<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="540"><p><said who="#Ἴων"><milestone n="540" unit="page"/><milestone unit="section" resp="Stephanus" n="540a"/><label>ΙΩΝ.</label> τί δὲ δὴ ἐπιλανθάνομαι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ μέμνησαι ὅτι ἔφησθα τὴν ῥαψῳδικὴν τέχνην ἑτέραν εἶναι τῆς ἡνιοχικῆς;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> μέμνημαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἑτέραν οὖσαν ἕτερα γνώσεσθαι ὡμολόγεις;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα πάντα γε γνώσεται ἡ ῥαψῳδικὴ κατὰ τὸν σὸν λόγον οὐδὲ ὁ ῥαψῳδός.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> πλήν γε ἴσως τὰ τοιαῦτα, ὦ Σώκρατες.
</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="540b"/><label>ΣΩ.</label> τὰ τοιαῦτα δὲ λέγεις πλὴν τὰ τῶν ἄλλων τεχνῶν σχεδόν τι· ἀλλὰ ποῖα δὴ γνώσεται, ἐπειδὴ οὐχ ἅπαντα;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἃ πρέπει, οἶμαι ἔγωγε, ἀνδρὶ εἰπεῖν καὶ ὁποῖα γυναικί, καὶ ὁποῖα δούλῳ καὶ ὁποῖα ἐλευθέρῳ, καὶ ὁποῖα ἀρχομένῳ καὶ ὁποῖα ἄρχοντι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα ὁποῖα ἄρχοντι, λέγεις, ἐν θαλάττῃ χειμαζομένου πλοίου πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ κυβερνήτης;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὔκ, ἀλλὰ ὁ κυβερνήτης τοῦτό γε.
</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="540c"/><label>ΣΩ.</label> ἀλλʼ ὁποῖα ἄρχοντι κάμνοντος πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ ἰατρός;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὐδὲ τοῦτο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οἷα δούλῳ πρέπει, λέγεις;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἷον βουκόλῳ λέγεις δούλῳ ἃ πρέπει εἰπεῖν ἀγριαινουσῶν βοῶν παραμυθουμένῳ, ὁ ῥαψῳδὸς γνώσεται ἀλλʼ οὐχ ὁ βουκόλος;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οἷα γυναικὶ πρέποντά ἐστιν εἰπεῖν ταλασιουργῷ περὶ ἐρίων <milestone unit="section" resp="Stephanus" n="540d"/> ἐργασίας;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οἷα ἀνδρὶ πρέπει εἰπεῖν γνώσεται στρατηγῷ στρατιώταις παραινοῦντι;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί, τὰ τοιαῦτα γνώσεται ὁ ῥαψῳδός.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ἡ ῥαψῳδικὴ τέχνη στρατηγική ἐστιν;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> Γνοίην γοῦν ἂν ἔγωγε οἷα στρατηγὸν πρέπει εἰπεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴσως γὰρ εἶ καὶ στρατηγικός, ὦ Ἴων. καὶ γὰρ εἰ ἐτύγχανες ἱππικὸς ὢν ἅμα καὶ κιθαριστικός, ἔγνως ἂν ἵππους <milestone unit="section" resp="Stephanus" n="540e"/> εὖ καὶ κακῶς ἱππαζομένους· ἀλλʼ εἴ σʼ ἐγὼ ἠρόμην· <q>ποτέρᾳ δὴ τέχνῃ, ὦ Ἴων, γιγνώσκεις τοὺς εὖ ἱππαζομένους ἵππους; ᾗ ἱππεὺς εἶ ἢ ᾗ κιθαριστής;</q> τί ἄν μοι ἀπεκρίνω;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἧι ἱππεύς, ἔγωγʼ ἄν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ καὶ τοὺς εὖ κιθαρίζοντας διεγίγνωσκες, ὡμολόγεις ἄν, ᾗ κιθαριστὴς εἶ, ταύτῃ διαγιγνώσκειν, ἀλλʼ οὐχ ᾗ ἱππεύς.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ δὲ τὰ στρατιωτικὰ γιγνώσκεις, πότερον ᾗ στρατηγικὸς εἶ γιγνώσκεις ἢ ᾗ ῥαψῳδὸς ἀγαθός;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὐδὲν ἔμοιγε δοκεῖ διαφέρειν.</said></p></div></div></body></text></TEI>