<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg026.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="365"><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἥκιστά γε, ὦ Σώκρατες, ἀλλʼ ἁπλούστατος καὶ ἀληθέστατος, ἐπεὶ καὶ ἐν Λιταῖς, ἡνίκα πρὸς ἀλλήλους ποιεῖ αὐτοὺς διαλεγομένους, λέγει αὐτῷ ὁ Ἀχιλλεὺς πρὸς τὸν Ὀδυσσέα— <milestone n="365" unit="page"/><milestone unit="section" resp="Stephanus" n="365a"/> 
    <quote type="verse"><l met="dactylic">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l>χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,</l><l>ὥσπερ δὴ κρανέω τε καὶ ὡς τελέεσθαι ὀίω·</l><l>ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν,</l></quote> 
         <bibl n="Hom. Il. 9.308">Hom. Il. 9.308</bibl> 
    <milestone unit="section" resp="Stephanus" n="365b"/>
    <quote type="verse"><l met="c">ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.</l><l>αὐτὰρ ἐγὼν ἐρέω, ὡς καὶ τετελεσμένον ἔσται.</l></quote>
        ἐν τούτοις δηλοῖ τοῖς ἔπεσιν τὸν πρότον ἑκατέρου τοῦ ἀνδρός, ὡς ὁ μὲν Ἀχιλλεὺς εἴη ἀληθής τε καὶ ἁπλοῦς, ὁ δὲ Ὀδυσσεὺς πολύτροπός τε καὶ ψευδής· ποιεῖ γὰρ τὸν Ἀχιλλέα εἰς τὸν Ὀδυσσέα λέγοντα ταῦτα τὰ ἔπη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν ἤδη, ὦ Ἱππία, κινδυνεύω μανθάνειν ὃ λέγεις· τὸν πολύτροπον ψευδῆ λέγεις, ὥς γε φαίνεται.</said></p><p><said who="#Ἱππίας"><milestone unit="section" resp="Stephanus" n="365c"/><label>ΙΠ.</label> μάλιστα, ὦ Σώκρατες· τοιοῦτον γὰρ πεποίηκεν τὸν Ὀδυσσέα Ὅμηρος πολλαχοῦ καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐδόκει ἄρα, ὡς ἔοικεν, Ὁμήρῳ ἕτερος μὲν εἶναι ἀνὴρ ἀληθής, ἕτερος δὲ ψευδής, ἀλλʼ οὐχ ὁ αὐτός.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πῶς γὰρ οὐ μέλλει, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ σοὶ δοκεῖ αὐτῷ, ὦ Ἱππία;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάντων μάλιστα· καὶ γὰρ ἂν δεινὸν εἴη εἰ μή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν μὲν Ὅμηρον τοίνυν ἐάσωμεν, ἐπειδὴ καὶ <milestone unit="section" resp="Stephanus" n="365d"/> ἀδύνατον ἐπανερέσθαι τί ποτε νοῶν ταῦτα ἐποίησεν τὰ ἔπη· σὺ δʼ ἐπειδὴ φαίνῃ ἀναδεχόμενος τὴν αἰτίαν, καὶ σοὶ συνδοκεῖ ταῦτα ἅπερ φῂς Ὅμηρον λέγειν, ἀπόκριναι κοινῇ ὑπὲρ Ὁμήρου τε καὶ σαυτοῦ.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔσται ταῦτα· ἀλλʼ ἐρώτα ἔμβραχυ ὅτι βούλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοὺς ψευδεῖς λέγεις οἷον ἀδυνάτους τι ποιεῖν, ὥσπερ τοὺς κάμνοντας, ἢ δυνατούς τι ποιεῖν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> δυνατοὺς ἔγωγε καὶ μάλα σφόδρα ἄλλα τε πολλὰ καὶ ἐξαπατᾶν ἀνθρώπους.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="365e"/><label>ΣΩ.</label> δυνατοὶ μὲν δή, ὡς ἔοικεν, εἰσὶ κατὰ τὸν σὸν λόγον καὶ πολύτροποι· ἦ γάρ;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολύτροποι δʼ εἰσὶ καὶ ἀπατεῶνες ὑπὸ ἠλιθιότητος καὶ ἀφροσύνης, ἢ ὑπὸ πανουργίας καὶ φρονήσεώς τινος;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ὑπὸ πανουργίας πάντων μάλιστα καὶ φρονήσεως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φρόνιμοι μὲν ἄρα εἰσίν, ὡς ἔοικεν.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναὶ μὰ Δία, λίαν γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φρόνιμοι δὲ ὄντες οὐκ ἐπίστανται ὅτι ποιοῦσιν, ἢ ἐπίστανται;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> καὶ μάλα σφόδρα ἐπίστανται· διὰ ταῦτα καὶ κακουργοῦσιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπιστάμενοι δὲ ταῦτα ἃ ἐπίστανται πότερον ἀμαθεῖς εἰσιν ἢ σοφοί;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="366"><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> σοφοὶ μὲν οὖν αὐτά γε ταῦτα, <milestone n="366" unit="page"/><milestone unit="section" resp="Stephanus" n="366a"/> ἐξαπατᾶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχε δή· ἀναμνησθῶμεν τί ἐστιν ὃ λέγεις. τοὺς ψευδεῖς φῂς εἶναι δυνατοὺς καὶ φρονίμους καὶ ἐπιστήμονας καὶ σοφοὺς εἰς ἅπερ ψευδεῖς;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> φημὶ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλους δὲ τοὺς ἀληθεῖς τε καὶ ψευδεῖς, καὶ ἐναντιωτάτους ἀλλήλοις;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> λέγω ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή· τῶν μὲν δυνατῶν τινες καὶ σοφῶν, ὡς ἔοικεν, εἰσὶν οἱ ψευδεῖς κατὰ τὸν σὸν λόγον.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> μάλιστά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν δὲ <milestone unit="section" resp="Stephanus" n="366b"/> λέγῃς δυνατοὺς καὶ σοφοὺς εἶναι τοὺς ψευδεῖς εἰς αὐτὰ ταῦτα, πότερον λέγεις δυνατοὺς εἶναι ψεύδεσθαι ἐὰν βούλωνται, ἢ ἀδυνάτους εἰς ταῦτα ἅπερ ψεύδονται;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> δυνατοὺς ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς ἐν κεφαλαίῳ ἄρα εἰρῆσθαι, οἱ ψευδεῖς εἰσιν οἱ σοφοί τε καὶ δυνατοὶ ψεύδεσθαι.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀδύνατος ἄρα ψεύδεσθαι ἀνὴρ καὶ ἀμαθὴς οὐκ ἂν εἴη ψευδής.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔχει οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δυνατὸς δέ γʼ ἐστὶν ἕκαστος ἄρα, ὃς ἂν ποιῇ τότε ὃ ἂν βούληται, ὅταν βούληται· <milestone unit="section" resp="Stephanus" n="366c"/> οὐχ ὑπὸ νόσου λέγω ἐξειργόμενον οὐδὲ τῶν τοιούτων, ἀλλὰ ὥσπερ σὺ δυνατὸς εἶ γράψαι τοὐμὸν ὄνομα ὅταν βούλῃ, οὕτω λέγω. ἢ οὐχ, ὃς ἂν οὕτως ἔχῃ, καλεῖς σὺ δυνατόν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δή μοι, ὦ Ἱππία, οὐ σὺ μέντοι ἔμπειρος εἶ λογισμῶν καὶ λογιστικῆς;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάντων μάλιστα, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ καί τίς σε ἔροιτο τὰ τρὶς ἑπτακόσια ὁπόσος ἐστὶν ἀριθμός, εἰ βούλοιο, πάντων τάχιστα καὶ <milestone unit="section" resp="Stephanus" n="366d"/> μάλιστʼ ἂν εἴποις τἀληθῆ περὶ τούτου;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα ὅτι δυνατώτατός τε εἶ καὶ σοφώτατος κατὰ ταῦτα;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν σοφώτατός τε εἶ καὶ δυνατώτατος μόνον, ἢ καὶ ἄριστος ταῦτα ἅπερ δυνατώτατός τε καὶ σοφώτατος, τὰ λογιστικά;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> καὶ ἄριστος δήπου, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ μὲν δὴ ἀληθῆ σὺ ἂν δυνατώτατα εἴποις <milestone unit="section" resp="Stephanus" n="366e"/> περὶ τούτων· ἦ γάρ;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οἶμαι ἔγωγε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="367"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ τὰ ψευδῆ περὶ τῶν αὐτῶν τούτων; καί μοι, ὥσπερ τὰ πρότερα, γενναίως καὶ μεγαλοπρεπῶς ἀπόκριναι, ὦ Ἱππία· εἴ τίς σε ἔροιτο τὰ τρὶς ἑπτακόσια πόσα ἐστί, πότερον σὺ ἂν μάλιστα ψεύδοιο καὶ ἀεὶ κατὰ ταὐτὰ ψευδῆ λέγοις περὶ τούτων, βουλόμενος ψεύδεσθαι καὶ μηδέποτε ἀληθῆ ἀποκρίνεσθαι, ἢ ὁ <milestone n="367" unit="page"/><milestone unit="section" resp="Stephanus" n="367a"/> ἀμαθὴς εἰς λογισμοὺς δύναιτʼ ἂν σοῦ μᾶλλον ψεύδεσθαι βουλομένου; ἢ ὁ μὲν ἀμαθὴς πολλάκις ἂν βουλόμενος ψευδῆ λέγειν τἀληθῆ ἂν εἴποι ἄκων, εἰ τύχοι, διὰ τὸ μὴ εἰδέναι, σὺ δὲ ὁ σοφός, εἴπερ βούλοιο ψεύδεσθαι, ἀεὶ ἂν κατὰ τὰ αὐτὰ ψεύδοιο;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί, οὕτως ἔχει ὡς σὺ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ ψευδὴς οὖν πότερον περὶ μὲν τἆλλα ψευδής ἐστιν, οὐ μέντοι περὶ ἀριθμόν, οὐδὲ ἀριθμῶν ἂν ψεύσαιτο;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> καὶ ναὶ μὰ Δία περὶ ἀριθμόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θῶμεν ἄρα καὶ τοῦτο, ὦ Ἱππία, περὶ λογισμόν τε καὶ ἀριθμὸν εἶναί τινα <milestone unit="section" resp="Stephanus" n="367b"/> ἄνθρωπον ψευδῆ;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὖν ἂν εἴη οὗτος; οὐχὶ δεῖ ὑπάρχειν αὐτῷ, εἴπερ μέλλει ψευδὴς ἔσεσθαι, ὡς σὺ ἄρτι ὡμολόγεις, δυνατὸν εἶναι ψεύδεσθαι; ὁ γὰρ ἀδύνατος ψεύδεσθαι, εἰ μέμνησαι, ὑπὸ σοῦ ἐλέγετο ὅτι οὐκ ἄν ποτε ψευδὴς γένοιτο.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλὰ μέμνημαι καὶ ἐλέχθη οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἄρτι ἐφάνης σὺ δυνατώτατος ὢν ψεύδεσθαι περὶ λογισμῶν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί, ἐλέχθη γέ τοι καὶ τοῦτο.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="367c"/><label>ΣΩ.</label> ἆρʼ οὖν καὶ δυνατώτατος εἶ ἀληθῆ λέγειν περὶ λογισμῶν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁ αὐτὸς ψευδῆ καὶ ἀληθῆ λέγειν περὶ λογισμῶν δυνατώτατος· οὗτος δʼ ἐστὶν ὁ ἀγαθὸς περὶ τούτων, ὁ λογιστικός.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὖν ψευδὴς περὶ λογισμὸν γίγνεται, ὦ Ἱππία, ἄλλος ἢ ὁ ἀγαθός; ὁ αὐτὸς γὰρ καὶ δυνατός· οὗτος δὲ καὶ ἀληθής.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁρᾷς οὖν ὅτι ὁ αὐτὸς ψευδής τε καὶ ἀληθὴς περὶ τούτων, καὶ οὐδὲν ἀμείνων ὁ ἀληθὴς τοῦ ψευδοῦς; <milestone unit="section" resp="Stephanus" n="367d"/> ὁ αὐτὸς γὰρ δήπου ἐστὶ καὶ οὐκ ἐναντιώτατα ἔχει, ὥσπερ σὺ ᾤου ἄρτι.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐ φαίνεται ἐνταῦθά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει οὖν σκεψώμεθα καὶ ἄλλοθι;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> εἰ <del>ἄλλως</del> γε σὺ βούλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ γεωμετρίας ἔμπειρος εἶ;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; οὐ καὶ ἐν γεωμετρίᾳ οὕτως ἔχει· ὁ αὐτὸς δυνατώτατος ψεύδεσθαι καὶ ἀληθῆ λέγειν περὶ τῶν διαγραμμάτων, ὁ γεωμετρικός;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> περὶ ταῦτα οὖν <milestone unit="section" resp="Stephanus" n="367e"/> ἀγαθὸς ἄλλος τις ἢ οὗτος;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐκ ἄλλος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁ ἀγαθὸς καὶ σοφὸς γεωμέτρης δυνατώτατός γε ἀμφότερα; καὶ εἴπερ τις ἄλλος ψευδὴς περὶ διαγράμματα, οὗτος ἂν εἴη, ὁ ἀγαθός; οὗτος γὰρ δυνατός, ὁ δὲ κακὸς ἀδύνατος ἦν ψεύδεσθαι· ὥστε οὐκ ἂν γένοιτο ψευδὴς ὁ μὴ δυνάμενος ψεύδεσθαι, ὡς ὡμολόγηται.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔστι ταῦτα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="368"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι τοίνυν καὶ τὸν τρίτον ἐπισκεψώμεθα, τὸν ἀστρονόμον, ἧς αὖ σὺ τέχνης ἔτι μᾶλλον ἐπιστήμων οἴει <milestone n="368" unit="page"/><milestone unit="section" resp="Stephanus" n="368a"/> εἶναι ἢ τῶν ἔμπροσθεν. ἦ γάρ, ὦ Ἱππία;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἐν ἀστρονομίᾳ ταὐτὰ ταῦτά ἐστιν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> εἰκός γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἐν ἀστρονομίᾳ ἄρα εἴπερ τις καὶ ἄλλος ψευδής, ὁ ἀγαθὸς ἀστρονόμος ψευδὴς ἔσται, ὁ δυνατὸς ψεύδεσθαι. οὐ γὰρ ὅ γε ἀδύνατος· ἀμαθὴς γάρ.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> φαίνεται οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ αὐτὸς ἄρα καὶ ἐν ἀστρονομίᾳ ἀληθής τε καὶ ψευδὴς ἔσται.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή, ὦ Ἱππία, ἀνέδην οὑτωσὶ ἐπίσκεψαι κατὰ <milestone unit="section" resp="Stephanus" n="368b"/> πασῶν τῶν ἐπιστημῶν, εἴ που ἔστιν ἄλλως ἔχον ἢ οὕτως. πάντως δὲ πλείστας τέχνας πάντων σοφώτατος εἶ ἀνθρώπων, ὡς ἐγώ ποτέ σου ἤκουον μεγαλαυχουμένου, πολλὴν σοφίαν καὶ ζηλωτὴν σαυτοῦ διεξιόντος ἐν ἀγορᾷ ἐπὶ ταῖς τραπέζαις. ἔφησθα δὲ ἀφικέσθαι ποτὲ εἰς Ὀλυμπίαν ἃ εἶχες περὶ τὸ σῶμα ἅπαντα σαυτοῦ ἔργα ἔχων· πρῶτον μὲν δακτύλιον—ἐντεῦθεν γὰρ ἤρχου—ὃν εἶχες σαυτοῦ ἔχειν <milestone unit="section" resp="Stephanus" n="368c"/> ἔργον, ὡς ἐπιστάμενος δακτυλίους γλύφειν, καὶ ἄλλην σφραγῖδα σὸν ἔργον, καὶ στλεγγίδα καὶ λήκυθον ἃ αὐτὸς ἠργάσω· ἔπειτα ὑποδήματα ἃ εἶχες ἔφησθα αὐτὸς σκυτοτομῆσαι, καὶ τὸ ἱμάτιον ὑφῆναι καὶ τὸν χιτωνίσκον· καὶ ὅ γε πᾶσιν ἔδοξεν ἀτοπώτατον καὶ σοφίας πλείστης ἐπίδειγμα, ἐπειδὴ τὴν ζώνην ἔφησθα τοῦ χιτωνίσκου, ἣν εἶχες, εἶναι μὲν οἷαι αἱ Περσικαὶ τῶν πολυτελῶν, ταύτην δὲ αὐτὸς πλέξαι· πρὸς δὲ τούτοις ποιήματα ἔχων ἐλθεῖν, καὶ ἔπη καὶ τραγῳδίας <milestone unit="section" resp="Stephanus" n="368d"/> καὶ διθυράμβους, καὶ καταλογάδην πολλοὺς λόγους καὶ παντοδαποὺς συγκειμένους· καὶ περὶ τῶν τεχνῶν δὴ ὧν ἄρτι ἐγὼ ἔλεγον ἐπιστήμων ἀφικέσθαι διαφερόντως τῶν ἄλλων, καὶ περὶ ῥυθμῶν καὶ ἁρμονιῶν καὶ γραμμάτων ὀρθότητος, καὶ ἄλλα ἔτι πρὸς τούτοις πάνυ πολλά, ὡς ἐγὼ δοκῶ μνημονεύειν· καίτοι τό γε μνημονικὸν ἐπελαθόμην σου, ὡς ἔοικε, τέχνημα, ἐν ᾧ σὺ οἴει λαμπρότατος εἶναι· οἶμαι δὲ καὶ <milestone unit="section" resp="Stephanus" n="368e"/> ἄλλα πάμπολλα ἐπιλελῆσθαι. ἀλλʼ ὅπερ ἐγὼ λέγω, καὶ εἰς τὰς σαυτοῦ τέχνας βλέψας—ἱκαναὶ δέ—καὶ εἰς τὰς τῶν ἄλλων εἰπέ μοι, ἐάν που εὕρῃς ἐκ τῶν ὡμολογημένων ἐμοί τε καὶ σοί, ὅπου ἐστὶν ὁ μὲν ἀληθής, ὁ δὲ ψευδής, χωρὶς καὶ οὐχ ὁ αὐτός; ἐν ᾗτινι βούλει σοφίᾳ τοῦτο σκέψαι ἢ πανουργίᾳ <milestone n="369" unit="page"/><milestone unit="section" resp="Stephanus" n="369a"/> ἢ ὁτιοῦν χαίρεις ὀνομάζων· ἀλλʼ οὐχ εὑρήσεις, ὦ ἑταῖρε— οὐ γὰρ ἔστιν—ἐπεὶ σὺ εἰπέ.</said></p></div></div></body></text></TEI>