γοῦν μεμνήμεθα τοὺς ἔμπροσθεν λόγους, ἥττω τινὰ ὅδε καὶ πόλιν ἔλεγεν αὐτὴν αὑτῆς καὶ ἄνδρα. ἦ γάρ, ὦ ξένε Κνώσιε;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> καὶ πάνυ γε. </said></p><p><said who="#Ἀθηναῖος"><milestone unit="section" resp="Stephanus" n="633e"/><label>ΑΘ.</label> νῦν οὖν πότερα λέγομεν τὸν τῶν λυπῶν ἥττω κακὸν ἢ καὶ τὸν τῶν ἡδονῶν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> μᾶλλον, ἔμοιγε δοκεῖ, τὸν τῶν ἡδονῶν· καὶ πάντες που μᾶλλον λέγομεν τὸν ὑπὸ τῶν ἡδονῶν κρατούμενον τοῦτον τὸν ἐπονειδίστως ἥττονα ἑαυτοῦ πρότερον ἢ τὸν ὑπὸ τῶν λυπῶν.</said></p></div></div></div></body></text></TEI>