<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg032.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="106"><p><said who="#Τίμαιος"><milestone n="106" unit="page"/><milestone unit="section" resp="Stephanus" n="106a"/><label>ΤΙ.</label> ὡς ἅσμενος, ὦ Σώκρατες, οἷον ἐκ μακρᾶς ἀναπεπαυμένος ὁδοῦ, νῦν οὕτως ἐκ τῆς τοῦ λόγου διαπορείας ἀγαπητῶς ἀπήλλαγμαι. τῷ δὲ πρὶν μὲν πάλαι ποτʼ ἔργῳ, νῦν δὲ λόγοις ἄρτι θεῷ γεγονότι προσεύχομαι, τῶν ῥηθέντων ὅσα μὲν ἐρρήθη μετρίως, σωτηρίαν ἡμῖν αὐτὸν αὐτῶν <milestone unit="section" resp="Stephanus" n="106b"/> διδόναι, παρὰ μέλος δὲ εἴ τι περὶ αὐτῶν ἄκοντες εἴπομεν, δίκην τὴν πρέπουσαν ἐπιτιθέναι. δίκη δὲ ὀρθὴ τὸν πλημμελοῦντα ἐμμελῆ ποιεῖν· ἵνʼ οὖν τὸ λοιπὸν τοὺς περὶ θεῶν γενέσεως ὀρθῶς λέγωμεν λόγους, φάρμακον ἡμῖν αὐτὸν τελεώτατον καὶ ἄριστον φαρμάκων ἐπιστήμην εὐχόμεθα διδόναι, προσευξάμενοι δὲ παραδίδομεν κατὰ τὰς ὁμολογίας Κριτίᾳ τὸν ἑξῆς λόγον.</said></p><p><said who="#Κριτίας"><label>ΚΡΙ.</label> ἀλλʼ, ὦ Τίμαιε, δέχομαι μέν, ᾧ δὲ καὶ σὺ κατʼ <milestone unit="section" resp="Stephanus" n="106c"/> ἀρχὰς ἐχρήσω, συγγνώμην αἰτούμενος ὡς περὶ μεγάλων μέλλων λέγειν, ταὐτὸν καὶ νῦν ἐγὼ τοῦτο παραιτοῦμαι, <milestone n="107" unit="page"/><milestone unit="section" resp="Stephanus" n="107a"/> μειζόνως δὲ αὐτοῦ τυχεῖν ἔτι μᾶλλον ἀξιῶ περὶ τῶν μελλόντων ῥηθήσεσθαι.</said></p></div></div></body></text></TEI>