<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg026.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="373"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> σὺ οὖν χάρισαι καὶ μὴ φθονήσῃς ἰάσασθαι τὴν ψυχήν μου· πολὺ <milestone n="373" unit="page"/><milestone unit="section" resp="Stephanus" n="373a"/> γάρ τοι μεῖζόν με ἀγαθὸν ἐργάσῃ ἀμαθίας παύσας τὴν ψυχὴν ἢ νόσου τὸ σῶμα. μακρὸν μὲν οὖν λόγον εἰ ʼθέλεις λέγειν, προλέγω σοι ὅτι οὐκ ἄν με ἰάσαιο—οὐ γὰρ ἂν ἀκολουθήσαιμι —ὥσπερ δὲ ἄρτι εἰ ʼθέλεις μοι ἀποκρίνεσθαι, πάνυ ὀνήσεις, οἶμαι δὲ οὐδʼ αὐτὸν σὲ βλαβήσεσθαι. δικαίως δʼ ἂν καὶ σὲ παρακαλοίην, ὦ παῖ Ἀπημάντου· σὺ γάρ με ἐπῆρας Ἱππίᾳ διαλέγεσθαι, καὶ νῦν, ἐὰν μή μοι ἐθέλῃ Ἱππίας ἀποκρίνεσθαι, δέου αὐτοῦ ὑπὲρ ἐμοῦ.</said></p><p><said who="#Εὔδικος"><label>ΕΥ.</label> ἀλλʼ, ὦ Σώκρατες, οἶμαι οὐδὲν δεήσεσθαι Ἱππίαν <milestone unit="section" resp="Stephanus" n="373b"/> τῆς ἡμετέρας δεήσεως· οὐ γὰρ τοιαῦτα αὐτῷ ἐστι τὰ προειρημένα, ἀλλʼ ὅτι οὐδενὸς ἂν φύγοι ἀνδρὸς ἐρώτησιν. ἦ γάρ, ὦ Ἱππία; οὐ ταῦτα ἦν ἃ ἔλεγες;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔγωγε· ἀλλὰ Σωκράτης, ὦ Εὔδικε, ἀεὶ ταράττει ἐν τοῖς λόγοις καὶ ἔοικεν ὥσπερ κακουργοῦντι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ βέλτιστε Ἱππία, οὔτι ἑκών γε ταῦτα ἐγὼ ποιῶ— σοφὸς γὰρ ἂν ἦ καὶ δεινὸς κατὰ τὸν σὸν λόγον—ἀλλὰ ἄκων, ὥστε μοι συγγνώμην ἔχε· φῂς γὰρ αὖ δεῖν, ὃς ἂν κακουργῇ ἄκων, συγγνώμην ἔχειν.</said></p><p><said who="#Εὔδικος"><milestone unit="section" resp="Stephanus" n="373c"/><label>ΕΥ.</label> καὶ μηδαμῶς γε, ὦ Ἱππία, ἄλλως ποίει, ἀλλὰ καὶ ἡμῶν ἕνεκα καὶ τῶν προειρημένων σοι λόγων ἀποκρίνου ἃ ἄν σε ἐρωτᾷ Σωκράτης.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλʼ ἀποκρινοῦμαι, σοῦ γε δεομένου. ἀλλʼ ἐρώτα ὅτι βούλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν σφόδρα γε ἐπιθυμῶ, ὦ Ἱππία, διασκέψασθαι τὸ νυνδὴ λεγόμενον, πότεροί ποτε ἀμείνους, οἱ ἑκόντες ἢ οἱ ἄκοντες ἁμαρτάνοντες. οἶμαι οὖν ἐπὶ τὴν σκέψιν ὀρθότατʼ ἂν ὧδε ἐλθεῖν. ἀλλʼ ἀπόκριναι· καλεῖς τινα δρομέα ἀγαθόν;</said></p><p><said who="#Ἱππίας"><milestone unit="section" resp="Stephanus" n="373d"/><label>ΙΠ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ κακόν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀγαθὸς μὲν ὁ εὖ θέων, κακὸς δὲ ὁ κακῶς;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁ βραδέως θέων κακῶς θεῖ, ὁ δὲ ταχέως εὖ;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν δρόμῳ μὲν ἄρα καὶ τῷ θεῖν τάχος μὲν ἀγαθόν, βραδυτὴς δὲ κακόν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλὰ τί μέλλει;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερος οὖν ἀμείνων δρομεύς, ὁ ἑκὼν βραδέως θέων ἢ ὁ ἄκων;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ὁ ἑκών.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ ποιεῖν τί ἐστι τὸ θεῖν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ποιεῖν μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δὲ ποιεῖν, οὐ καὶ ἐργάζεσθαί <milestone unit="section" resp="Stephanus" n="373e"/> τι;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ κακῶς ἄρα θέων κακὸν καὶ αἰσχρὸν ἐν δρόμῳ τοῦτο ἐργάζεται;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> κακόν· πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κακῶς δὲ θεῖ ὁ βραδέως θέων;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁ μὲν ἀγαθὸς δρομεὺς ἑκὼν τὸ κακὸν τοῦτο ἐργάζεται καὶ τὸ αἰσχρόν, ὁ δὲ κακὸς ἄκων;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔοικέν γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="374"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν δρόμῳ μὲν ἄρα πονηρότερος ὁ ἄκων κακὰ ἐργαζόμενος <milestone n="374" unit="page"/><milestone unit="section" resp="Stephanus" n="374a"/> ἢ ὁ ἑκών;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἐν δρόμῳ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ ἐν πάλῃ; πότερος παλαιστὴς ἀμείνων, ὁ ἑκὼν πίπτων ἢ ὁ ἄκων;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ὁ ἑκών, ὡς ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πονηρότερον δὲ καὶ αἴσχιον ἐν πάλῃ τὸ πίπτειν ἢ τὸ καταβάλλειν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> τὸ πίπτειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἐν πάλῃ ἄρα ὁ ἑκὼν τὰ πονηρὰ καὶ αἰσχρὰ ἐργαζόμενος βελτίων παλαιστὴς ἢ ὁ ἄκων.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ ἐν τῇ ἄλλῃ πάσῃ τῇ τοῦ σώματος χρείᾳ; οὐχ ὁ βελτίων τὸ σῶμα δύναται ἀμφότερα ἐργάζεσθαι, καὶ τὰ ἰσχυρὰ καὶ τὰ <milestone unit="section" resp="Stephanus" n="374b"/> ἀσθενῆ, καὶ τὰ αἰσχρὰ καὶ τὰ καλά· ὥστε ὅταν κατὰ τὸ σῶμα πονηρὰ ἐργάζηται, ἑκὼν ἐργάζεται ὁ βελτίων τὸ σῶμα, ὁ δὲ πονηρότερος ἄκων;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔοικεν καὶ τὰ κατὰ τὴν ἰσχὺν οὕτως ἔχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ κατʼ εὐσχημοσύνην, ὦ Ἱππία; οὐ τοῦ βελτίονος σώματός ἐστιν ἑκόντος τὰ αἰσχρὰ καὶ πονηρὰ σχήματα σχηματίζειν, τοῦ δὲ πονηροτέρου ἄκοντος; ἢ πῶς σοι δοκεῖ;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἀσχημοσύνη ἄρα ἡ μὲν ἑκούσιος <milestone unit="section" resp="Stephanus" n="374c"/> πρὸς ἀρετῆς ἐστιν, ἡ δὲ ἀκούσιος πρὸς πονηρίας σώματος.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ φωνῆς πέρι λέγεις; ποτέραν φῂς εἶναι βελτίω, τὴν ἑκουσίως ἀπᾴδουσαν ἢ τὴν ἀκουσίως;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> τὴν ἑκουσίως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μοχθηροτέραν δὲ τὴν ἀκουσίως;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δέξαιο δʼ ἂν πότερον τἀγαθὰ κεκτῆσθαι ἢ τὰ κακά;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> τἀγαθά.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν ἂν δέξαιο πόδας κεκτῆσθαι ἑκουσίως χωλαίνοντας ἢ ἀκουσίως;</said></p><p><said who="#Ἱππίας"><milestone unit="section" resp="Stephanus" n="374d"/><label>ΙΠ.</label> ἑκουσίως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> χωλεία δὲ ποδῶν οὐχὶ πονηρία καὶ ἀσχημοσύνη ἐστίν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ἀμβλυωπία οὐ πονηρία ὀφθαλμῶν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ποτέρους οὖν ἂν βούλοιο ὀφθαλμοὺς κεκτῆσθαι καὶ ποτέροις συνεῖναι; οἷς ἑκὼν ἄν τις ἀμβλυώττοι καὶ παρορῴη ἢ οἷς ἄκων;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οἷς ἑκών.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βελτίω ἄρα ἥγησαι τῶν σαυτοῦ τὰ ἑκουσίως πονηρὰ ἐργαζόμενα ἢ τὰ ἀκουσίως;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> τὰ γοῦν τοιαῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν πάντα, οἷον καὶ ὦτα καὶ ῥῖνας καὶ στόμα καὶ πάσας τὰς αἰσθήσεις, εἷς λόγος συνέχει, τὰς μὲν ἀκόντως <milestone unit="section" resp="Stephanus" n="374e"/> κακὰ ἐργαζομένας ἀκτήτους εἶναι ὡς πονηρὰς οὔσας, τὰς δὲ ἑκουσίως κτητὰς ὡς ἀγαθὰς οὔσας.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ὀργάνων ποτέρων βελτίων ἡ κοινωνία, οἷς ἑκών τις κακὰ ἐργάζεται ἢ οἷς ἄκων; οἷον πηδάλιον ᾧ ἄκων κακῶς τις κυβερνήσει βέλτιον ἢ ᾧ ἑκών;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ὧι ἑκών.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ καὶ τόξον ὡσαύτως καὶ λύρα καὶ αὐλοὶ καὶ τἆλλα σύμπαντα;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="375"><p><said who="#Ἱππίας"><milestone n="375" unit="page"/><milestone unit="section" resp="Stephanus" n="375a"/><label>ΙΠ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ψυχὴν κεκτῆσθαι ἵππου, ᾗ ἑκών τις κακῶς ἱππεύσει, ἄμεινον ἢ <add>ᾗ</add> ἄκων;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἧι ἑκών.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀμείνων ἄρα ἐστίν.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῇ ἀμείνονι ἄρα ψυχῇ ἵππου τὰ τῆς ψυχῆς ἔργα ταύτης τὰ πονηρὰ ἑκουσίως ἂν ποιοῖ, τῇ δὲ τῆς πονηρᾶς ἀκουσίως;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ κυνὸς καὶ τῶν ἄλλων ζῴων πάντων;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δή; ἀνθρώπου ψυχὴν ἐκτῆσθαι τοξότου ἄμεινόν ἐστιν, ἥτις ἑκουσίως ἁμαρτάνει <milestone unit="section" resp="Stephanus" n="375b"/> τοῦ σκοποῦ, ἢ ἥτις ἀκουσίως;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἥτις ἑκουσίως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ αὕτη ἀμείνων εἰς τοξικήν ἐστιν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ψυχὴ ἄρα ἀκουσίως ἁμαρτάνουσα πονηροτέρα ἢ ἑκουσίως;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἐν τοξικῇ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ ἐν ἰατρικῇ; οὐχὶ ἡ ἑκοῦσα κακὰ ἐργαζομένη περὶ τὰ σώματα ἰατρικωτέρα;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀμείνων ἄρα αὕτη ἐν ταύτῃ τῇ τέχνῃ τῆς μὴ <del>ἰατρικῆς</del>.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀμείνων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ἡ κιθαριστικωτέρα καὶ αὐλητικωτέρα καὶ τἆλλα πάντα τὰ κατὰ τὰς τέχνας <milestone unit="section" resp="Stephanus" n="375c"/> τε καὶ τὰς ἐπιστήμας, οὐχὶ ἡ ἀμείνων ἑκοῦσα τὰ κακὰ ἐργάζεται καὶ τὰ αἰσχρὰ καὶ ἐξαμαρτάνει, ἡ δὲ πονηροτέρα ἄκουσα;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μήν που τάς γε τῶν δούλων ψυχὰς κεκτῆσθαι δεξαίμεθʼ ἂν μᾶλλον τὰς ἑκουσίως ἢ τὰς ἀκουσίως ἁμαρτανούσας τε καὶ κακουργούσας, ὡς ἀμείνους οὔσας εἰς ταῦτα.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; τὴν ἡμετέραν αὐτῶν οὐ βουλοίμεθʼ ἂν ὡς βελτίστην ἐκτῆσθαι;</said></p><p><said who="#Ἱππίας"><milestone unit="section" resp="Stephanus" n="375d"/><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν βελτίων ἔσται, ἐὰν ἑκοῦσα κακουργῇ τε καὶ ἐξαμαρτάνῃ, ἢ ἐὰν ἄκουσα;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> δεινὸν μεντἂν εἴη, ὦ Σώκρατες, εἰ οἱ ἑκόντες ἀδικοῦντες βελτίους ἔσονται ἢ οἱ ἄκοντες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν φαίνονταί γε ἐκ τῶν εἰρημένων.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὔκουν ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγὼ δʼ ᾤμην, ὦ Ἱππία, καὶ σοὶ φανῆναι. πάλιν δʼ ἀπόκριναι· ἡ δικαιοσύνη οὐχὶ ἢ δύναμίς τίς ἐστιν ἢ ἐπιστήμη ἢ ἀμφότερα; ἢ οὐκ ἀνάγκη ἕν γέ τι τούτων εἶναι τὴν <milestone unit="section" resp="Stephanus" n="375e"/> δικαιοσύνην;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μὲν δύναμίς ἐστι τῆς ψυχῆς ἡ δικαιοσύνη, ἡ δυνατωτέρα ψυχὴ δικαιοτέρα ἐστί; βελτίων γάρ που ἡμῖν ἐφάνη, ὦ ἄριστε, ἡ τοιαύτη.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἐφάνη γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ εἰ ἐπιστήμη; οὐχ ἡ σοφωτέρα ψυχὴ δικαιοτέρα, ἡ δὲ ἀμαθεστέρα ἀδικωτέρα;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label><add>ναί.</add></said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ εἰ ἀμφότερα; οὐχ ἡ ἀμφοτέρας ἔχουσα, ἐπιστήμην καὶ δύναμιν, δικαιοτέρα, ἡ δʼ ἀμαθεστέρα ἀδικωτέρα; οὐχ οὕτως ἀνάγκη ἔχειν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> φαίνεται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="376"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἡ δυνατωτέρα καὶ σοφωτέρα αὕτη ἀμείνων οὖσα ἐφάνη καὶ ἀμφότερα μᾶλλον δυναμένη ποιεῖν, καὶ τὰ <milestone n="376" unit="page"/><milestone unit="section" resp="Stephanus" n="376a"/> καλὰ καὶ τὰ αἰσχρά, περὶ πᾶσαν ἐργασίαν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν ἄρα τὰ αἰσχρὰ ἐργάζηται, ἑκοῦσα ἐργάζεται διὰ δύναμιν καὶ τέχνην· ταῦτα δὲ δικαιοσύνης φαίνεται, ἤτοι ἀμφότερα ἢ τὸ ἕτερον.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τὸ μέν γε ἀδικεῖν κακὰ ποιεῖν ἐστιν, τὸ δὲ μὴ ἀδικεῖν καλά.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἡ δυνατωτέρα καὶ ἀμείνων ψυχή, ὅτανπερ ἀδικῇ, ἑκοῦσα ἀδικήσει, ἡ δὲ πονηρὰ ἄκουσα;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="376b"/><label>ΣΩ.</label> οὐκοῦν ἀγαθὸς ἀνὴρ ὁ τὴν ἀγαθὴν ψυχὴν ἔχων, κακὸς δὲ ὁ τὴν κακήν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀγαθοῦ μὲν ἄρα ἀνδρός ἐστιν ἑκόντα ἀδικεῖν, κακοῦ δὲ ἄκοντα, εἴπερ ὁ ἀγαθὸς ἀγαθὴν ψυχὴν ἔχει.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλὰ μὴν ἔχει γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ ἄρα ἑκὼν ἁμαρτάνων καὶ αἰσχρὰ καὶ ἄδικα ποιῶν, ὦ Ἱππία, εἴπερ τίς ἐστιν οὗτος, οὐκ ἂν ἄλλος εἴη ἢ ὁ ἀγαθός.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐκ ἔχω ὅπως σοι συγχωρήσω, ὦ Σώκρατες, ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ γὰρ ἐγὼ ἐμοί, ὦ Ἱππία· ἀλλʼ ἀναγκαῖον οὕτω <milestone unit="section" resp="Stephanus" n="376c"/> φαίνεσθαι νῦν γε ἡμῖν ἐκ τοῦ λόγου. ὅπερ μέντοι πάλαι ἔλεγον, ἐγὼ περὶ ταῦτα ἄνω καὶ κάτω πλανῶμαι καὶ οὐδέποτε ταὐτά μοι δοκεῖ. καὶ ἐμὲ μὲν οὐδὲν θαυμαστὸν πλανᾶσθαι οὐδὲ ἄλλον ἰδιώτην· εἰ δὲ καὶ ὑμεῖς πλανήσεσθε οἱ σοφοί, τοῦτο ἤδη καὶ ἡμῖν δεινὸν εἰ μηδὲ παρʼ ὑμᾶς ἀφικόμενοι παυσόμεθα τῆς πλάνης.</said></p></div></div></body></text></TEI>