<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg033.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="314"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δῆτʼ ἂν εἴη νόμος; ἐπισκεψώμεθʼ αὐτὸ ὧδε. εἴ τις ἡμᾶς τὰ νυνδὴ λεγόμενα ἀνήρετο, <q>ἐπειδὴ ὄψει φατὲ <milestone n="314" unit="page"/><milestone unit="section" resp="Stephanus" n="314a"/> τὰ ὁρώμενα ὁρᾶσθαι, τίνι ὄντι τῇ ὄψει ὁρᾶται;</q> ἀπεκρινάμεθʼ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὀφθαλμῶν δηλούσῃ τὰ πράγματα· εἰ δʼ αὖ ἤρετο ἡμᾶς, <q>τί δέ; ἐπειδὴ ἀκοῇ τὰ ἀκουόμενα ἀκούεται, τίνι ὄντι τῇ ἀκοῇ;</q> ἀπεκρινάμεθʼ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὤτων δηλούσῃ ἡμῖν τὰς φωνάς. οὕτω τοίνυν καὶ εἰ ἀνέροιτο ἡμᾶς, <q>ἐπειδὴ νόμῳ τὰ νομιζόμενα νομίζεται, τίνι ὄντι τῷ νόμῳ νομίζεται; <milestone unit="section" resp="Stephanus" n="314b"/> πότερον αἰσθήσει τινὶ ἢ δηλώσει, ὥσπερ τὰ μανθανόμενα μανθάνεται δηλούσῃ τῇ ἐπιστήμῃ, ἢ εὑρέσει τινί, ὥσπερ τὰ εὑρισκόμενα εὑρίσκεται, οἷον τὰ μὲν ὑγιεινὰ καὶ νοσώδη ἰατρικῇ, ἃ δὲ οἱ θεοὶ διανοοῦνται, ὥς φασιν οἱ μάντεις, μαντικῇ; ἡ γάρ που τέχνη ἡμῖν εὕρεσίς ἐστιν τῶν πραγμάτων· ἦ γάρ;</q></said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν ἂν τούτων ὑπολάβοιμεν μάλιστα τὸν νόμον εἶναι;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> τὰ δόγματα ταῦτα καὶ ψηφίσματα, ἔμοιγε δοκεῖ. τί γὰρ ἂν ἄλλο τις φαίη νόμον εἶναι; ὥστε κινδυνεύει, ὃ <milestone unit="section" resp="Stephanus" n="314c"/> σὺ ἐρωτᾷς, τὸ ὅλον τοῦτο, νόμος, δόγμα πόλεως εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δόξαν, ὡς ἔοικε, λέγεις πολιτικὴν τὸν νόμον.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἴσως καλῶς λέγεις· τάχα δὲ ὧδε ἄμεινον εἰσόμεθα. λέγεις τινὰς σοφούς;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οἱ σοφοί εἰσιν σοφίᾳ σοφοί;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; οἱ δίκαιοι δικαιοσύνῃ δίκαιοι;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἱ δὲ <milestone unit="section" resp="Stephanus" n="314d"/> ἄνομοι ἀνομίᾳ ἄνομοι;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἱ δὲ νόμιμοι δίκαιοι;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἱ δὲ ἄνομοι ἄδικοι;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἄδικοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν κάλλιστον ἡ δικαιοσύνη τε καὶ ὁ νόμος;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> αἴσχιστον δὲ ἡ ἀδικία τε καὶ ἡ ἀνομία;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τὸ μὲν σῴζει τὰς πόλεις καὶ τἆλλα πάντα, τὸ δὲ ἀπόλλυσι καὶ ἀνατρέπει;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς περὶ καλοῦ ἄρα τινὸς ὄντος δεῖ τοῦ νόμου διανοεῖσθαι, καὶ ὡς ἀγαθὸν αὐτὸ ζητεῖν.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν δόγμα ἔφαμεν εἶναι πόλεως τὸν νόμον; <milestone unit="section" resp="Stephanus" n="314e"/></said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἔφαμεν γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; οὐκ ἔστιν τὰ μὲν χρηστὰ δόγματα, τὰ δὲ πονηρά;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἔστιν μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν νόμος γε οὐκ ἦν πονηρός.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> οὐ γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα ὀρθῶς ἔχει ἀποκρίνεσθαι οὕτως ἁπλῶς ὅτι νόμος ἐστὶ δόγμα πόλεως.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> οὐκ ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα ἁρμόττοι ἂν τὸ πονηρὸν δόγμα νόμος εἶναι.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν δόξα γέ τις καὶ αὐτῷ μοι καταφαίνεται ὁ νόμος εἶναι· ἐπειδὴ δὲ οὐχ ἡ πονηρὰ δόξα, ἆρα οὐκ ἤδη τοῦτο κατάδηλον, ὡς ἡ χρηστή, εἴπερ δόξα νόμος ἐστί;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δόξα δὲ χρηστὴ τίς ἐστιν; οὐχ ἡ ἀληθής;</said></p></div></div></body></text></TEI>