<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg033.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="315"><p><said who="#Ἑταῖρος"><milestone n="315" unit="page"/><milestone unit="section" resp="Stephanus" n="315a"/><label>ΕΤ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἡ ἀληθὴς δόξα τοῦ ὄντος ἐστὶν ἐξεύρεσις;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἔστιν γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ νόμος ἄρα βούλεται τοῦ ὄντος εἶναι ἐξεύρεσις.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> πῶς οὖν, ὦ Σώκρατες, εἰ ὁ νόμος ἐστὶν τοῦ ὄντος ἐξεύρεσις, οὐκ ἀεὶ τοῖς αὐτοῖς νόμοις χρώμεθα περὶ τῶν αὐτῶν, εἰ τὰ ὄντα γε ἡμῖν ἐξηύρηται;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλεται μὲν οὐδὲν ἧττον ὁ νόμος εἶναι τοῦ ὄντος ἐξεύρεσις· οἱ δʼ ἄρα μὴ τοῖς αὐτοῖς ἀεὶ νόμοις χρώμενοι <milestone unit="section" resp="Stephanus" n="315b"/> ἄνθρωποι, ὡς δοκοῦμεν, οὐκ ἀεὶ δύνανται ἐξευρίσκειν ὃ βούλεται ὁ νόμος, τὸ ὄν. ἐπεὶ φέρε ἴδωμεν ἐὰν ἄρα ἡμῖν ἐνθένδε κατάδηλον γένηται εἴτε τοῖς αὐτοῖς ἀεὶ νόμοις χρώμεθα ἢ ἄλλοτε ἄλλοις, καὶ εἰ ἅπαντες τοῖς αὐτοῖς ἢ ἄλλοι ἄλλοις.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἀλλὰ τοῦτό γε, ὦ Σώκρατες, οὐ χαλεπὸν γνῶναι, ὅτι οὔτε οἱ αὐτοὶ ἀεὶ τοῖς αὐτοῖς νόμοις χρῶνται ἄλλοι τε ἄλλοις. ἐπεὶ αὐτίκα ἡμῖν μὲν οὐ νόμος ἐστὶν ἀνθρώπους θύειν ἀλλʼ ἀνόσιον, Καρχηδόνιοι δὲ θύουσιν ὡς ὅσιον ὂν <milestone unit="section" resp="Stephanus" n="315c"/> καὶ νόμιμον αὐτοῖς, καὶ ταῦτα ἔνιοι αὐτῶν καὶ τοὺς αὑτῶν ὑεῖς τῷ Κρόνῳ, ὡς ἴσως καὶ σὺ ἀκήκοας. καὶ μὴ ὅτι βάρβαροι ἄνθρωποι ἡμῶν ἄλλοις νόμοις χρῶνται, ἀλλὰ καὶ οἱ ἐν τῇ Λυκαίᾳ οὗτοι καὶ οἱ τοῦ Ἀθάμαντος ἔκγονοι οἵας θυσίας θύουσιν Ἕλληνες ὄντες. ὥσπερ καὶ ἡμᾶς αὐτοὺς οἶσθά που καὶ αὐτὸς ἀκούων οἵοις νόμοις ἐχρώμεθα πρὸ τοῦ περὶ τοὺς ἀποθανόντας, ἱερεῖά τε προσφάττοντες πρὸ τῆς ἐκφορᾶς τοῦ νεκροῦ καὶ ἐγχυτιστρίας μεταπεμπόμενοι· οἱ <milestone unit="section" resp="Stephanus" n="315d"/> δʼ αὖ ἐκείνων ἔτι πρότεροι αὐτοῦ καὶ ἔθαπτον ἐν τῇ οἰκίᾳ τοὺς ἀποθανόντας· ἡμεῖς δὲ τούτων οὐδὲν ποιοῦμεν. μυρία δʼ ἄν τις ἔχοι τοιαῦτα εἰπεῖν· πολλὴ γὰρ εὐρυχωρία τῆς ἀποδείξεως ὡς οὔτε ἡμεῖς ἡμῖν αὐτοῖς ἀεὶ κατὰ ταὐτὰ νομίζομεν οὔτε ἀλλήλοις οἱ ἄνθρωποι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέν τοι θαυμαστόν ἐστιν, ὦ βέλτιστε, εἰ σὺ μὲν ὀρθῶς λέγεις, ἐμὲ δὲ τοῦτο λέληθεν. ἀλλʼ ἕως ἂν σύ τε κατὰ σαυτὸν λέγῃς ἅ σοι δοκεῖ μακρῷ λόγῳ καὶ πάλιν ἐγώ, <milestone unit="section" resp="Stephanus" n="315e"/> οὐδὲν μή ποτε συμβῶμεν, ὡς ἐγὼ οἶμαι· ἐὰν δὲ κοινὸν τεθῇ τὸ σκέμμα, τάχʼ ἂν ὁμολογήσαιμεν. εἰ μὲν οὖν βούλει, πυνθανόμενός τι παρʼ ἐμοῦ κοινῇ μετʼ ἐμοῦ σκόπει· εἰ δʼ αὖ βούλει, ἀποκρινόμενος.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἀλλʼ ἐθέλω, ὦ Σώκρατες, ἀποκρίνεσθαι ὅτι ἂν βούλῃ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δὴ σύ, πότερα νομίζεις τὰ δίκαια ἄδικα εἶναι καὶ τὰ ἄδικα δίκαια, ἢ τὰ μὲν δίκαια δίκαια, τὰ δὲ ἄδικα ἄδικα;</said></p></div></div></body></text></TEI>