<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="538"><p><said who="#Σωκράτης"><milestone n="538" unit="page"/><milestone unit="section" resp="Stephanus" n="538a"/><label>ΣΩ.</label> ὃ τοίνυν ἄρτι ἔμελλον ἐρήσεσθαί σε, νυνὶ εἰπέ, εἰ κατὰ πασῶν τῶν τεχνῶν οὕτω σοι δοκεῖ, τῇ μὲν αὐτῇ τέχνῃ τὰ αὐτὰ ἀναγκαῖον εἶναι γιγνώσκειν, τῇ δʼ ἑτέρᾳ μὴ τὰ αὐτά, ἀλλʼ εἴπερ ἄλλη ἐστίν, ἀναγκαῖον καὶ ἕτερα γιγνώσκειν.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὕτω μοι δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὅστις ἂν μὴ ἔχῃ τινὰ τέχνην, ταύτης τῆς τέχνης τὰ λεγόμενα ἢ πραττόμενα καλῶς γιγνώσκειν οὐχ οἷός τʼ ἔσται;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label><milestone unit="section" resp="Stephanus" n="538b"/> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν περὶ τῶν ἐπῶν ὧν εἶπες, εἴτε καλῶς λέγει Ὅμηρος εἴτε μή, σὺ κάλλιον γνώσῃ ἢ ἡνίοχος;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> Ἡνίοχος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ῥαψῳδὸς γάρ που εἶ ἀλλʼ οὐχ ἡνίοχος.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ δὲ ῥαψῳδικὴ τέχνη ἑτέρα ἐστὶ τῆς ἡνιοχικῆς;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ ἄρα ἑτέρα, περὶ ἑτέρων καὶ ἐπιστήμη πραγμάτων ἐστίν.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δὴ ὅταν Ὅμηρος λέγῃ ὡς τετρωμένῳ τῷ Μαχάονι Ἑκαμήδη ἡ Νέστορος παλλακὴ κυκεῶνα πίνειν <milestone unit="section" resp="Stephanus" n="538c"/> δίδωσι; καὶ λέγει πως οὕτως—
                  <quote type="verse"><l met="dactylic">οἴνῳ πραμνείῳ, φησίν, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν</l><l>κνήστι χαλκείῃ· παρὰ δὲ κρόμυον ποτῷ ὄψον·</l></quote>
                   <bibl n="Hom. Il. 11.639">Hom. Il. 11.639-40</bibl> ταῦτα εἴτε ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερον ἰατρικῆς ἐστι διαγνῶναι καλῶς ἢ ῥαψῳδικῆς;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> Ἰατρικῆς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ, ὅταν λέγῃ Ὅμηρος—<milestone unit="section" resp="Stephanus" n="538d"/>
             
                  <quote type="verse"><l met="dactylic">ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ἵκανεν,</l><l>ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμμεμαυῖα</l><l>ἔρχεται ὠμηστῇσι μετʼ ἰχθύσι πῆμα φέρουσα·</l></quote>
                  <bibl n="Hom. Il. 24.80">Hom. Il. 24.80-82</bibl> ταῦτα πότερον φῶμεν ἁλιευτικῆς εἶναι τέχνης μᾶλλον κρῖναι ἢ ῥαψῳδικῆς, ἅττα λέγει καὶ εἴτε καλῶς εἴτε μή;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> δῆλον δή, ὦ Σώκρατες, ὅτι ἁλιευτικῆς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκέψαι δή, σοῦ ἐρομένου, εἰ ἔροιό με· <q>ἐπειδὴ <milestone unit="section" resp="Stephanus" n="538e"/> τοίνυν, ὦ Σώκρατες, τούτων τῶν τεχνῶν ἐν Ὁμήρῳ εὑρίσκεις ἃ προσήκει ἑκάστῃ διακρίνειν, ἴθι μοι ἔξευρε καὶ τὰ τοῦ μάντεώς τε καὶ μαντικῆς, ποῖά ἐστιν ἃ προσήκει αὐτῷ οἵῳ τʼ εἶναι διαγιγνώσκειν, εἴτε εὖ εἴτε κακῶς πεποίηται</q> — σκέψαι ὡς ῥᾳδίως τε καὶ ἀληθῆ ἐγώ σοι ἀποκρινοῦμαι. πολλαχοῦ μὲν γὰρ καὶ ἐν Ὀδυσσείᾳ λέγει, οἷον καὶ ἃ ὁ τῶν Μελαμποδιδῶν λέγει μάντις πρὸς τοὺς μνηστῆρας, Θεοκλύμενος—</said></p></div></div></body></text></TEI>