<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="537"><p><said who="#Σωκράτης"><milestone n="537" unit="page"/><milestone unit="section" resp="Stephanus" n="537a"/><label>ΣΩ.</label> οὐ καὶ περὶ τεχνῶν μέντοι λέγει πολλαχοῦ Ὅμηρος καὶ πολλά; οἷον καὶ περὶ ἡνιοχείας—ἐὰν μνησθῶ τὰ ἔπη, ἐγώ σοι φράσω.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἀλλʼ ἐγὼ ἐρῶ· ἐγὼ γὰρ μέμνημαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰπὲ δή μοι ἃ λέγει Νέστωρ Ἀντιλόχῳ τῷ ὑεῖ, παραινῶν εὐλαβηθῆναι περὶ τὴν καμπὴν ἐν τῇ ἱπποδρομίᾳ τῇ ἐπὶ Πατρόκλῳ.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label><cit><quote type="verse"><l met="dactylic"/><l>κλινθῆναι δέ, φησί, καὶ αὐτὸς ἐυξέστῳ ἐνὶ δίφρῳ</l><milestone unit="section" resp="Stephanus" n="537b"/><l>ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον</l><l>κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.</l><l>ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,</l><l>ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι</l><l>κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν.</l></quote><bibl n="Hom. Il. 23.335">Hom. Il. 23.335 ff.</bibl></cit></said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀρκεῖ. ταῦτα δή, ὦ Ἴων, τὰ ἔπη εἴτε <milestone unit="section" resp="Stephanus" n="537c"/> ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερος ἂν γνοίη ἄμεινον, ἰατρὸς ἢ ἡνίοχος;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> Ἡνίοχος δήπου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον ὅτι τέχνην ταύτην ἔχει ἢ κατʼ ἄλλο τι;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὔκ, ἀλλʼ ὅτι τέχνην.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἑκάστῃ τῶν τεχνῶν ἀποδέδοταί τι ὑπὸ τοῦ θεοῦ ἔργον οἵᾳ τε εἶναι γιγνώσκειν; οὐ γάρ που ἃ κυβερνητικῇ γιγνώσκομεν, γνωσόμεθα καὶ ἰατρικῇ.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέ γε ἃ ἰατρικῇ, ταῦτα καὶ τεκτονικῇ.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label><milestone unit="section" resp="Stephanus" n="537d"/> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὕτω καὶ κατὰ πασῶν τῶν τεχνῶν, ἃ τῇ ἑτέρᾳ τέχνῃ γιγνώσκομεν, οὐ γνωσόμεθα τῇ ἑτέρᾳ; τόδε δέ μοι πρότερον τούτου ἀπόκριναι· τὴν μὲν ἑτέραν φῂς εἶναί τινα τέχνην, τὴν δʼ ἑτέραν;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα ὥσπερ ἐγὼ τεκμαιρόμενος, ὅταν ἡ μὲν ἑτέρων πραγμάτων ᾖ ἐπιστήμη, ἡ δʼ ἑτέρων, οὕτω καλῶ τὴν μὲν ἄλλην, τὴν δὲ ἄλλην <milestone unit="section" resp="Stephanus" n="537e"/> τέχνην, οὕτω καὶ σύ;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ γάρ που τῶν αὐτῶν πραγμάτων ἐπιστήμη εἴη τις, τί ἂν τὴν μὲν ἑτέραν φαῖμεν εἶναι, τὴν δʼ ἑτέραν, ὁπότε γε ταὐτὰ εἴη εἰδέναι ἀπʼ ἀμφοτέρων; ὥσπερ ἐγώ τε γιγνώσκω ὅτι πέντε εἰσὶν οὗτοι οἱ δάκτυλοι, καὶ σύ, ὥσπερ ἐγώ, περὶ τούτων ταὐτὰ γιγνώσκεις· καὶ εἴ σε ἐγὼ ἐροίμην εἰ τῇ αὐτῇ τέχνῃ γιγνώσκομεν τῇ ἀριθμητικῇ τὰ αὐτὰ ἐγώ τε καὶ σὺ ἢ ἄλλῃ, φαίης ἂν δήπου τῇ αὐτῇ.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="538"><p><said who="#Σωκράτης"><milestone n="538" unit="page"/><milestone unit="section" resp="Stephanus" n="538a"/><label>ΣΩ.</label> ὃ τοίνυν ἄρτι ἔμελλον ἐρήσεσθαί σε, νυνὶ εἰπέ, εἰ κατὰ πασῶν τῶν τεχνῶν οὕτω σοι δοκεῖ, τῇ μὲν αὐτῇ τέχνῃ τὰ αὐτὰ ἀναγκαῖον εἶναι γιγνώσκειν, τῇ δʼ ἑτέρᾳ μὴ τὰ αὐτά, ἀλλʼ εἴπερ ἄλλη ἐστίν, ἀναγκαῖον καὶ ἕτερα γιγνώσκειν.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὕτω μοι δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὅστις ἂν μὴ ἔχῃ τινὰ τέχνην, ταύτης τῆς τέχνης τὰ λεγόμενα ἢ πραττόμενα καλῶς γιγνώσκειν οὐχ οἷός τʼ ἔσται;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label><milestone unit="section" resp="Stephanus" n="538b"/> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν περὶ τῶν ἐπῶν ὧν εἶπες, εἴτε καλῶς λέγει Ὅμηρος εἴτε μή, σὺ κάλλιον γνώσῃ ἢ ἡνίοχος;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> Ἡνίοχος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ῥαψῳδὸς γάρ που εἶ ἀλλʼ οὐχ ἡνίοχος.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ δὲ ῥαψῳδικὴ τέχνη ἑτέρα ἐστὶ τῆς ἡνιοχικῆς;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ ἄρα ἑτέρα, περὶ ἑτέρων καὶ ἐπιστήμη πραγμάτων ἐστίν.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δὴ ὅταν Ὅμηρος λέγῃ ὡς τετρωμένῳ τῷ Μαχάονι Ἑκαμήδη ἡ Νέστορος παλλακὴ κυκεῶνα πίνειν <milestone unit="section" resp="Stephanus" n="538c"/> δίδωσι; καὶ λέγει πως οὕτως—
                  <quote type="verse"><l met="dactylic">οἴνῳ πραμνείῳ, φησίν, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν</l><l>κνήστι χαλκείῃ· παρὰ δὲ κρόμυον ποτῷ ὄψον·</l></quote>
                   <bibl n="Hom. Il. 11.639">Hom. Il. 11.639-40</bibl> ταῦτα εἴτε ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερον ἰατρικῆς ἐστι διαγνῶναι καλῶς ἢ ῥαψῳδικῆς;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> Ἰατρικῆς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ, ὅταν λέγῃ Ὅμηρος—<milestone unit="section" resp="Stephanus" n="538d"/>
             
                  <quote type="verse"><l met="dactylic">ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ἵκανεν,</l><l>ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμμεμαυῖα</l><l>ἔρχεται ὠμηστῇσι μετʼ ἰχθύσι πῆμα φέρουσα·</l></quote>
                  <bibl n="Hom. Il. 24.80">Hom. Il. 24.80-82</bibl> ταῦτα πότερον φῶμεν ἁλιευτικῆς εἶναι τέχνης μᾶλλον κρῖναι ἢ ῥαψῳδικῆς, ἅττα λέγει καὶ εἴτε καλῶς εἴτε μή;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> δῆλον δή, ὦ Σώκρατες, ὅτι ἁλιευτικῆς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκέψαι δή, σοῦ ἐρομένου, εἰ ἔροιό με· <q>ἐπειδὴ <milestone unit="section" resp="Stephanus" n="538e"/> τοίνυν, ὦ Σώκρατες, τούτων τῶν τεχνῶν ἐν Ὁμήρῳ εὑρίσκεις ἃ προσήκει ἑκάστῃ διακρίνειν, ἴθι μοι ἔξευρε καὶ τὰ τοῦ μάντεώς τε καὶ μαντικῆς, ποῖά ἐστιν ἃ προσήκει αὐτῷ οἵῳ τʼ εἶναι διαγιγνώσκειν, εἴτε εὖ εἴτε κακῶς πεποίηται</q> — σκέψαι ὡς ῥᾳδίως τε καὶ ἀληθῆ ἐγώ σοι ἀποκρινοῦμαι. πολλαχοῦ μὲν γὰρ καὶ ἐν Ὀδυσσείᾳ λέγει, οἷον καὶ ἃ ὁ τῶν Μελαμποδιδῶν λέγει μάντις πρὸς τοὺς μνηστῆρας, Θεοκλύμενος—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="539"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="539" unit="page"/><milestone unit="section" resp="Stephanus" n="539a"/><label>ΣΩ.</label><quote type="verse"><l met="dactylic">δαιμόνιοι, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων</l><l>εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γυῖα,</l><l>οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί·</l><l>εἰδώλων τε πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλὴ</l><l>ἱεμένων ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ</l><milestone unit="section" resp="Stephanus" n="539b"/><l>οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς·</l></quote><bibl n="Hom. Od. 20.351">Hom. Od. 20.351-57</bibl>
                  
                 πολλαχοῦ δὲ καὶ ἐν Ἰλιάδι, οἷον καὶ ἐπὶ τειχομαχίᾳ· λέγει γὰρ καὶ ἐνταῦθα -- <cit><quote type="verse"><l met="dactylic">ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν,</l><l>αἰετὸς ὑψιπέτης, ἐπʼ ἀριστερὰ λαὸν ἐέργων,</l><milestone unit="section" resp="Stephanus" n="539c"/><l>φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον,</l><l>ζῷον, ἔτʼ ἀσπαίροντα· καὶ οὔπω λήθετο χάρμης.</l><l>κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν</l><l>ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε</l><l>ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ·</l><milestone unit="section" resp="Stephanus" n="539d"/><l>αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.</l></quote><bibl n="Hom. Il. 12.200">Hom. Il. 12.200-7</bibl></cit> 
                  ταῦτα φήσω καὶ τὰ τοιαῦτα τῷ μάντει προσήκειν καὶ σκοπεῖν καὶ κρίνειν.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἀληθῆ γε σὺ λέγων, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ σύ γε, ὦ Ἴων, ἀληθῆ ταῦτα λέγεις. ἴθι δὴ καὶ σὺ ἐμοί, ὥσπερ ἐγὼ σοὶ ἐξέλεξα καὶ ἐξ Ὀδυσσείας καὶ ἐξ Ἰλιάδος ὁποῖα τοῦ μάντεώς ἐστι καὶ ὁποῖα τοῦ ἰατροῦ καὶ <milestone unit="section" resp="Stephanus" n="539e"/> ὁποῖα τοῦ ἁλιέως, οὕτω καὶ σὺ ἐμοὶ ἔκλεξον, ἐπειδὴ καὶ ἐμπειρότερος εἶ ἐμοῦ τῶν Ὁμήρου, ὁποῖα τοῦ ῥαψῳδοῦ ἐστιν, ὦ Ἴων, καὶ τῆς τέχνης τῆς ῥαψῳδικῆς, ἃ τῷ ῥαψῳδῷ προσήκει καὶ σκοπεῖσθαι καὶ διακρίνειν παρὰ τοὺς ἄλλους ἀνθρώπους.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἐγὼ μέν φημι, ὦ Σώκρατες, ἅπαντα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ σύ γε φῄς, ὦ Ἴων, ἅπαντα· ἢ οὕτως ἐπιλήσμων εἶ; καίτοι οὐκ ἂν πρέποι γε ἐπιλήσμονα εἶναι ῥαψῳδὸν ἄνδρα.</said></p></div></div></body></text></TEI>