<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg032.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="115"><p><said who="#Κριτίας" rend="merge"><label>ΚΡΙ.</label>  καὶ δὴ καὶ ἐλεφάντων ἦν ἐν αὐτῇ γένος πλεῖστον· νομὴ γὰρ τοῖς τε ἄλλοις ζῴοις, ὅσα καθʼ ἕλη καὶ λίμνας καὶ ποταμούς, ὅσα <milestone n="115" unit="page"/><milestone unit="section" resp="Stephanus" n="115a"/> τʼ αὖ κατʼ ὄρη καὶ ὅσα ἐν τοῖς πεδίοις νέμεται, σύμπασιν παρῆν ἅδην, καὶ τούτῳ κατὰ ταὐτὰ τῷ ζῴῳ, μεγίστῳ πεφυκότι καὶ πολυβορωτάτῳ. πρὸς δὲ τούτοις, ὅσα εὐώδη τρέφει που γῆ τὰ νῦν, ῥιζῶν ἢ χλόης ἢ ξύλων ἢ χυλῶν στακτῶν εἴτε ἀνθῶν ἢ καρπῶν, ἔφερέν τε ταῦτα καὶ ἔτρεφεν εὖ· ἔτι δὲ τὸν ἥμερον καρπόν, τόν τε ξηρόν, ὃς ἡμῖν τῆς τροφῆς ἕνεκά ἐστιν, καὶ ὅσοις χάριν τοῦ σίτου προσχρώμεθα—καλοῦμεν δὲ αὐτοῦ <milestone unit="section" resp="Stephanus" n="115b"/> τὰ μέρη σύμπαντα ὄσπρια—καὶ τὸν ὅσος ξύλινος, πώματα καὶ βρώματα καὶ ἀλείμματα φέρων, παιδιᾶς τε ὃς ἕνεκα ἡδονῆς τε γέγονε δυσθησαύριστος ἀκροδρύων καρπός, ὅσα τε παραμύθια πλησμονῆς μεταδόρπια ἀγαπητὰ κάμνοντι τίθεμεν, ἅπαντα ταῦτα ἡ τότε <del>ποτὲ</del> οὖσα ὑφʼ ἡλίῳ νῆσος ἱερὰ καλά τε καὶ θαυμαστὰ καὶ πλήθεσιν ἄπειρʼ ἔφερεν. ταῦτα οὖν λαμβάνοντες πάντα παρὰ τῆς γῆς κατεσκευάζοντο τά τε <milestone unit="section" resp="Stephanus" n="115c"/> ἱερὰ καὶ τὰς βασιλικὰς οἰκήσεις καὶ τοὺς λιμένας καὶ τὰ νεώρια καὶ σύμπασαν τὴν ἄλλην χώραν, τοιᾷδʼ ἐν τάξει διακοσμοῦντες.
			
		<milestone ed="P" unit="para"/>τοὺς τῆς θαλάττης τροχούς, οἳ περὶ τὴν ἀρχαίαν ἦσαν μητρόπολιν, πρῶτον μὲν ἐγεφύρωσαν, ὁδὸν ἔξω καὶ ἐπὶ τὰ βασίλεια ποιούμενοι. τὰ δὲ βασίλεια ἐν ταύτῃ τῇ τοῦ θεοῦ καὶ τῶν προγόνων κατοικήσει κατʼ ἀρχὰς ἐποιήσαντο εὐθύς, ἕτερος δὲ παρʼ ἑτέρου δεχόμενος, κεκοσμημένα κοσμῶν, <milestone unit="section" resp="Stephanus" n="115d"/> ὑπερεβάλλετο εἰς δύναμιν ἀεὶ τὸν ἔμπροσθεν, ἕως εἰς ἔκπληξιν μεγέθεσιν κάλλεσίν τε ἔργων ἰδεῖν τὴν οἴκησιν ἀπηργάσαντο. διώρυχα μὲν γὰρ ἐκ τῆς θαλάττης ἀρχόμενοι τρίπλεθρον τὸ πλάτος, ἑκατὸν δὲ ποδῶν βάθος, μῆκος δὲ πεντήκοντα σταδίων, ἐπὶ τὸν ἐξωτάτω τροχὸν συνέτρησαν, καὶ τὸν ἀνάπλουν ἐκ τῆς θαλάττης ταύτῃ πρὸς ἐκεῖνον ὡς εἰς λιμένα ἐποιήσαντο, διελόντες στόμα ναυσὶν ταῖς μεγίσταις ἱκανὸν εἰσπλεῖν. καὶ δὴ καὶ τοὺς τῆς γῆς τροχούς, οἳ τοὺς <milestone unit="section" resp="Stephanus" n="115e"/> τῆς θαλάττης διεῖργον, κατὰ τὰς γεφύρας διεῖλον ὅσον μιᾷ τριήρει διέκπλουν εἰς ἀλλήλους, καὶ κατεστέγασαν ἄνωθεν ὥστε τὸν ὑπόπλουν κάτωθεν εἶναι· τὰ γὰρ τῶν τῆς γῆς τροχῶν χείλη βάθος εἶχεν ἱκανὸν ὑπερέχον τῆς θαλάττης. ἦν δὲ ὁ μὲν μέγιστος τῶν τροχῶν, εἰς ὃν ἡ θάλαττα συνετέτρητο, τριστάδιος τὸ πλάτος, ὁ δʼ ἑξῆς τῆς γῆς ἴσος ἐκείνῳ· τοῖν δὲ δευτέροιν ὁ μὲν ὑγρὸς δυοῖν σταδίοιν πλάτος, ὁ δὲ ξηρὸς ἴσος αὖ πάλιν τῷ πρόσθεν ὑγρῷ· σταδίου δὲ ὁ <milestone n="116" unit="page"/><milestone unit="section" resp="Stephanus" n="116a"/> περὶ αὐτὴν τὴν ἐν μέσῳ νῆσον περιθέων.</said></p></div></div></body></text></TEI>