<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="531"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἐγὼ ἔτι ποιήσομαι σχολὴν ἀκροάσασθαί <milestone n="531" unit="page"/><milestone unit="section" resp="Stephanus" n="531a"/> σου, νῦν δέ μοι τοσόνδε ἀπόκριναι· πότερον περὶ Ὁμήρου μόνον δεινὸς εἶ ἢ καὶ περὶ Ἡσιόδου καὶ Ἀρχιλόχου;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οὐδαμῶς, ἀλλὰ περὶ Ὁμήρου μόνον· ἱκανὸν γάρ μοι δοκεῖ εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστι δὲ περὶ ὅτου Ὅμηρός τε καὶ Ἡσίοδος ταὐτὰ λέγετον;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> οἶμαι ἔγωγε καὶ πολλά.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν περὶ τούτων κάλλιον ἂν ἐξηγήσαιο ἃ Ὅμηρος λέγει ἢ ἃ Ἡσίοδος;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ὁμοίως ἂν περί γε τούτων, ὦ <milestone unit="section" resp="Stephanus" n="531b"/> Σώκρατες, περὶ ὧν ταὐτὰ λέγουσιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ ὧν πέρι μὴ ταὐτὰ λέγουσιν; οἷον περὶ μαντικῆς λέγει τι Ὅμηρός τε καὶ Ἡσίοδος.</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ὅσα τε ὁμοίως καὶ ὅσα διαφόρως περὶ μαντικῆς λέγετον τὼ ποιητὰ τούτω, πότερον σὺ κάλλιον ἂν ἐξηγήσαιο ἢ τῶν μάντεών τις τῶν ἀγαθῶν;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> τῶν μάντεων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δὲ σὺ ἦσθα μάντις, οὐκ, εἴπερ περὶ τῶν ὁμοίως λεγομένων οἷός τʼ ἦσθα ἐξηγήσασθαι, καὶ περὶ τῶν διαφόρως λεγομένων ἠπίστω ἂν ἐξηγεῖσθαι;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> δῆλον ὅτι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="531c"/><label>ΣΩ.</label> τί οὖν ποτε περὶ μὲν Ὁμήρου δεινὸς εἶ, περὶ δὲ Ἡσιόδου οὔ, οὐδὲ τῶν ἄλλων ποιητῶν; ἢ Ὅμηρος περὶ ἄλλων τινῶν λέγει ἢ ὧνπερ σύμπαντες οἱ ἄλλοι ποιηταί; οὐ περὶ πολέμου τε τὰ πολλὰ διελήλυθεν καὶ περὶ ὁμιλιῶν πρὸς ἀλλήλους ἀνθρώπων ἀγαθῶν τε καὶ κακῶν καὶ ἰδιωτῶν καὶ δημιουργῶν, καὶ περὶ θεῶν πρὸς ἀλλήλους καὶ πρὸς ἀνθρώπους ὁμιλούντων, ὡς ὁμιλοῦσι, καὶ περὶ τῶν οὐρανίων παθημάτων καὶ περὶ τῶν ἐν Ἅιδου, καὶ γενέσεις καὶ θεῶν <milestone unit="section" resp="Stephanus" n="531d"/> καὶ ἡρώων; οὐ ταῦτά ἐστι περὶ ὧν Ὅμηρος τὴν ποίησιν πεποίηκεν;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἀληθῆ λέγεις, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ οἱ ἄλλοι ποιηταί; οὐ περὶ τῶν αὐτῶν τούτων;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί, ἀλλʼ, ὦ Σώκρατες, οὐχ ὁμοίως πεποιήκασι καὶ Ὅμηρος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί μήν; κάκιον;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> πολύ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ὅμηρος δὲ ἄμεινον;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἄμεινον μέντοι νὴ Δία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν, ὦ φίλη κεφαλὴ Ἴων, ὅταν περὶ ἀριθμοῦ πολλῶν λεγόντων εἷς τις ἄριστα λέγῃ, γνώσεται δήπου τις <milestone unit="section" resp="Stephanus" n="531e"/> τὸν εὖ λέγοντα;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν ὁ αὐτὸς ὅσπερ καὶ τοὺς κακῶς λέγοντας, ἢ ἄλλος;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ὁ αὐτὸς δήπου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁ τὴν ἀριθμητικὴν τέχνην ἔχων οὗτός ἐστιν;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ; ὅταν πολλῶν λεγόντων περὶ ὑγιεινῶν σιτίων ὁποῖά ἐστιν, εἷς τις ἄριστα λέγῃ, πότερον ἕτερος μέν τις τὸν ἄριστα λέγοντα γνώσεται ὅτι ἄριστα λέγει, ἕτερος δὲ τὸν κάκιον ὅτι κάκιον, ἢ ὁ αὐτός;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> δῆλον δήπου, ὁ αὐτός.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὗτος; τί ὄνομα αὐτῷ;</said></p><p><said who="#Ἴων"><label>ΙΩΝ.</label> ἰατρός.</said></p></div></div></body></text></TEI>