<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="537"><p><said who="#Σωκράτης"><milestone n="537" unit="page"/><milestone unit="section" resp="Stephanus" n="537a"/><label>ΣΩ.</label> οὐ καὶ περὶ τεχνῶν μέντοι λέγει πολλαχοῦ Ὅμηρος καὶ πολλά; οἷον καὶ περὶ ἡνιοχείας—ἐὰν μνησθῶ τὰ ἔπη, ἐγώ σοι φράσω.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἀλλʼ ἐγὼ ἐρῶ· ἐγὼ γὰρ μέμνημαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰπὲ δή μοι ἃ λέγει Νέστωρ Ἀντιλόχῳ τῷ ὑεῖ, παραινῶν εὐλαβηθῆναι περὶ τὴν καμπὴν ἐν τῇ ἱπποδρομίᾳ τῇ ἐπὶ Πατρόκλῳ.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label><cit><quote type="verse"><l met="dactylic"/><l>κλινθῆναι δέ, φησί, καὶ αὐτὸς ἐυξέστῳ ἐνὶ δίφρῳ</l><milestone unit="section" resp="Stephanus" n="537b"/><l>ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον</l><l>κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.</l><l>ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,</l><l>ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι</l><l>κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν.</l></quote><bibl n="Hom. Il. 23.335">Hom. Il. 23.335 ff.</bibl></cit></said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀρκεῖ. ταῦτα δή, ὦ Ἴων, τὰ ἔπη εἴτε <milestone unit="section" resp="Stephanus" n="537c"/> ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερος ἂν γνοίη ἄμεινον, ἰατρὸς ἢ ἡνίοχος;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> Ἡνίοχος δήπου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον ὅτι τέχνην ταύτην ἔχει ἢ κατʼ ἄλλο τι;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὔκ, ἀλλʼ ὅτι τέχνην.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἑκάστῃ τῶν τεχνῶν ἀποδέδοταί τι ὑπὸ τοῦ θεοῦ ἔργον οἵᾳ τε εἶναι γιγνώσκειν; οὐ γάρ που ἃ κυβερνητικῇ γιγνώσκομεν, γνωσόμεθα καὶ ἰατρικῇ.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέ γε ἃ ἰατρικῇ, ταῦτα καὶ τεκτονικῇ.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label><milestone unit="section" resp="Stephanus" n="537d"/> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὕτω καὶ κατὰ πασῶν τῶν τεχνῶν, ἃ τῇ ἑτέρᾳ τέχνῃ γιγνώσκομεν, οὐ γνωσόμεθα τῇ ἑτέρᾳ; τόδε δέ μοι πρότερον τούτου ἀπόκριναι· τὴν μὲν ἑτέραν φῂς εἶναί τινα τέχνην, τὴν δʼ ἑτέραν;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα ὥσπερ ἐγὼ τεκμαιρόμενος, ὅταν ἡ μὲν ἑτέρων πραγμάτων ᾖ ἐπιστήμη, ἡ δʼ ἑτέρων, οὕτω καλῶ τὴν μὲν ἄλλην, τὴν δὲ ἄλλην <milestone unit="section" resp="Stephanus" n="537e"/> τέχνην, οὕτω καὶ σύ;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ γάρ που τῶν αὐτῶν πραγμάτων ἐπιστήμη εἴη τις, τί ἂν τὴν μὲν ἑτέραν φαῖμεν εἶναι, τὴν δʼ ἑτέραν, ὁπότε γε ταὐτὰ εἴη εἰδέναι ἀπʼ ἀμφοτέρων; ὥσπερ ἐγώ τε γιγνώσκω ὅτι πέντε εἰσὶν οὗτοι οἱ δάκτυλοι, καὶ σύ, ὥσπερ ἐγώ, περὶ τούτων ταὐτὰ γιγνώσκεις· καὶ εἴ σε ἐγὼ ἐροίμην εἰ τῇ αὐτῇ τέχνῃ γιγνώσκομεν τῇ ἀριθμητικῇ τὰ αὐτὰ ἐγώ τε καὶ σὺ ἢ ἄλλῃ, φαίης ἂν δήπου τῇ αὐτῇ.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p></div></div></body></text></TEI>