ΣΩ. τί δῆτʼ ἂν εἴη νόμος; ἐπισκεψώμεθʼ αὐτὸ ὧδε. εἴ τις ἡμᾶς τὰ νυνδὴ λεγόμενα ἀνήρετο, ἐπειδὴ ὄψει φατὲ τὰ ὁρώμενα ὁρᾶσθαι, τίνι ὄντι τῇ ὄψει ὁρᾶται; ἀπεκρινάμεθʼ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὀφθαλμῶν δηλούσῃ τὰ πράγματα· εἰ δʼ αὖ ἤρετο ἡμᾶς, τί δέ; ἐπειδὴ ἀκοῇ τὰ ἀκουόμενα ἀκούεται, τίνι ὄντι τῇ ἀκοῇ; ἀπεκρινάμεθʼ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὤτων δηλούσῃ ἡμῖν τὰς φωνάς. οὕτω τοίνυν καὶ εἰ ἀνέροιτο ἡμᾶς, ἐπειδὴ νόμῳ τὰ νομιζόμενα νομίζεται, τίνι ὄντι τῷ νόμῳ νομίζεται; πότερον αἰσθήσει τινὶ ἢ δηλώσει, ὥσπερ τὰ μανθανόμενα μανθάνεται δηλούσῃ τῇ ἐπιστήμῃ, ἢ εὑρέσει τινί, ὥσπερ τὰ εὑρισκόμενα εὑρίσκεται, οἷον τὰ μὲν ὑγιεινὰ καὶ νοσώδη ἰατρικῇ, ἃ δὲ οἱ θεοὶ διανοοῦνται, ὥς φασιν οἱ μάντεις, μαντικῇ; ἡ γάρ που τέχνη ἡμῖν εὕρεσίς ἐστιν τῶν πραγμάτων· ἦ γάρ; ΕΤ. πάνυ γε. ΣΩ. τί οὖν ἂν τούτων ὑπολάβοιμεν μάλιστα τὸν νόμον εἶναι; ΕΤ. τὰ δόγματα ταῦτα καὶ ψηφίσματα, ἔμοιγε δοκεῖ. τί γὰρ ἂν ἄλλο τις φαίη νόμον εἶναι; ὥστε κινδυνεύει, ὃ σὺ ἐρωτᾷς, τὸ ὅλον τοῦτο, νόμος, δόγμα πόλεως εἶναι. ΣΩ. δόξαν, ὡς ἔοικε, λέγεις πολιτικὴν τὸν νόμον. ΕΤ. ἔγωγε. ΣΩ. καὶ ἴσως καλῶς λέγεις· τάχα δὲ ὧδε ἄμεινον εἰσόμεθα. λέγεις τινὰς σοφούς; ΕΤ. ἔγωγε. ΣΩ. οὐκοῦν οἱ σοφοί εἰσιν σοφίᾳ σοφοί; ΕΤ. ναί. ΣΩ. τί δέ; οἱ δίκαιοι δικαιοσύνῃ δίκαιοι; ΕΤ. πάνυ γε. ΣΩ. οὐκοῦν καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι; ΕΤ. ναί. ΣΩ. οἱ δὲ ἄνομοι ἀνομίᾳ ἄνομοι; ΕΤ. ναί. ΣΩ. οἱ δὲ νόμιμοι δίκαιοι; ΕΤ. ναί. ΣΩ. οἱ δὲ ἄνομοι ἄδικοι; ΕΤ. ἄδικοι. ΣΩ. οὐκοῦν κάλλιστον ἡ δικαιοσύνη τε καὶ ὁ νόμος; ΕΤ. οὕτως. ΣΩ. αἴσχιστον δὲ ἡ ἀδικία τε καὶ ἡ ἀνομία; ΕΤ. ναί. ΣΩ. καὶ τὸ μὲν σῴζει τὰς πόλεις καὶ τἆλλα πάντα, τὸ δὲ ἀπόλλυσι καὶ ἀνατρέπει; ΕΤ. ναί. ΣΩ. ὡς περὶ καλοῦ ἄρα τινὸς ὄντος δεῖ τοῦ νόμου διανοεῖσθαι, καὶ ὡς ἀγαθὸν αὐτὸ ζητεῖν. ΕΤ. πῶς δʼ οὔ; ΣΩ. οὐκοῦν δόγμα ἔφαμεν εἶναι πόλεως τὸν νόμον; ΕΤ. ἔφαμεν γάρ. ΣΩ. τί οὖν; οὐκ ἔστιν τὰ μὲν χρηστὰ δόγματα, τὰ δὲ πονηρά; ΕΤ. ἔστιν μὲν οὖν. ΣΩ. καὶ μὴν νόμος γε οὐκ ἦν πονηρός. ΕΤ. οὐ γάρ. ΣΩ. οὐκ ἄρα ὀρθῶς ἔχει ἀποκρίνεσθαι οὕτως ἁπλῶς ὅτι νόμος ἐστὶ δόγμα πόλεως. ΕΤ. οὐκ ἔμοιγε δοκεῖ. ΣΩ. οὐκ ἄρα ἁρμόττοι ἂν τὸ πονηρὸν δόγμα νόμος εἶναι. ΕΤ. οὐ δῆτα. ΣΩ. ἀλλὰ μὴν δόξα γέ τις καὶ αὐτῷ μοι καταφαίνεται ὁ νόμος εἶναι· ἐπειδὴ δὲ οὐχ ἡ πονηρὰ δόξα, ἆρα οὐκ ἤδη τοῦτο κατάδηλον, ὡς ἡ χρηστή, εἴπερ δόξα νόμος ἐστί; ΕΤ. ναί. ΣΩ. δόξα δὲ χρηστὴ τίς ἐστιν; οὐχ ἡ ἀληθής;