<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="535"><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναὶ μὰ τὸν Δία, ἔμοιγε· ἅπτει γάρ πώς μου τοῖς λόγοις τῆς ψυχῆς, ὦ Σώκρατες, καί μοι δοκοῦσι θείᾳ μοίρᾳ ἡμῖν παρὰ τῶν θεῶν ταῦτα οἱ ἀγαθοὶ ποιηταὶ ἑρμηνεύειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὑμεῖς αὖ οἱ ῥαψῳδοὶ τὰ τῶν ποιητῶν ἑρμηνεύετε;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> καὶ τοῦτο ἀληθὲς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἑρμηνέων ἑρμηνῆς γίγνεσθε;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> παντάπασί γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="535b"/><label>ΣΩ.</label> ἔχε δή μοι τόδε εἰπέ, ὦ Ἴων, καὶ μὴ ἀποκρύψῃ ὅτι ἄν σε ἔρωμαι· ὅταν εὖ εἴπῃς ἔπη καὶ ἐκπλήξῃς μάλιστα τοὺς θεωμένους, ἢ τὸν Ὀδυσσέα ὅταν ἐπὶ τὸν οὐδὸν ἐφαλλόμενον ᾁδῃς, ἐκφανῆ γιγνόμενον τοῖς μνηστῆρσι καὶ ἐκχέοντα τοὺς ὀιστοὺς πρὸ τῶν ποδῶν, ἢ Ἀχιλλέα ἐπὶ τὸν Ἕκτορα ὁρμῶντα, ἢ καὶ τῶν περὶ Ἀνδρομάχην ἐλεινῶν τι ἢ περὶ Ἑκάβην ἢ περὶ Πρίαμον, τότε πότερον ἔμφρων εἶ ἢ ἔξω <milestone unit="section" resp="Stephanus" n="535c"/> σαυτοῦ γίγνῃ καὶ παρὰ τοῖς πράγμασιν οἴεταί σου εἶναι ἡ ψυχὴ οἷς λέγεις ἐνθουσιάζουσα, ἢ ἐν Ἰθάκῃ οὖσιν ἢ ἐν Τροίᾳ ἢ ὅπως ἂν καὶ τὰ ἔπη ἔχῃ;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ὡς ἐναργές μοι τοῦτο, ὦ Σώκρατες, τὸ τεκμήριον εἶπες· οὐ γάρ σε ἀποκρυψάμενος ἐρῶ. ἐγὼ γὰρ ὅταν ἐλεινόν τι λέγω, δακρύων ἐμπίμπλανταί μου οἱ ὀφθαλμοί· ὅταν τε φοβερὸν ἢ δεινόν, ὀρθαὶ αἱ τρίχες ἵστανται ὑπὸ φόβου καὶ ἡ καρδία πηδᾷ.
</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="535d"/><label>ΣΩ.</label> τί οὖν; φῶμεν, ὦ Ἴων, ἔμφρονα εἶναι τότε τοῦτον τὸν ἄνθρωπον, ὃς ἂν κεκοσμημένος ἐσθῆτι ποικίλῃ καὶ χρυσοῖσι στεφάνοις κλάῃ τʼ ἐν θυσίαις καὶ ἑορταῖς, μηδὲν ἀπολωλεκὼς τούτων, ἢ φοβῆται πλέον ἢ ἐν δισμυρίοις ἀνθρώποις ἑστηκὼς φιλίοις, μηδενὸς ἀποδύοντος μηδὲ ἀδικοῦντος;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὐ μὰ τὸν Δία, οὐ πάνυ, ὦ Σώκρατες, ὥς γε τἀληθὲς εἰρῆσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθα οὖν ὅτι καὶ τῶν θεατῶν τοὺς πολλοὺς ταὐτὰ ταῦτα ὑμεῖς ἐργάζεσθε;
</said></p><p><said who="#Ἴων"><milestone unit="section" resp="Stephanus" n="535e"/><label>ΙΩΝ.</label> καὶ μάλα καλῶς οἶδα· καθορῶ γὰρ ἑκάστοτε αὐτοὺς ἄνωθεν ἀπὸ τοῦ βήματος κλάοντάς τε καὶ δεινὸν ἐμβλέποντας καὶ συνθαμβοῦντας τοῖς λεγομένοις. δεῖ γάρ με καὶ σφόδρʼ αὐτοῖς τὸν νοῦν προσέχειν· ὡς ἐὰν μὲν κλάοντας αὐτοὺς καθίσω, αὐτὸς γελάσομαι ἀργύριον λαμβάνων, ἐὰν δὲ γελῶντας, αὐτὸς κλαύσομαι ἀργύριον ἀπολλύς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="536"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθα οὖν ὅτι οὗτός ἐστιν ὁ θεατὴς τῶν δακτυλίων ὁ ἔσχατος, ὧν ἐγὼ ἔλεγον ὑπὸ τῆς Ἡρακλειώτιδος λίθου ἀπʼ ἀλλήλων τὴν δύναμιν λαμβάνειν; ὁ δὲ μέσος σὺ ὁ <milestone n="536" unit="page"/><milestone unit="section" resp="Stephanus" n="536a"/> ῥαψῳδὸς καὶ ὑποκριτής, ὁ δὲ πρῶτος αὐτὸς ὁ ποιητής· ὁ δὲ θεὸς διὰ πάντων τούτων ἕλκει τὴν ψυχὴν ὅποι ἂν βούληται τῶν ἀνθρώπων, ἀνακρεμαννὺς ἐξ ἀλλήλων τὴν δύναμιν. καὶ ὥσπερ ἐκ τῆς λίθου ἐκείνης ὁρμαθὸς πάμπολυς ἐξήρτηται χορευτῶν τε καὶ διδασκάλων καὶ ὑποδιδασκάλων, ἐκ πλαγίου ἐξηρτημένων τῶν τῆς Μούσης ἐκκρεμαμένων δακτυλίων. καὶ ὁ μὲν τῶν ποιητῶν ἐξ ἄλλης Μούσης, ὁ δὲ ἐξ ἄλλης ἐξήρτηται—ὀνομάζομεν δὲ αὐτὸ κατέχεται, τὸ δέ <milestone unit="section" resp="Stephanus" n="536b"/> ἐστι παραπλήσιον· ἔχεται γάρ—ἐκ δὲ τούτων τῶν πρώτων δακτυλίων, τῶν ποιητῶν, ἄλλοι ἐξ ἄλλου αὖ ἠρτημένοι εἰσὶ καὶ ἐνθουσιάζουσιν, οἱ μὲν ἐξ Ὀρφέως, οἱ δὲ ἐκ Μουσαίου· οἱ δὲ πολλοὶ ἐξ Ὁμήρου κατέχονταί τε καὶ ἔχονται. ὧν σύ, ὦ Ἴων, εἷς εἶ καὶ κατέχῃ ἐξ Ὁμήρου, καὶ ἐπειδὰν μέν τις ἄλλου του ποιητοῦ ᾁδῃ, καθεύδεις τε καὶ ἀπορεῖς ὅτι λέγῃς, ἐπειδὰν δὲ τούτου τοῦ ποιητοῦ φθέγξηταί τις μέλος, εὐθὺς ἐγρήγορας καὶ ὀρχεῖταί σου ἡ ψυχὴ καὶ εὐπορεῖς ὅτι <milestone unit="section" resp="Stephanus" n="536c"/> λέγῃς· οὐ γὰρ τέχνῃ οὐδʼ ἐπιστήμῃ περὶ Ὁμήρου λέγεις ἃ λέγεις, ἀλλὰ θείᾳ μοίρᾳ καὶ κατοκωχῇ, ὥσπερ οἱ κορυβαντιῶντες ἐκείνου μόνου αἰσθάνονται τοῦ μέλους ὀξέως ὃ ἂν ᾖ τοῦ θεοῦ ἐξ ὅτου ἂν κατέχωνται, καὶ εἰς ἐκεῖνο τὸ μέλος καὶ σχημάτων καὶ ῥημάτων εὐποροῦσι, τῶν δὲ ἄλλων οὐ φροντίζουσιν· οὕτω καὶ σύ, ὦ Ἴων, περὶ μὲν Ὁμήρου ὅταν τις μνησθῇ, εὐπορεῖς, περὶ δὲ τῶν ἄλλων ἀπορεῖς· <milestone unit="section" resp="Stephanus" n="536d"/> τούτου δʼ ἐστὶ τὸ αἴτιον, ὅ μʼ ἐρωτᾷς, διʼ ὅτι σὺ περὶ μὲν Ὁμήρου εὐπορεῖς, περὶ δὲ τῶν ἄλλων οὔ, ὅτι οὐ τέχνῃ ἀλλὰ θείᾳ μοίρᾳ Ὁμήρου δεινὸς εἶ ἐπαινέτης.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> σὺ μὲν εὖ λέγεις, ὦ Σώκρατες· θαυμάζοιμι μεντἂν εἰ οὕτως εὖ εἴποις, ὥστε με ἀναπεῖσαι ὡς ἐγὼ κατεχόμενος καὶ μαινόμενος Ὅμηρον ἐπαινῶ. οἶμαι δὲ οὐδʼ ἂν σοὶ δόξαιμι, εἴ μου ἀκούσαις λέγοντος περὶ Ὁμήρου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἐθέλω γε ἀκοῦσαι, οὐ μέντοι πρότερον <milestone unit="section" resp="Stephanus" n="536e"/> πρὶν ἄν μοι ἀποκρίνῃ τόδε· ὧν Ὅμηρος λέγει περὶ τίνος εὖ λέγεις; οὐ γὰρ δήπου περὶ ἁπάντων γε.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> εὖ ἴσθι, ὦ Σώκρατες, περὶ οὐδενὸς ὅτου οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ δήπου καὶ περὶ τούτων ὧν σὺ μὲν τυγχάνεις οὐκ εἰδώς, Ὅμηρος δὲ λέγει.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> καὶ ταῦτα ποῖά ἐστιν ἃ Ὅμηρος μὲν λέγει, ἐγὼ δὲ οὐκ οἶδα;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="537"><p><said who="#Σωκράτης"><milestone n="537" unit="page"/><milestone unit="section" resp="Stephanus" n="537a"/><label>ΣΩ.</label> οὐ καὶ περὶ τεχνῶν μέντοι λέγει πολλαχοῦ Ὅμηρος καὶ πολλά; οἷον καὶ περὶ ἡνιοχείας—ἐὰν μνησθῶ τὰ ἔπη, ἐγώ σοι φράσω.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἀλλʼ ἐγὼ ἐρῶ· ἐγὼ γὰρ μέμνημαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰπὲ δή μοι ἃ λέγει Νέστωρ Ἀντιλόχῳ τῷ ὑεῖ, παραινῶν εὐλαβηθῆναι περὶ τὴν καμπὴν ἐν τῇ ἱπποδρομίᾳ τῇ ἐπὶ Πατρόκλῳ.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label><cit><quote type="verse"><l met="dactylic"/><l>κλινθῆναι δέ, φησί, καὶ αὐτὸς ἐυξέστῳ ἐνὶ δίφρῳ</l><milestone unit="section" resp="Stephanus" n="537b"/><l>ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον</l><l>κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.</l><l>ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,</l><l>ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι</l><l>κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν.</l></quote><bibl n="Hom. Il. 23.335">Hom. Il. 23.335 ff.</bibl></cit></said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀρκεῖ. ταῦτα δή, ὦ Ἴων, τὰ ἔπη εἴτε <milestone unit="section" resp="Stephanus" n="537c"/> ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερος ἂν γνοίη ἄμεινον, ἰατρὸς ἢ ἡνίοχος;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> Ἡνίοχος δήπου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον ὅτι τέχνην ταύτην ἔχει ἢ κατʼ ἄλλο τι;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὔκ, ἀλλʼ ὅτι τέχνην.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἑκάστῃ τῶν τεχνῶν ἀποδέδοταί τι ὑπὸ τοῦ θεοῦ ἔργον οἵᾳ τε εἶναι γιγνώσκειν; οὐ γάρ που ἃ κυβερνητικῇ γιγνώσκομεν, γνωσόμεθα καὶ ἰατρικῇ.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέ γε ἃ ἰατρικῇ, ταῦτα καὶ τεκτονικῇ.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label><milestone unit="section" resp="Stephanus" n="537d"/> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὕτω καὶ κατὰ πασῶν τῶν τεχνῶν, ἃ τῇ ἑτέρᾳ τέχνῃ γιγνώσκομεν, οὐ γνωσόμεθα τῇ ἑτέρᾳ; τόδε δέ μοι πρότερον τούτου ἀπόκριναι· τὴν μὲν ἑτέραν φῂς εἶναί τινα τέχνην, τὴν δʼ ἑτέραν;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα ὥσπερ ἐγὼ τεκμαιρόμενος, ὅταν ἡ μὲν ἑτέρων πραγμάτων ᾖ ἐπιστήμη, ἡ δʼ ἑτέρων, οὕτω καλῶ τὴν μὲν ἄλλην, τὴν δὲ ἄλλην <milestone unit="section" resp="Stephanus" n="537e"/> τέχνην, οὕτω καὶ σύ;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ γάρ που τῶν αὐτῶν πραγμάτων ἐπιστήμη εἴη τις, τί ἂν τὴν μὲν ἑτέραν φαῖμεν εἶναι, τὴν δʼ ἑτέραν, ὁπότε γε ταὐτὰ εἴη εἰδέναι ἀπʼ ἀμφοτέρων; ὥσπερ ἐγώ τε γιγνώσκω ὅτι πέντε εἰσὶν οὗτοι οἱ δάκτυλοι, καὶ σύ, ὥσπερ ἐγώ, περὶ τούτων ταὐτὰ γιγνώσκεις· καὶ εἴ σε ἐγὼ ἐροίμην εἰ τῇ αὐτῇ τέχνῃ γιγνώσκομεν τῇ ἀριθμητικῇ τὰ αὐτὰ ἐγώ τε καὶ σὺ ἢ ἄλλῃ, φαίης ἂν δήπου τῇ αὐτῇ.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="538"><p><said who="#Σωκράτης"><milestone n="538" unit="page"/><milestone unit="section" resp="Stephanus" n="538a"/><label>ΣΩ.</label> ὃ τοίνυν ἄρτι ἔμελλον ἐρήσεσθαί σε, νυνὶ εἰπέ, εἰ κατὰ πασῶν τῶν τεχνῶν οὕτω σοι δοκεῖ, τῇ μὲν αὐτῇ τέχνῃ τὰ αὐτὰ ἀναγκαῖον εἶναι γιγνώσκειν, τῇ δʼ ἑτέρᾳ μὴ τὰ αὐτά, ἀλλʼ εἴπερ ἄλλη ἐστίν, ἀναγκαῖον καὶ ἕτερα γιγνώσκειν.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὕτω μοι δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὅστις ἂν μὴ ἔχῃ τινὰ τέχνην, ταύτης τῆς τέχνης τὰ λεγόμενα ἢ πραττόμενα καλῶς γιγνώσκειν οὐχ οἷός τʼ ἔσται;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label><milestone unit="section" resp="Stephanus" n="538b"/> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν περὶ τῶν ἐπῶν ὧν εἶπες, εἴτε καλῶς λέγει Ὅμηρος εἴτε μή, σὺ κάλλιον γνώσῃ ἢ ἡνίοχος;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> Ἡνίοχος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ῥαψῳδὸς γάρ που εἶ ἀλλʼ οὐχ ἡνίοχος.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ δὲ ῥαψῳδικὴ τέχνη ἑτέρα ἐστὶ τῆς ἡνιοχικῆς;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ ἄρα ἑτέρα, περὶ ἑτέρων καὶ ἐπιστήμη πραγμάτων ἐστίν.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δὴ ὅταν Ὅμηρος λέγῃ ὡς τετρωμένῳ τῷ Μαχάονι Ἑκαμήδη ἡ Νέστορος παλλακὴ κυκεῶνα πίνειν <milestone unit="section" resp="Stephanus" n="538c"/> δίδωσι; καὶ λέγει πως οὕτως—
                  <quote type="verse"><l met="dactylic">οἴνῳ πραμνείῳ, φησίν, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν</l><l>κνήστι χαλκείῃ· παρὰ δὲ κρόμυον ποτῷ ὄψον·</l></quote>
                   <bibl n="Hom. Il. 11.639">Hom. Il. 11.639-40</bibl> ταῦτα εἴτε ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερον ἰατρικῆς ἐστι διαγνῶναι καλῶς ἢ ῥαψῳδικῆς;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> Ἰατρικῆς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ, ὅταν λέγῃ Ὅμηρος—<milestone unit="section" resp="Stephanus" n="538d"/>
             
                  <quote type="verse"><l met="dactylic">ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ἵκανεν,</l><l>ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμμεμαυῖα</l><l>ἔρχεται ὠμηστῇσι μετʼ ἰχθύσι πῆμα φέρουσα·</l></quote>
                  <bibl n="Hom. Il. 24.80">Hom. Il. 24.80-82</bibl> ταῦτα πότερον φῶμεν ἁλιευτικῆς εἶναι τέχνης μᾶλλον κρῖναι ἢ ῥαψῳδικῆς, ἅττα λέγει καὶ εἴτε καλῶς εἴτε μή;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> δῆλον δή, ὦ Σώκρατες, ὅτι ἁλιευτικῆς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκέψαι δή, σοῦ ἐρομένου, εἰ ἔροιό με· <q>ἐπειδὴ <milestone unit="section" resp="Stephanus" n="538e"/> τοίνυν, ὦ Σώκρατες, τούτων τῶν τεχνῶν ἐν Ὁμήρῳ εὑρίσκεις ἃ προσήκει ἑκάστῃ διακρίνειν, ἴθι μοι ἔξευρε καὶ τὰ τοῦ μάντεώς τε καὶ μαντικῆς, ποῖά ἐστιν ἃ προσήκει αὐτῷ οἵῳ τʼ εἶναι διαγιγνώσκειν, εἴτε εὖ εἴτε κακῶς πεποίηται</q> — σκέψαι ὡς ῥᾳδίως τε καὶ ἀληθῆ ἐγώ σοι ἀποκρινοῦμαι. πολλαχοῦ μὲν γὰρ καὶ ἐν Ὀδυσσείᾳ λέγει, οἷον καὶ ἃ ὁ τῶν Μελαμποδιδῶν λέγει μάντις πρὸς τοὺς μνηστῆρας, Θεοκλύμενος—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="539"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="539" unit="page"/><milestone unit="section" resp="Stephanus" n="539a"/><label>ΣΩ.</label><quote type="verse"><l met="dactylic">δαιμόνιοι, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων</l><l>εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γυῖα,</l><l>οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί·</l><l>εἰδώλων τε πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλὴ</l><l>ἱεμένων ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ</l><milestone unit="section" resp="Stephanus" n="539b"/><l>οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς·</l></quote><bibl n="Hom. Od. 20.351">Hom. Od. 20.351-57</bibl>
                  
                 πολλαχοῦ δὲ καὶ ἐν Ἰλιάδι, οἷον καὶ ἐπὶ τειχομαχίᾳ· λέγει γὰρ καὶ ἐνταῦθα -- <cit><quote type="verse"><l met="dactylic">ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν,</l><l>αἰετὸς ὑψιπέτης, ἐπʼ ἀριστερὰ λαὸν ἐέργων,</l><milestone unit="section" resp="Stephanus" n="539c"/><l>φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον,</l><l>ζῷον, ἔτʼ ἀσπαίροντα· καὶ οὔπω λήθετο χάρμης.</l><l>κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν</l><l>ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε</l><l>ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ·</l><milestone unit="section" resp="Stephanus" n="539d"/><l>αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.</l></quote><bibl n="Hom. Il. 12.200">Hom. Il. 12.200-7</bibl></cit> 
                  ταῦτα φήσω καὶ τὰ τοιαῦτα τῷ μάντει προσήκειν καὶ σκοπεῖν καὶ κρίνειν.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἀληθῆ γε σὺ λέγων, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ σύ γε, ὦ Ἴων, ἀληθῆ ταῦτα λέγεις. ἴθι δὴ καὶ σὺ ἐμοί, ὥσπερ ἐγὼ σοὶ ἐξέλεξα καὶ ἐξ Ὀδυσσείας καὶ ἐξ Ἰλιάδος ὁποῖα τοῦ μάντεώς ἐστι καὶ ὁποῖα τοῦ ἰατροῦ καὶ <milestone unit="section" resp="Stephanus" n="539e"/> ὁποῖα τοῦ ἁλιέως, οὕτω καὶ σὺ ἐμοὶ ἔκλεξον, ἐπειδὴ καὶ ἐμπειρότερος εἶ ἐμοῦ τῶν Ὁμήρου, ὁποῖα τοῦ ῥαψῳδοῦ ἐστιν, ὦ Ἴων, καὶ τῆς τέχνης τῆς ῥαψῳδικῆς, ἃ τῷ ῥαψῳδῷ προσήκει καὶ σκοπεῖσθαι καὶ διακρίνειν παρὰ τοὺς ἄλλους ἀνθρώπους.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἐγὼ μέν φημι, ὦ Σώκρατες, ἅπαντα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ σύ γε φῄς, ὦ Ἴων, ἅπαντα· ἢ οὕτως ἐπιλήσμων εἶ; καίτοι οὐκ ἂν πρέποι γε ἐπιλήσμονα εἶναι ῥαψῳδὸν ἄνδρα.</said></p></div></div></body></text></TEI>