<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="539"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="539" unit="page"/><milestone unit="section" resp="Stephanus" n="539a"/><label>ΣΩ.</label><quote type="verse"><l met="dactylic">δαιμόνιοι, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων</l><l>εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γυῖα,</l><l>οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί·</l><l>εἰδώλων τε πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλὴ</l><l>ἱεμένων ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ</l><milestone unit="section" resp="Stephanus" n="539b"/><l>οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς·</l></quote><bibl n="Hom. Od. 20.351">Hom. Od. 20.351-57</bibl>
                  
                 πολλαχοῦ δὲ καὶ ἐν Ἰλιάδι, οἷον καὶ ἐπὶ τειχομαχίᾳ· λέγει γὰρ καὶ ἐνταῦθα -- <cit><quote type="verse"><l met="dactylic">ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν,</l><l>αἰετὸς ὑψιπέτης, ἐπʼ ἀριστερὰ λαὸν ἐέργων,</l><milestone unit="section" resp="Stephanus" n="539c"/><l>φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον,</l><l>ζῷον, ἔτʼ ἀσπαίροντα· καὶ οὔπω λήθετο χάρμης.</l><l>κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν</l><l>ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε</l><l>ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ·</l><milestone unit="section" resp="Stephanus" n="539d"/><l>αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.</l></quote><bibl n="Hom. Il. 12.200">Hom. Il. 12.200-7</bibl></cit> 
                  ταῦτα φήσω καὶ τὰ τοιαῦτα τῷ μάντει προσήκειν καὶ σκοπεῖν καὶ κρίνειν.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἀληθῆ γε σὺ λέγων, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ σύ γε, ὦ Ἴων, ἀληθῆ ταῦτα λέγεις. ἴθι δὴ καὶ σὺ ἐμοί, ὥσπερ ἐγὼ σοὶ ἐξέλεξα καὶ ἐξ Ὀδυσσείας καὶ ἐξ Ἰλιάδος ὁποῖα τοῦ μάντεώς ἐστι καὶ ὁποῖα τοῦ ἰατροῦ καὶ <milestone unit="section" resp="Stephanus" n="539e"/> ὁποῖα τοῦ ἁλιέως, οὕτω καὶ σὺ ἐμοὶ ἔκλεξον, ἐπειδὴ καὶ ἐμπειρότερος εἶ ἐμοῦ τῶν Ὁμήρου, ὁποῖα τοῦ ῥαψῳδοῦ ἐστιν, ὦ Ἴων, καὶ τῆς τέχνης τῆς ῥαψῳδικῆς, ἃ τῷ ῥαψῳδῷ προσήκει καὶ σκοπεῖσθαι καὶ διακρίνειν παρὰ τοὺς ἄλλους ἀνθρώπους.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἐγὼ μέν φημι, ὦ Σώκρατες, ἅπαντα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ σύ γε φῄς, ὦ Ἴων, ἅπαντα· ἢ οὕτως ἐπιλήσμων εἶ; καίτοι οὐκ ἂν πρέποι γε ἐπιλήσμονα εἶναι ῥαψῳδὸν ἄνδρα.</said></p></div></div></body></text></TEI>