<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg026.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="365"><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἥκιστά γε, ὦ Σώκρατες, ἀλλʼ ἁπλούστατος καὶ ἀληθέστατος, ἐπεὶ καὶ ἐν Λιταῖς, ἡνίκα πρὸς ἀλλήλους ποιεῖ αὐτοὺς διαλεγομένους, λέγει αὐτῷ ὁ Ἀχιλλεὺς πρὸς τὸν Ὀδυσσέα— <milestone n="365" unit="page"/><milestone unit="section" resp="Stephanus" n="365a"/> 
    <quote type="verse"><l met="dactylic">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l>χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,</l><l>ὥσπερ δὴ κρανέω τε καὶ ὡς τελέεσθαι ὀίω·</l><l>ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν,</l></quote> 
         <bibl n="Hom. Il. 9.308">Hom. Il. 9.308</bibl> 
    <milestone unit="section" resp="Stephanus" n="365b"/>
    <quote type="verse"><l met="c">ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.</l><l>αὐτὰρ ἐγὼν ἐρέω, ὡς καὶ τετελεσμένον ἔσται.</l></quote>
        ἐν τούτοις δηλοῖ τοῖς ἔπεσιν τὸν πρότον ἑκατέρου τοῦ ἀνδρός, ὡς ὁ μὲν Ἀχιλλεὺς εἴη ἀληθής τε καὶ ἁπλοῦς, ὁ δὲ Ὀδυσσεὺς πολύτροπός τε καὶ ψευδής· ποιεῖ γὰρ τὸν Ἀχιλλέα εἰς τὸν Ὀδυσσέα λέγοντα ταῦτα τὰ ἔπη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν ἤδη, ὦ Ἱππία, κινδυνεύω μανθάνειν ὃ λέγεις· τὸν πολύτροπον ψευδῆ λέγεις, ὥς γε φαίνεται.</said></p><p><said who="#Ἱππίας"><milestone unit="section" resp="Stephanus" n="365c"/><label>ΙΠ.</label> μάλιστα, ὦ Σώκρατες· τοιοῦτον γὰρ πεποίηκεν τὸν Ὀδυσσέα Ὅμηρος πολλαχοῦ καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐδόκει ἄρα, ὡς ἔοικεν, Ὁμήρῳ ἕτερος μὲν εἶναι ἀνὴρ ἀληθής, ἕτερος δὲ ψευδής, ἀλλʼ οὐχ ὁ αὐτός.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πῶς γὰρ οὐ μέλλει, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ σοὶ δοκεῖ αὐτῷ, ὦ Ἱππία;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάντων μάλιστα· καὶ γὰρ ἂν δεινὸν εἴη εἰ μή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν μὲν Ὅμηρον τοίνυν ἐάσωμεν, ἐπειδὴ καὶ <milestone unit="section" resp="Stephanus" n="365d"/> ἀδύνατον ἐπανερέσθαι τί ποτε νοῶν ταῦτα ἐποίησεν τὰ ἔπη· σὺ δʼ ἐπειδὴ φαίνῃ ἀναδεχόμενος τὴν αἰτίαν, καὶ σοὶ συνδοκεῖ ταῦτα ἅπερ φῂς Ὅμηρον λέγειν, ἀπόκριναι κοινῇ ὑπὲρ Ὁμήρου τε καὶ σαυτοῦ.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔσται ταῦτα· ἀλλʼ ἐρώτα ἔμβραχυ ὅτι βούλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοὺς ψευδεῖς λέγεις οἷον ἀδυνάτους τι ποιεῖν, ὥσπερ τοὺς κάμνοντας, ἢ δυνατούς τι ποιεῖν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> δυνατοὺς ἔγωγε καὶ μάλα σφόδρα ἄλλα τε πολλὰ καὶ ἐξαπατᾶν ἀνθρώπους.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="365e"/><label>ΣΩ.</label> δυνατοὶ μὲν δή, ὡς ἔοικεν, εἰσὶ κατὰ τὸν σὸν λόγον καὶ πολύτροποι· ἦ γάρ;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολύτροποι δʼ εἰσὶ καὶ ἀπατεῶνες ὑπὸ ἠλιθιότητος καὶ ἀφροσύνης, ἢ ὑπὸ πανουργίας καὶ φρονήσεώς τινος;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ὑπὸ πανουργίας πάντων μάλιστα καὶ φρονήσεως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φρόνιμοι μὲν ἄρα εἰσίν, ὡς ἔοικεν.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναὶ μὰ Δία, λίαν γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φρόνιμοι δὲ ὄντες οὐκ ἐπίστανται ὅτι ποιοῦσιν, ἢ ἐπίστανται;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> καὶ μάλα σφόδρα ἐπίστανται· διὰ ταῦτα καὶ κακουργοῦσιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπιστάμενοι δὲ ταῦτα ἃ ἐπίστανται πότερον ἀμαθεῖς εἰσιν ἢ σοφοί;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="366"><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> σοφοὶ μὲν οὖν αὐτά γε ταῦτα, <milestone n="366" unit="page"/><milestone unit="section" resp="Stephanus" n="366a"/> ἐξαπατᾶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχε δή· ἀναμνησθῶμεν τί ἐστιν ὃ λέγεις. τοὺς ψευδεῖς φῂς εἶναι δυνατοὺς καὶ φρονίμους καὶ ἐπιστήμονας καὶ σοφοὺς εἰς ἅπερ ψευδεῖς;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> φημὶ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλους δὲ τοὺς ἀληθεῖς τε καὶ ψευδεῖς, καὶ ἐναντιωτάτους ἀλλήλοις;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> λέγω ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή· τῶν μὲν δυνατῶν τινες καὶ σοφῶν, ὡς ἔοικεν, εἰσὶν οἱ ψευδεῖς κατὰ τὸν σὸν λόγον.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> μάλιστά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν δὲ <milestone unit="section" resp="Stephanus" n="366b"/> λέγῃς δυνατοὺς καὶ σοφοὺς εἶναι τοὺς ψευδεῖς εἰς αὐτὰ ταῦτα, πότερον λέγεις δυνατοὺς εἶναι ψεύδεσθαι ἐὰν βούλωνται, ἢ ἀδυνάτους εἰς ταῦτα ἅπερ ψεύδονται;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> δυνατοὺς ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς ἐν κεφαλαίῳ ἄρα εἰρῆσθαι, οἱ ψευδεῖς εἰσιν οἱ σοφοί τε καὶ δυνατοὶ ψεύδεσθαι.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀδύνατος ἄρα ψεύδεσθαι ἀνὴρ καὶ ἀμαθὴς οὐκ ἂν εἴη ψευδής.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔχει οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δυνατὸς δέ γʼ ἐστὶν ἕκαστος ἄρα, ὃς ἂν ποιῇ τότε ὃ ἂν βούληται, ὅταν βούληται· <milestone unit="section" resp="Stephanus" n="366c"/> οὐχ ὑπὸ νόσου λέγω ἐξειργόμενον οὐδὲ τῶν τοιούτων, ἀλλὰ ὥσπερ σὺ δυνατὸς εἶ γράψαι τοὐμὸν ὄνομα ὅταν βούλῃ, οὕτω λέγω. ἢ οὐχ, ὃς ἂν οὕτως ἔχῃ, καλεῖς σὺ δυνατόν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δή μοι, ὦ Ἱππία, οὐ σὺ μέντοι ἔμπειρος εἶ λογισμῶν καὶ λογιστικῆς;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάντων μάλιστα, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ καί τίς σε ἔροιτο τὰ τρὶς ἑπτακόσια ὁπόσος ἐστὶν ἀριθμός, εἰ βούλοιο, πάντων τάχιστα καὶ <milestone unit="section" resp="Stephanus" n="366d"/> μάλιστʼ ἂν εἴποις τἀληθῆ περὶ τούτου;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα ὅτι δυνατώτατός τε εἶ καὶ σοφώτατος κατὰ ταῦτα;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν σοφώτατός τε εἶ καὶ δυνατώτατος μόνον, ἢ καὶ ἄριστος ταῦτα ἅπερ δυνατώτατός τε καὶ σοφώτατος, τὰ λογιστικά;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> καὶ ἄριστος δήπου, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ μὲν δὴ ἀληθῆ σὺ ἂν δυνατώτατα εἴποις <milestone unit="section" resp="Stephanus" n="366e"/> περὶ τούτων· ἦ γάρ;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οἶμαι ἔγωγε.</said></p></div></div></body></text></TEI>