<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="540"><p><said who="#Ἴων"><milestone n="540" unit="page"/><milestone unit="section" resp="Stephanus" n="540a"/><label>ΙΩΝ.</label> τί δὲ δὴ ἐπιλανθάνομαι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ μέμνησαι ὅτι ἔφησθα τὴν ῥαψῳδικὴν τέχνην ἑτέραν εἶναι τῆς ἡνιοχικῆς;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> μέμνημαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἑτέραν οὖσαν ἕτερα γνώσεσθαι ὡμολόγεις;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα πάντα γε γνώσεται ἡ ῥαψῳδικὴ κατὰ τὸν σὸν λόγον οὐδὲ ὁ ῥαψῳδός.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> πλήν γε ἴσως τὰ τοιαῦτα, ὦ Σώκρατες.
</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="540b"/><label>ΣΩ.</label> τὰ τοιαῦτα δὲ λέγεις πλὴν τὰ τῶν ἄλλων τεχνῶν σχεδόν τι· ἀλλὰ ποῖα δὴ γνώσεται, ἐπειδὴ οὐχ ἅπαντα;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἃ πρέπει, οἶμαι ἔγωγε, ἀνδρὶ εἰπεῖν καὶ ὁποῖα γυναικί, καὶ ὁποῖα δούλῳ καὶ ὁποῖα ἐλευθέρῳ, καὶ ὁποῖα ἀρχομένῳ καὶ ὁποῖα ἄρχοντι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα ὁποῖα ἄρχοντι, λέγεις, ἐν θαλάττῃ χειμαζομένου πλοίου πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ κυβερνήτης;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὔκ, ἀλλὰ ὁ κυβερνήτης τοῦτό γε.
</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="540c"/><label>ΣΩ.</label> ἀλλʼ ὁποῖα ἄρχοντι κάμνοντος πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ ἰατρός;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὐδὲ τοῦτο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οἷα δούλῳ πρέπει, λέγεις;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἷον βουκόλῳ λέγεις δούλῳ ἃ πρέπει εἰπεῖν ἀγριαινουσῶν βοῶν παραμυθουμένῳ, ὁ ῥαψῳδὸς γνώσεται ἀλλʼ οὐχ ὁ βουκόλος;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οἷα γυναικὶ πρέποντά ἐστιν εἰπεῖν ταλασιουργῷ περὶ ἐρίων <milestone unit="section" resp="Stephanus" n="540d"/> ἐργασίας;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οἷα ἀνδρὶ πρέπει εἰπεῖν γνώσεται στρατηγῷ στρατιώταις παραινοῦντι;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί, τὰ τοιαῦτα γνώσεται ὁ ῥαψῳδός.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ἡ ῥαψῳδικὴ τέχνη στρατηγική ἐστιν;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> Γνοίην γοῦν ἂν ἔγωγε οἷα στρατηγὸν πρέπει εἰπεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴσως γὰρ εἶ καὶ στρατηγικός, ὦ Ἴων. καὶ γὰρ εἰ ἐτύγχανες ἱππικὸς ὢν ἅμα καὶ κιθαριστικός, ἔγνως ἂν ἵππους <milestone unit="section" resp="Stephanus" n="540e"/> εὖ καὶ κακῶς ἱππαζομένους· ἀλλʼ εἴ σʼ ἐγὼ ἠρόμην· <q>ποτέρᾳ δὴ τέχνῃ, ὦ Ἴων, γιγνώσκεις τοὺς εὖ ἱππαζομένους ἵππους; ᾗ ἱππεὺς εἶ ἢ ᾗ κιθαριστής;</q> τί ἄν μοι ἀπεκρίνω;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἧι ἱππεύς, ἔγωγʼ ἄν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ καὶ τοὺς εὖ κιθαρίζοντας διεγίγνωσκες, ὡμολόγεις ἄν, ᾗ κιθαριστὴς εἶ, ταύτῃ διαγιγνώσκειν, ἀλλʼ οὐχ ᾗ ἱππεύς.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ δὲ τὰ στρατιωτικὰ γιγνώσκεις, πότερον ᾗ στρατηγικὸς εἶ γιγνώσκεις ἢ ᾗ ῥαψῳδὸς ἀγαθός;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὐδὲν ἔμοιγε δοκεῖ διαφέρειν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="541"><p><said who="#Σωκράτης"><milestone n="541" unit="page"/><milestone unit="section" resp="Stephanus" n="541a"/><label>ΣΩ.</label> πῶς; οὐδὲν λέγεις διαφέρειν; μίαν λέγεις τέχνην εἶναι τὴν ῥαψῳδικὴν καὶ τὴν στρατηγικὴν ἢ δύο;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> μία ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅστις ἄρα ἀγαθὸς ῥαψῳδός ἐστιν, οὗτος καὶ ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> μάλιστα, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ὅστις ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν, ἀγαθὸς καὶ ῥαψῳδός ἐστιν.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὐκ αὖ μοι δοκεῖ τοῦτο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἐκεῖνο μὴν δοκεῖ σοι, ὅστις γε ἀγαθὸς <milestone unit="section" resp="Stephanus" n="541b"/> ῥαψῳδός, καὶ στρατηγὸς ἀγαθὸς εἶναι;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν σὺ τῶν Ἑλλήνων ἄριστος ῥαψῳδὸς εἶ;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> πολύ γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ στρατηγός, ὦ Ἴων, τῶν Ἑλλήνων ἄριστος εἶ;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> εὖ ἴσθι, ὦ Σώκρατες· καὶ ταῦτά γε ἐκ τῶν Ὁμήρου μαθών.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δή ποτʼ οὖν πρὸς τῶν θεῶν, ὦ Ἴων, ἀμφότερα ἄριστος ὢν τῶν Ἑλλήνων, καὶ στρατηγὸς καὶ ῥαψῳδός, ῥαψῳδεῖς μὲν περιιὼν τοῖς Ἕλλησι, στρατηγεῖς δʼ οὔ; ἢ <milestone unit="section" resp="Stephanus" n="541c"/> ῥαψῳδοῦ μὲν δοκεῖ σοι χρυσῷ στεφάνῳ ἐστεφανωμένου πολλὴ χρεία εἶναι τοῖς Ἕλλησι, στρατηγοῦ δὲ οὐδεμία;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἡ μὲν γὰρ ἡμετέρα, ὦ Σώκρατες, πόλις ἄρχεται ὑπὸ ὑμῶν καὶ στρατηγεῖται καὶ οὐδὲν δεῖται στρατηγοῦ, ἡ δὲ ὑμετέρα καὶ ἡ Λακεδαιμονίων οὐκ ἄν με ἕλοιτο στρατηγόν· αὐτοὶ γὰρ οἴεσθε ἱκανοὶ εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ βέλτιστε Ἴων, Ἀπολλόδωρον οὐ γιγνώσκεις τὸν Κυζικηνόν;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ποῖον τοῦτον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὃν Ἀθηναῖοι πολλάκις ἑαυτῶν στρατηγὸν ᾕρηνται <milestone unit="section" resp="Stephanus" n="541d"/> ξένον ὄντα· καὶ Φανοσθένη τὸν Ἄνδριον καὶ Ἡρακλείδην τὸν Κλαζομένιον, οὓς ἥδε ἡ πόλις ξένους ὄντας, ἐνδειξαμένους ὅτι ἄξιοι λόγου εἰσί, καὶ εἰς στρατηγίας καὶ εἰς τὰς ἄλλας ἀρχὰς ἄγει· Ἴωνα δʼ ἄρα τὸν Ἐφέσιον οὐχ αἱρήσεται στρατηγὸν καὶ τιμήσει, ἐὰν δοκῇ ἄξιος λόγου εἶναι; τί δέ; οὐκ Ἀθηναῖοι μέν ἐστε οἱ Ἐφέσιοι τὸ ἀρχαῖον, καὶ ἡ Ἔφεσος <milestone unit="section" resp="Stephanus" n="541e"/> οὐδεμιᾶς ἐλάττων πόλεως; ἀλλὰ γὰρ σύ, ὦ Ἴων, εἰ μὲν ἀληθῆ λέγεις ὡς τέχνῃ καὶ ἐπιστήμῃ οἷός τε εἶ Ὅμηρον ἐπαινεῖν, ἀδικεῖς, ὅστις ἐμοὶ ὑποσχόμενος ὡς πολλὰ καὶ καλὰ περὶ Ὁμήρου ἐπίστασαι καὶ φάσκων ἐπιδείξειν, ἐξαπατᾷς με καὶ πολλοῦ δεῖς ἐπιδεῖξαι, ὅς γε οὐδὲ ἅττα ἐστὶ ταῦτα περὶ ὧν δεινὸς εἶ ἐθέλεις εἰπεῖν, πάλαι ἐμοῦ λιπαροῦντος,</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="542"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ἀλλʼ ἀτεχνῶς ὥσπερ ὁ Πρωτεὺς παντοδαπὸς γίγνῃ στρεφόμενος ἄνω καὶ κάτω, ἕως τελευτῶν διαφυγών με στρατηγὸς ἀνεφάνης, <milestone n="542" unit="page"/><milestone unit="section" resp="Stephanus" n="542a"/> ἵνα μὴ ἐπιδείξῃς ὡς δεινὸς εἶ τὴν περὶ Ὁμήρου σοφίαν.
            
            εἰ μὲν οὖν τεχνικὸς ὤν, ὅπερ νυνδὴ ἔλεγον, περὶ Ὁμήρου ὑποσχόμενος ἐπιδείξειν ἐξαπατᾷς με, ἄδικος εἶ· εἰ δὲ μὴ τεχνικὸς εἶ, ἀλλὰ θείᾳ μοίρᾳ κατεχόμενος ἐξ Ὁμήρου μηδὲν εἰδὼς πολλὰ καὶ καλὰ λέγεις περὶ τοῦ ποιητοῦ, ὥσπερ ἐγὼ εἶπον περὶ σοῦ, οὐδὲν ἀδικεῖς. ἑλοῦ οὖν πότερα βούλει νομίζεσθαι ὑπὸ ἡμῶν ἄδικος ἀνὴρ εἶναι ἢ θεῖος.</said></p><p><said who="#Ἴων"><milestone unit="section" resp="Stephanus" n="542b"/><label>ΙΩΝ.</label> πολὺ διαφέρει, ὦ Σώκρατες· πολὺ γὰρ κάλλιον τὸ θεῖον νομίζεσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο τοίνυν τὸ κάλλιον ὑπάρχει σοι παρʼ ἡμῖν, ὦ Ἴων, θεῖον εἶναι καὶ μὴ τεχνικὸν περὶ Ὁμήρου ἐπαινέτην.</said></p></div></div></body></text></TEI>