<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg028.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="234"><p><said who="#Σωκράτης"><milestone n="234" unit="page"/><milestone unit="section" resp="Stephanus" n="234a"/><label>ΣΩ.</label> ἐξ ἀγορᾶς ἢ πόθεν Μενέξενος;</said></p><p><said who="#Μενέξενος"><label>ΜΕΝ.</label> ἐξ ἀγορᾶς, ὦ Σώκρατες, καὶ ἀπὸ τοῦ βουλευτηρίου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί μάλιστα σοὶ πρὸς βουλευτήριον; ἢ δῆλα δὴ ὅτι παιδεύσεως καὶ φιλοσοφίας ἐπὶ τέλει ἡγῇ εἶναι, καὶ ὡς ἱκανῶς ἤδη ἔχων ἐπὶ τὰ μείζω ἐπινοεῖς τρέπεσθαι, καὶ ἄρχειν ἡμῶν, ὦ θαυμάσιε, ἐπιχειρεῖς τῶν πρεσβυτέρων <milestone unit="section" resp="Stephanus" n="234b"/> τηλικοῦτος ὤν, ἵνα μὴ ἐκλίπῃ ὑμῶν ἡ οἰκία ἀεί τινα ἡμῶν ἐπιμελητὴν παρεχομένη;</said></p><p><said who="#Μενέξενος"><label>ΜΕΝ.</label> ἐὰν σύ γε, ὦ Σώκρατες, ἐᾷς καὶ συμβουλεύῃς ἄρχειν, προθυμήσομαι· εἰ δὲ μή, οὔ. νῦν μέντοι ἀφικόμην πρὸς τὸ βουλευτήριον πυθόμενος ὅτι ἡ βουλὴ μέλλει αἱρεῖσθαι ὅστις ἐρεῖ ἐπὶ τοῖς ἀποθανοῦσιν· ταφὰς γὰρ οἶσθʼ ὅτι μέλλουσι ποιεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάνυ γε· ἀλλὰ τίνα εἵλοντο;</said></p><p><said who="#Μενέξενος"><label>ΜΕΝ.</label> οὐδένα, ἀλλὰ ἀνεβάλοντο εἰς τὴν αὔριον. οἶμαι μέντοι Ἀρχῖνον ἢ Δίωνα αἱρεθήσεσθαι.</said></p></div></div></body></text></TEI>