<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg033.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="318"><p><said who="#Ἑταῖρος"><milestone n="318" unit="page"/><milestone unit="section" resp="Stephanus" n="318a"/><label>ΕΤ.</label> παιδοτρίβης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὗτος τὴν ἀνθρωπείαν ἀγέλην τοῦ σώματος νέμειν κράτιστος;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς δὲ τὴν τῶν προβάτων ἀγέλην κράτιστος νέμειν; τί ὄνομα αὐτῷ;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ποιμήν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἱ τοῦ ποιμένος ἄρα νόμοι ἄριστοι τοῖς προβάτοις.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἱ δὲ τοῦ βουκόλου τοῖς βουσί.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἱ δὲ τοῦ τίνος νόμοι ἄριστοι ταῖς ψυχαῖς τῶν ἀνθρώπων; οὐχ οἱ τοῦ βασιλέως; φάθι.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> φημὶ δή.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="318b"/><label>ΣΩ.</label> καλῶς τοίνυν λέγεις. ἔχοις ἂν οὖν εἰπεῖν τίς τῶν παλαιῶν ἀγαθὸς γέγονεν ἐν τοῖς αὐλητικοῖς νόμοις νομοθέτης; ἴσως οὐκ ἐννοεῖς, ἀλλʼ ἐγὼ βούλει σε ὑπομνήσω;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ὁ Μαρσύας λέγεται καὶ τὰ παιδικὰ αὐτοῦ Ὄλυμπος ὁ Φρύξ;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων δὴ καὶ τὰ αὐλήματα θειότατά ἐστι, καὶ μόνα κινεῖ καὶ ἐκφαίνει τοὺς τῶν θεῶν ἐν χρείᾳ ὄντας· καὶ ἔτι καὶ <milestone unit="section" resp="Stephanus" n="318c"/> νῦν μόνα λοιπά, ὡς θεῖα ὄντα.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς δὲ λέγεται τῶν παλαιῶν βασιλέων ἀγαθὸς νομοθέτης γεγονέναι, οὗ ἔτι καὶ νῦν τὰ νόμιμα μένει ὡς θεῖα ὄντα;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> οὐκ ἐννοῶ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ οἶσθα τίνες παλαιοτάτοις νόμοις χρῶνται τῶν Ἑλλήνων;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἆρα Λακεδαιμονίους λέγεις καὶ Λυκοῦργον τὸν νομοθέτην;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ ταῦτά γε οὐδέπω ἴσως ἔτη τριακόσια ἢ ὀλίγῳ τούτων πλείω. ἀλλὰ τούτων τῶν νομίμων τὰ βέλτιστα πόθεν <milestone unit="section" resp="Stephanus" n="318d"/> ἥκει; οἶσθα;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> φασί γε ἐκ Κρήτης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὗτοι παλαιοτάτοις νόμοις χρῶνται τῶν Ἑλλήνων;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθα οὖν τίνες τούτων ἀγαθοὶ βασιλῆς ἦσαν; Μίνως καὶ Ῥαδάμανθυς, οἱ Διὸς καὶ Εὐρώπης παῖδες, ὧν οἵδε εἰσὶν οἱ νόμοι.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> Ῥαδάμανθύν γέ φασιν, ὦ Σώκρατες, δίκαιον ἄνδρα, τὸν δὲ Μίνων ἄγριόν τινα καὶ χαλεπὸν καὶ ἄδικον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ἀττικόν, ὦ βέλτιστε, λέγεις μῦθον καὶ τραγικόν.</said></p><p><said who="#Ἑταῖρος"><milestone unit="section" resp="Stephanus" n="318e"/><label>ΕΤ.</label> τί δέ; οὐ ταῦτα λέγεται περὶ Μίνω;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκουν ὑπό γε Ὁμήρου καὶ Ἡσιόδου· καίτοι γε πιθανώτεροί εἰσιν ἢ σύμπαντες οἱ τραγῳδοποιοί, ὧν σὺ ἀκούων ταῦτα λέγεις.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἀλλὰ τί μὴν οὗτοι περὶ Μίνω λέγουσιν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="319"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγὼ δή σοι ἐρῶ, ἵνα μὴ καὶ σὺ ὥσπερ οἱ πολλοὶ ἀσεβῇς. οὐ γὰρ ἔσθʼ ὅτι τούτου ἀσεβέστερόν ἐστιν οὐδʼ ὅτι χρὴ μᾶλλον εὐλαβεῖσθαι, πλὴν εἰς θεοὺς καὶ λόγῳ καὶ ἔργῳ ἐξαμαρτάνειν, δεύτερον δὲ εἰς τοὺς θείους ἀνθρώπους· ἀλλὰ πάνυ πολλὴν χρὴ προμήθειαν ποιεῖσθαι ἀεί, ὅταν μέλλῃς <milestone n="319" unit="page"/><milestone unit="section" resp="Stephanus" n="319a"/> ἄνδρα ψέξειν ἢ ἐπαινέσεσθαι, μὴ οὐκ ὀρθῶς εἴπῃς. τούτου καὶ ἕνεκα χρὴ μανθάνειν διαγιγνώσκειν χρηστοὺς καὶ πονηροὺς ἄνδρας. νεμεσᾷ γὰρ ὁ θεός, ὅταν τις ψέγῃ τὸν ἑαυτῷ ὅμοιον ἢ ἐπαινῇ τὸν ἑαυτῷ ἐναντίως ἔχοντα· ἔστι δʼ οὗτος ὁ ἀγαθός. μὴ γάρ τι οἴου λίθους μὲν εἶναι ἱεροὺς καὶ ξύλα καὶ ὄρνεα καὶ ὄφεις, ἀνθρώπους δὲ μή· ἀλλὰ πάντων τούτων ἱερώτατόν ἐστιν ἄνθρωπος ὁ ἀγαθός, καὶ μιαρώτατον ὁ πονηρός.
    
<milestone ed="P" unit="para"/>ἤδη οὖν καὶ περὶ Μίνω, ὡς αὐτὸν Ὅμηρός τε καὶ Ἡσίοδος <milestone unit="section" resp="Stephanus" n="319b"/> ἐγκωμιάζουσι, τούτου ἕνεκα φράσω, ἵνα μὴ ἄνθρωπος ὢν ἀνθρώπου εἰς ἥρω Διὸς ὑὸν λόγῳ ἐξαμαρτάνῃς. Ὅμηρος γὰρ περὶ Κρήτης λέγων ὅτι πολλοὶ ἄνθρωποι ἐν αὐτῇ εἰσιν καὶ ἐνενήκοντα πόληες, τῇσι δέ, φησίν—<quote type="verse"><l met="dactylic">ἔνι Κνωσὸς μεγάλη πόλις, ἔνθα τε Μίνως</l><l>ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής.</l></quote> <bibl n="Hom. Od. 19.179">Hom. Od. 19.179</bibl> <milestone unit="section" resp="Stephanus" n="319c"/> ἔστιν οὖν τοῦτο Ὁμήρου ἐγκώμιον εἰς Μίνων διὰ βραχέων εἰρημένον, οἷον οὐδʼ εἰς ἕνα τῶν ἡρώων ἐποίησεν Ὅμηρος. ὅτι μὲν γὰρ ὁ Ζεὺς σοφιστής ἐστιν καὶ ἡ τέχνη αὕτη παγκάλη ἐστί, πολλαχοῦ καὶ ἄλλοθι δηλοῖ, ἀτὰρ καὶ ἐνταῦθα. λέγει γὰρ τὸν Μίνων συγγίγνεσθαι ἐνάτῳ ἔτει τῷ Διὶ ἐν λόγοις καὶ φοιτᾶν παιδευθησόμενον ὡς ὑπὸ σοφιστοῦ ὄντος τοῦ Διός. ὅτι οὖν τοῦτο τὸ γέρας οὐκ ἔστιν ὅτῳ ἀπένειμεν Ὅμηρος τῶν ἡρώων, ὑπὸ Διὸς πεπαιδεῦσθαι, ἄλλῳ ἢ Μίνῳ, <milestone unit="section" resp="Stephanus" n="319d"/> τοῦτʼ ἔστιν ἔπαινος θαυμαστός. καὶ Ὀδυσσείας ἐν Νεκυίᾳ δικάζοντα χρυσοῦν σκῆπτρον ἔχοντα πεποίηκε τὸν Μίνων, οὐ τὸν Ῥαδάμανθυν· Ῥαδάμανθυν δὲ οὔτʼ ἐνταῦθα δικάζοντα πεποίηκεν οὔτε συγγιγνόμενον τῷ Διὶ οὐδαμοῦ. διὰ ταῦτά φημʼ ἐγὼ Μίνων ἁπάντων μάλιστα ὑπὸ Ὁμήρου ἐγκεκωμιάσθαι. τὸ γὰρ Διὸς ὄντα παῖδα μόνον ὑπὸ Διὸς πεπαιδεῦσθαι οὐκ ἔχει ὑπερβολὴν ἐπαίνου—τοῦτο γὰρ σημαίνει τὸ ἔπος τὸ—<quote type="verse"><l met="dactylic">ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,</l></quote> <bibl n="Hom. Od. 11.569">Hom. Od. 11.569</bibl> <milestone unit="section" resp="Stephanus" n="319e"/> συνουσιαστὴν τοῦ Διὸς εἶναι τὸν Μίνων. οἱ γὰρ ὄαροι λόγοι εἰσίν, καὶ ὀαριστὴς συνουσιαστής ἐστιν ἐν λόγοις—ἐφοίτα οὖν διʼ ἐνάτου ἔτους εἰς τὸ τοῦ Διὸς ἄντρον ὁ Μίνως, τὰ μὲν μαθησόμενος, τὰ δὲ ἀποδειξόμενος ἃ τῇ προτέρᾳ ἐννεετηρίδι ἐμεμαθήκει παρὰ τοῦ Διός.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="320"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> εἰσὶν δὲ οἳ ὑπολαμβάνουσι τὸν ὀαριστὴν συμπότην καὶ συμπαιστὴν εἶναι τοῦ Διός, ἀλλὰ τῷδε ἄν τις τεκμηρίῳ χρῷτο ὅτι οὐδὲν λέγουσιν οἱ οὕτως <milestone n="320" unit="page"/><milestone unit="section" resp="Stephanus" n="320a"/> ὑπολαμβάνοντες· πολλῶν γὰρ ὄντων ἀνθρώπων καὶ Ἑλλήνων καὶ βαρβάρων, οὐκ ἔστιν οἵτινες ἀπέχονται συμποσίων καὶ ταύτης τῆς παιδιᾶς, οὗ ἔστιν οἶνος, ἄλλοι ἢ Κρῆτες καὶ Λακεδαιμόνιοι δεύτεροι, μαθόντες παρὰ Κρητῶν. ἐν Κρήτῃ δὲ εἷς οὗτός ἐστι τῶν ἄλλων νόμων οὓς Μίνως ἔθηκε, μὴ συμπίνειν ἀλλήλοις εἰς μέθην. καίτοι δῆλον ὅτι ἃ ἐνόμιζεν καλὰ εἶναι, ταῦτα νόμιμα ἔθηκεν καὶ τοῖς αὑτοῦ πολίταις. <milestone unit="section" resp="Stephanus" n="320b"/> οὐ γάρ που, ὥσπερ γε φαῦλος ἄνθρωπος, ὁ Μίνως ἐνόμιζεν μὲν ἕτερα, ἐποίει δὲ ἄλλα παρʼ ἃ ἐνόμιζεν· ἀλλὰ ἦν αὕτη ἡ συνουσία ὥσπερ ἐγὼ λέγω, διὰ λόγων ἐπὶ παιδείᾳ εἰς ἀρετήν. ὅθεν δὴ καὶ τοὺς νόμους τούτους ἔθηκε τοῖς αὑτοῦ πολίταις, διʼ οὓς ἥ τε Κρήτη τὸν πάντα χρόνον εὐδαιμονεῖ καὶ Λακεδαίμων, ἀφʼ οὗ ἤρξατο τούτοις χρῆσθαι, ἅτε θείοις οὖσιν.

<milestone ed="P" unit="para"/>Ῥαδάμανθυς δὲ ἀγαθὸς μὲν ἦν ἀνήρ· ἐπεπαίδευτο γὰρ <milestone unit="section" resp="Stephanus" n="320c"/> ὑπὸ τοῦ Μίνω. ἐπεπαίδευτο μέντοι οὐχ ὅλην τὴν βασιλικὴν τέχνην, ἀλλʼ ὑπηρεσίαν τῇ βασιλικῇ, ὅσον ἐπιστατεῖν ἐν τοῖς δικαστηρίοις· ὅθεν καὶ δικαστὴς ἀγαθὸς ἐλέχθη εἶναι. νομοφύλακι γὰρ αὐτῷ ἐχρῆτο ὁ Μίνως κατὰ τὸ ἄστυ, τὰ δὲ κατὰ τὴν ἄλλην Κρήτην τῷ Τάλῳ. ὁ γὰρ Τάλως τρὶς περιῄει τοῦ ἐνιαυτοῦ κατὰ τὰς κώμας, φυλάττων τοὺς νόμους ἐν αὐταῖς, ἐν χαλκοῖς γραμματείοις ἔχων γεγραμμένους τοὺς νόμους, ὅθεν χαλκοῦς ἐκλήθη. εἴρηκε δὲ καὶ Ἡσίοδος ἀδελφὰ <milestone unit="section" resp="Stephanus" n="320d"/> τούτων εἰς τὸν Μίνων. μνησθεὶς γὰρ αὐτοῦ τοῦ ὀνόματος φησίν—<quote type="verse"><l met="dactylic">ὃς βασιλεύτατος γένετο θνητῶν βασιλήων,</l><l>καὶ πλείστων ἤνασσε περικτιόνων ἀνθρώπων,</l><l>Ζηνὸς ἔχων σκῆπτρον· τῷ καὶ πολέων βασίλευεν.</l></quote> <bibl n="Hes. Fr. 144">Hes. fr. 144</bibl> καὶ οὗτος λέγει τὸ τοῦ Διὸς σκῆπτρον οὐδὲν ἄλλο ἢ τὴν παιδείαν τὴν τοῦ Διός, ᾗ εὔθυνε τὴν Κρήτην.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> διὰ τί οὖν ποτε, ὦ Σώκρατες, αὕτη ἡ φήμη κατεσκέδασται <milestone unit="section" resp="Stephanus" n="320e"/> τοῦ Μίνω ὡς ἀπαιδεύτου τινὸς καὶ χαλεποῦ ὄντος;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="321"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διʼ ὃ καὶ σύ, ὦ βέλτιστε, ἐὰν σωφρονῇς, εὐλαβήσῃ, καὶ ἄλλος πᾶς ἀνὴρ ὅτῳ μέλει τοῦ εὐδόκιμον εἶναι, μηδέποτε ἀπεχθάνεσθαι ἀνδρὶ ποιητικῷ μηδενί. οἱ γὰρ ποιηταὶ μέγα δύνανται εἰς δόξαν, ἐφʼ ὁπότερα ἂν ποιῶσιν εἰς τοὺς ἀνθρώπους, ἢ εὐλογοῦντες ἢ κακηγοροῦντες. ὃ δὴ καὶ ἐξήμαρτεν ὁ Μίνως, πολεμήσας τῇδε τῇ πόλει, ἐν ᾗ ἄλλη τε πολλὴ σοφία ἐστὶ καὶ ποιηταὶ παντοδαποὶ τῆς τε ἄλλης ποιήσεως <milestone n="321" unit="page"/><milestone unit="section" resp="Stephanus" n="321a"/> καὶ τραγῳδίας. ἡ δὲ τραγῳδία ἐστὶν παλαιὸν ἐνθάδε, οὐχ ὡς οἴονται ἀπὸ Θέσπιδος ἀρξαμένη οὐδʼ ἀπὸ Φρυνίχου, ἀλλʼ εἰ θέλεις ἐννοῆσαι, πάνυ παλαιὸν αὐτὸ εὑρήσεις ὂν τῆσδε τῆς πόλεως εὕρημα. ἔστιν δὲ τῆς ποιήσεως δημοτερπέστατόν τε καὶ ψυχαγωγικώτατον ἡ τραγῳδία· ἐν ᾗ δὴ καὶ ἐντείνοντες ἡμεῖς τὸν Μίνων τιμωρούμεθα ἀνθʼ ὧν ἡμᾶς ἠνάγκασε τοὺς δασμοὺς τελεῖν ἐκείνους. τοῦτο οὖν ἐξήμαρτεν ὁ Μίνως, ἀπεχθόμενος ἡμῖν, ὅθεν δή, ὃ σὺ ἐρωτᾷς, κακοδοξότερος <milestone unit="section" resp="Stephanus" n="321b"/> γέγονεν. ἐπεὶ ὅτι γε ἀγαθὸς ἦν καὶ νόμιμος, ὅπερ καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν, νομεὺς ἀγαθός, τοῦτο μέγιστον σημεῖον, ὅτι ἀκίνητοι αὐτοῦ οἱ νόμοι εἰσίν, ἅτε τοῦ ὄντος περὶ πόλεως οἰκήσεως ἐξευρόντος εὖ τὴν ἀλήθειαν.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> δοκεῖς μοι, ὦ Σώκρατες, εἰκότα τὸν λόγον εἰρηκέναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ ἐγὼ ἀληθῆ λέγω, δοκοῦσί σοι παλαιοτάτοις Κρῆτες οἱ Μίνω καὶ Ῥαδαμάνθυος πολῖται νόμοις χρῆσθαι;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> φαίνονται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὗτοι ἄρα τῶν παλαιῶν ἄριστοι νομοθέται γεγόνασιν, <milestone unit="section" resp="Stephanus" n="321c"/> νομῆς τε καὶ ποιμένες ἀνδρῶν, ὥσπερ καὶ Ὅμηρος ἔφη <term>ποιμένα λαῶν</term> εἶναι τὸν ἀγαθὸν στρατηγόν.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δὴ πρὸς Διὸς φιλίου· εἴ τις ἡμᾶς ἔροιτο, ὁ τῷ σώματι ἀγαθὸς νομοθέτης τε καὶ νομεὺς τί ἐστιν ταῦτα ἃ διανέμων ἐπὶ τὸ σῶμα βέλτιον αὐτὸ ποιεῖ, εἴποιμεν ἂν καλῶς τε καὶ διὰ βραχέων ἀποκρινόμενοι, ὅτι τροφήν τε καὶ πόνους, τῇ μὲν αὔξων, τοῖς δὲ γυμνάζων καὶ συνιστὰς τὸ σῶμα αὐτό.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ὀρθῶς γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="321d"/><label>ΣΩ.</label> εἰ οὖν δὴ μετὰ τοῦτο ἔροιτο ἡμᾶς, <q>τί δὲ δή ποτε ἐκεῖνά ἐστιν, <add>ἃ</add> ὁ ἀγαθὸς νομοθέτης τε καὶ νομεὺς διανέμων ἐπὶ τὴν ψυχὴν βελτίω αὐτὴν ποιεῖ;</q> τί ἂν ἀποκρινάμενοι οὐκ ἂν αἰσχυνθεῖμεν καὶ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῆς ἡλικίας αὑτῶν;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> οὐκέτι τοῦτʼ ἔχω εἰπεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μέντοι αἰσχρόν γε τῇ ψυχῇ ἡμῶν ἐστιν ἑκατέρου, τὰ μὲν ἐν αὐταῖς φαίνεσθαι μὴ εἰδυίας, ἐν οἷς αὐταῖς ἔνεστι καὶ τὸ ἀγαθὸν καὶ τὸ φλαῦρον, τὰ δὲ τοῦ σώματος καὶ τὰ τῶν ἄλλων ἐσκέφθαι.</said></p></div></div></body></text></TEI>