<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg033.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="313"><p><said who="#Σωκράτης"><milestone n="313" unit="page"/><milestone unit="section" resp="Stephanus" n="313a"/><label>ΣΩ.</label> ὁ νόμος ἡμῖν τί ἐστιν;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ὁποῖον καὶ ἐρωτᾷς τῶν νόμων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ; ἔστιν ὅτι διαφέρει νόμος νόμου κατʼ αὐτὸ τοῦτο, κατὰ τὸ νόμος εἶναι; σκόπει γὰρ δὴ ὃ τυγχάνω ἐρωτῶν σε. ἐρωτῶ γάρ, ὥσπερ εἰ ἀνηρόμην τί ἐστιν χρυσός, εἴ με ὡσαύτως ἀνήρου ὁποῖον καὶ λέγω χρυσόν, οἴομαί σε οὐκ ἂν ὀρθῶς ἐρέσθαι. οὐδὲν γάρ που διαφέρει οὔτε χρυσὸς <milestone unit="section" resp="Stephanus" n="313b"/> χρυσοῦ οὔτε λίθος λίθου κατά γε τὸ λίθος εἶναι καὶ κατὰ τὸ χρυσός· οὕτω δὲ οὐδὲ νόμος που νόμου οὐδὲν διαφέρει, ἀλλὰ πάντες εἰσὶν ταὐτόν. νόμος γὰρ ἕκαστος αὐτῶν ἐστιν ὁμοίως, οὐχ ὁ μὲν μᾶλλον, ὁ δʼ ἧττον· τοῦτο δὴ αὐτὸ ἐρωτῶ, τὸ πᾶν τί ἐστιν νόμος. εἰ οὖν σοι πρόχειρον, εἰπέ.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> τί οὖν ἄλλο νόμος εἴη ἄν, ὦ Σώκρατες, ἀλλʼ ἢ τὰ νομιζόμενα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ λόγος σοι δοκεῖ εἶναι τὰ λεγόμενα, ἢ ὄψις τὰ ὁρώμενα, ἢ ἀκοὴ τὰ ἀκουόμενα; ἢ ἄλλο μὲν λόγος, ἄλλο <milestone unit="section" resp="Stephanus" n="313c"/> δὲ τὰ λεγόμενα· καὶ ἄλλο μὲν ὄψις, ἄλλο δὲ τὰ ὁρώμενα· καὶ ἄλλο μὲν ἀκοή, ἄλλο δὲ τὰ ἀκουόμενα, καὶ ἄλλο δὴ νόμος, ἄλλο δὲ τὰ νομιζόμενα; οὕτως ἢ πῶς σοι δοκεῖ;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἄλλο μοι νῦν ἐφάνη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα νόμος ἐστὶν τὰ νομιζόμενα.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> οὔ μοι δοκεῖ.</said></p></div></div></body></text></TEI>