<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="6"><div type="textpart" subtype="section" resp="perseus" n="500"><p><said who="#Σωκράτης" rend="merge"><del>ἢ καὶ ἐὰν οὕτω θεῶνται, ἀλλοίαν τοι φήσεις αὐτοὺς δόξαν λήψεσθαι καὶ ἄλλα ἀποκρινεῖσθαι.</del> ἢ οἴει τινὰ χαλεπαίνειν τῷ μὴ χαλεπῷ ἢ φθονεῖν τῷ μὴ φθονερῷ ἄφθονόν τε καὶ πρᾷον ὄντα; ἐγὼ μὲν γάρ σε προφθάσας λέγω ὅτι ἐν ὀλίγοις τισὶν ἡγοῦμαι, ἀλλʼ οὐκ ἐν τῷ πλήθει, χαλεπὴν οὕτω φύσιν γίγνεσθαι.
<milestone ed="P" unit="para"/>καὶ ἐγὼ ἀμέλει, ἔφη, συνοίομαι.  <milestone unit="section" resp="Stephanus" n="500b"/>  
<milestone ed="P" unit="para"/>οὐκοῦν καὶ αὐτὸ τοῦτο συνοίει, τοῦ χαλεπῶς πρὸς φιλοσοφίαν τοὺς πολλοὺς διακεῖσθαι ἐκείνους αἰτίους εἶναι τοὺς ἔξωθεν οὐ προσῆκον ἐπεισκεκωμακότας, λοιδορουμένους τε αὑτοῖς καὶ φιλαπεχθημόνως ἔχοντας καὶ ἀεὶ περὶ ἀνθρώπων τοὺς λόγους ποιουμένους, ἥκιστα φιλοσοφίᾳ πρέπον ποιοῦντας;
<milestone ed="P" unit="para"/>πολύ γʼ, ἔφη.
<milestone ed="P" unit="para"/>οὐδὲ γάρ που, ὦ Ἀδείμαντε, σχολὴ τῷ γε ὡς ἀληθῶς πρὸς τοῖς οὖσι τὴν διάνοιαν ἔχοντι κάτω βλέπειν εἰς ἀνθρώπων  <milestone unit="section" resp="Stephanus" n="500c"/> πραγματείας, καὶ μαχόμενον αὐτοῖς φθόνου τε καὶ δυσμενείας ἐμπίμπλασθαι, ἀλλʼ εἰς τεταγμένα ἄττα καὶ κατὰ ταὐτὰ ἀεὶ ἔχοντα ὁρῶντας καὶ θεωμένους οὔτʼ ἀδικοῦντα οὔτʼ ἀδικούμενα ὑπʼ ἀλλήλων, κόσμῳ δὲ πάντα καὶ κατὰ λόγον ἔχοντα, ταῦτα μιμεῖσθαί τε καὶ ὅτι μάλιστα ἀφομοιοῦσθαι. ἢ οἴει τινὰ μηχανὴν εἶναι, ὅτῳ τις ὁμιλεῖ ἀγάμενος, μὴ μιμεῖσθαι ἐκεῖνο;
<milestone ed="P" unit="para"/>ἀδύνατον, ἔφη.
<milestone ed="P" unit="para"/>θείῳ δὴ καὶ κοσμίῳ ὅ γε φιλόσοφος ὁμιλῶν κόσμιός τε  <milestone unit="section" resp="Stephanus" n="500d"/> καὶ θεῖος εἰς τὸ δυνατὸν ἀνθρώπῳ γίγνεται· διαβολὴ δʼ ἐν πᾶσι πολλή.
<milestone ed="P" unit="para"/>παντάπασι μὲν οὖν.
<milestone ed="P" unit="para"/>ἂν οὖν τις, εἶπον, αὐτῷ ἀνάγκη γένηται ἃ ἐκεῖ ὁρᾷ μελετῆσαι εἰς ἀνθρώπων ἤθη καὶ ἰδίᾳ καὶ δημοσίᾳ τιθέναι καὶ μὴ μόνον ἑαυτὸν πλάττειν, ἆρα κακὸν δημιουργὸν αὐτὸν οἴει γενήσεσθαι σωφροσύνης τε καὶ δικαιοσύνης καὶ συμπάσης τῆς δημοτικῆς ἀρετῆς;
<milestone ed="P" unit="para"/>ἥκιστά γε, ἦ δʼ ὅς.
<milestone ed="P" unit="para"/>ἀλλʼ ἐὰν δὴ αἴσθωνται οἱ πολλοὶ ὅτι ἀληθῆ περὶ αὐτοῦ  <milestone unit="section" resp="Stephanus" n="500e"/> λέγομεν, χαλεπανοῦσι δὴ τοῖς φιλοσόφοις καὶ ἀπιστήσουσιν ἡμῖν λέγουσιν ὡς οὐκ ἄν ποτε ἄλλως εὐδαιμονήσειε πόλις, εἰ μὴ αὐτὴν διαγράψειαν οἱ τῷ θείῳ παραδείγματι χρώμενοι ζωγράφοι;
<milestone ed="P" unit="para"/>οὐ χαλεπανοῦσιν, ἦ δʼ ὅς, ἐάνπερ αἴσθωνται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="501"><p><said who="#Σωκράτης" rend="merge"> ἀλλὰ δὴ 
<milestone unit="page" resp="Stephanus" n="501"/><milestone unit="section" resp="Stephanus" n="501a"/>
τίνα λέγεις τρόπον τῆς διαγραφῆς;
<milestone ed="P" unit="para"/>λαβόντες, ἦν δʼ ἐγώ, ὥσπερ πίνακα πόλιν τε καὶ ἤθη ἀνθρώπων, πρῶτον μὲν καθαρὰν ποιήσειαν ἄν, ὃ οὐ πάνυ ῥᾴδιον· ἀλλʼ οὖν οἶσθʼ ὅτι τούτῳ ἂν εὐθὺς τῶν ἄλλων διενέγκοιεν, τῷ μήτε ἰδιώτου μήτε πόλεως ἐθελῆσαι ἂν ἅψασθαι μηδὲ γράφειν νόμους, πρὶν ἢ παραλαβεῖν καθαρὰν ἢ αὐτοὶ ποιῆσαι.
<milestone ed="P" unit="para"/>καὶ ὀρθῶς γʼ, ἔφη.
<milestone ed="P" unit="para"/>οὐκοῦν μετὰ ταῦτα οἴει ὑπογράψασθαι ἂν τὸ σχῆμα τῆς πολιτείας;
<milestone ed="P" unit="para"/>τί μήν;  <milestone unit="section" resp="Stephanus" n="501b"/>  
<milestone ed="P" unit="para"/>ἔπειτα οἶμαι ἀπεργαζόμενοι πυκνὰ ἂν ἑκατέρωσʼ ἀποβλέποιεν, πρός τε τὸ φύσει δίκαιον καὶ καλὸν καὶ σῶφρον καὶ πάντα τὰ τοιαῦτα, καὶ πρὸς ἐκεῖνʼ αὖ τὸ ἐν τοῖς ἀνθρώποις ἐμποιοῖεν, συμμειγνύντες τε καὶ κεραννύντες ἐκ τῶν ἐπιτηδευμάτων τὸ ἀνδρείκελον, ἀπʼ ἐκείνου τεκμαιρόμενοι, ὃ δὴ καὶ Ὅμηρος ἐκάλεσεν ἐν τοῖς ἀνθρώποις ἐγγιγνόμενον θεοειδές τε καὶ θεοείκελον.
<milestone ed="P" unit="para"/>ὀρθῶς, ἔφη.
<milestone ed="P" unit="para"/>καὶ τὸ μὲν ἂν οἶμαι ἐξαλείφοιεν, τὸ δὲ πάλιν ἐγγράφοιεν,  <milestone unit="section" resp="Stephanus" n="501c"/> ἕως ὅτι μάλιστα ἀνθρώπεια ἤθη εἰς ὅσον ἐνδέχεται θεοφιλῆ ποιήσειαν.
<milestone ed="P" unit="para"/>καλλίστη γοῦν ἄν, ἔφη, ἡ γραφὴ γένοιτο.
<milestone ed="P" unit="para"/>ἆρʼ οὖν, ἦν δʼ ἐγώ, πείθομέν πῃ ἐκείνους, οὓς διατεταμένους ἐφʼ ἡμᾶς ἔφησθα ἰέναι, ὡς τοιοῦτός ἐστι πολιτειῶν ζωγράφος ὃν τότʼ ἐπῃνοῦμεν πρὸς αὐτούς, διʼ ὃν ἐκεῖνοι ἐχαλέπαινον ὅτι τὰς πόλεις αὐτῷ παρεδίδομεν, καί τι μᾶλλον αὐτὸ νῦν ἀκούοντες πραΰνονται;
<milestone ed="P" unit="para"/>καὶ πολύ γε, ἦ δʼ ὅς, εἰ σωφρονοῦσιν.  <milestone unit="section" resp="Stephanus" n="501d"/>  
<milestone ed="P" unit="para"/>πῇ γὰρ δὴ ἕξουσιν ἀμφισβητῆσαι; πότερον μὴ τοῦ ὄντος τε καὶ ἀληθείας ἐραστὰς εἶναι τοὺς φιλοσόφους;
<milestone ed="P" unit="para"/>ἄτοπον μεντἄν, ἔφη, εἴη.
<milestone ed="P" unit="para"/>ἀλλὰ μὴ τὴν φύσιν αὐτῶν οἰκείαν εἶναι τοῦ ἀρίστου, ἣν ἡμεῖς διήλθομεν;
<milestone ed="P" unit="para"/>οὐδὲ τοῦτο.
<milestone ed="P" unit="para"/>τί δέ; τὴν τοιαύτην τυχοῦσαν τῶν προσηκόντων ἐπιτηδευμάτων οὐκ ἀγαθὴν τελέως ἔσεσθαι καὶ φιλόσοφον, εἴπερ τινὰ ἄλλην; ἢ ἐκείνους φήσει μᾶλλον, οὓς ἡμεῖς ἀφωρίσαμεν;  <milestone unit="section" resp="Stephanus" n="501e"/>  
<milestone ed="P" unit="para"/>οὐ δήπου.
<milestone ed="P" unit="para"/>ἔτι οὖν ἀγριανοῦσι λεγόντων ἡμῶν ὅτι πρὶν ἂν πόλεως τὸ φιλόσοφον γένος ἐγκρατὲς γένηται, οὔτε πόλει οὔτε πολίταις κακῶν παῦλα ἔσται, οὐδὲ ἡ πολιτεία ἣν μυθολογοῦμεν λόγῳ ἔργῳ τέλος λήψεται;
<milestone ed="P" unit="para"/>ἴσως, ἔφη, ἧττον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="502"><p><said who="#Σωκράτης" rend="merge"><milestone ed="P" unit="para"/>βούλει οὖν, ἦν δʼ ἐγώ, μὴ ἧττον φῶμεν αὐτοὺς ἀλλὰ 

<milestone unit="page" resp="Stephanus" n="502"/><milestone unit="section" resp="Stephanus" n="502a"/> 
παντάπασι πρᾴους γεγονέναι καὶ πεπεῖσθαι, ἵνα, εἰ μή τι, ἀλλὰ αἰσχυνθέντες ὁμολογήσωσιν;
<milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν, ἔφη.
<milestone ed="P" unit="para"/>οὗτοι μὲν τοίνυν, ἦν δʼ ἐγώ, τοῦτο πεπεισμένοι ἔστων· τοῦδε δὲ πέρι τις ἀμφισβητήσει, ὡς οὐκ ἂν τύχοιεν γενόμενοι βασιλέων ἔκγονοι ἢ δυναστῶν τὰς φύσεις φιλόσοφοι;
<milestone ed="P" unit="para"/>οὐδʼ ἂν εἷς, ἔφη.
<milestone ed="P" unit="para"/>τοιούτους δὲ γενομένους ὡς πολλὴ ἀνάγκη διαφθαρῆναι, ἔχει τις λέγειν; ὡς μὲν γὰρ χαλεπὸν σωθῆναι, καὶ ἡμεῖς  <milestone unit="section" resp="Stephanus" n="502b"/> συγχωροῦμεν· ὡς δὲ ἐν παντὶ τῷ χρόνῳ τῶν πάντων οὐδέποτε οὐδʼ ἂν εἷς σωθείη, ἔσθʼ ὅστις ἀμφισβητήσειε;
<milestone ed="P" unit="para"/>καὶ πῶς;
<milestone ed="P" unit="para"/>ἀλλὰ μήν, ἦν δʼ ἐγώ, εἷς ἱκανὸς γενόμενος, πόλιν ἔχων πειθομένην, πάντʼ ἐπιτελέσαι τὰ νῦν ἀπιστούμενα.
<milestone ed="P" unit="para"/>ἱκανὸς γάρ, ἔφη.
<milestone ed="P" unit="para"/>ἄρχοντος γάρ που, ἦν δʼ ἐγώ, τιθέντος τοὺς νόμους καὶ τὰ ἐπιτηδεύματα ἃ διεληλύθαμεν, οὐ δήπου ἀδύνατον ἐθέλειν ποιεῖν τοὺς πολίτας.
<milestone ed="P" unit="para"/>οὐδʼ ὁπωστιοῦν.
<milestone ed="P" unit="para"/>ἀλλὰ δή, ἅπερ ἡμῖν δοκεῖ, δόξαι καὶ ἄλλοις θαυμαστόν τι καὶ ἀδύνατον;  <milestone unit="section" resp="Stephanus" n="502c"/>  
<milestone ed="P" unit="para"/>οὐκ οἶμαι ἔγωγε, ἦ δʼ ὅς.
<milestone ed="P" unit="para"/>καὶ μὴν ὅτι γε βέλτιστα, εἴπερ δυνατά, ἱκανῶς ἐν τοῖς ἔμπροσθεν, ὡς ἐγᾦμαι, διήλθομεν.
<milestone ed="P" unit="para"/>ἱκανῶς γάρ.
<milestone ed="P" unit="para"/>νῦν δή, ὡς ἔοικεν, συμβαίνει ἡμῖν περὶ τῆς νομοθεσίας ἄριστα μὲν εἶναι ἃ λέγομεν, εἰ γένοιτο, χαλεπὰ δὲ γενέσθαι, οὐ μέντοι ἀδύνατά γε.
<milestone ed="P" unit="para"/>συμβαίνει γάρ, ἔφη.
<milestone ed="P" unit="para"/>οὐκοῦν ἐπειδὴ τοῦτο μόγις τέλος ἔσχεν, τὰ ἐπίλοιπα δὴ μετὰ τοῦτο λεκτέον, τίνα τρόπον ἡμῖν καὶ ἐκ τίνων μαθημάτων  <milestone unit="section" resp="Stephanus" n="502d"/> τε καὶ ἐπιτηδευμάτων οἱ σωτῆρες ἐνέσονται τῆς πολιτείας, καὶ κατὰ ποίας ἡλικίας ἕκαστοι ἑκάστων ἁπτόμενοι;
<milestone ed="P" unit="para"/>λεκτέον μέντοι, ἔφη.
    <milestone ed="P" unit="para"/>οὐδέν, ἦν δʼ ἐγώ, τὸ σοφόν μοι ἐγένετο τήν τε τῶν γυναικῶν τῆς κτήσεως δυσχέρειαν ἐν τῷ πρόσθεν παραλιπόντι καὶ παιδογονίαν καὶ τὴν τῶν ἀρχόντων κατάστασιν, εἰδότι ὡς ἐπίφθονός τε καὶ χαλεπὴ γίγνεσθαι ἡ παντελῶς ἀληθής· νῦν γὰρ οὐδὲν ἧττον ἦλθεν τὸ δεῖν αὐτὰ διελθεῖν.  <milestone unit="section" resp="Stephanus" n="502e"/> καὶ τὰ μὲν δὴ τῶν γυναικῶν τε καὶ παίδων πεπέρανται, τὸ δὲ τῶν ἀρχόντων ὥσπερ ἐξ ἀρχῆς μετελθεῖν δεῖ.</said></p></div></div></div></body></text></TEI>