<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="286"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀληθῆ λέγεις, ἀλλʼ ἐγὼ οὐκ ἐνενόησα ὅτι τὸ μνημονικὸν ἔχεις· ὥστʼ ἐννοῶ ὅτι εἰκότως σοι χαίρουσιν <milestone n="286" unit="page"/><milestone unit="section" resp="Stephanus" n="286a"/> οἱ Λακεδαιμόνιοι ἅτε πολλὰ εἰδότι, καὶ χρῶνται ὥσπερ ταῖς πρεσβύτισιν οἱ παῖδες πρὸς τὸ ἡδέως μυθολογῆσαι.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> καὶ ναὶ μὰ Δίʼ, ὦ Σώκρατες, περί γε ἐπιτηδευμάτων καλῶν καὶ ἔναγχος αὐτόθι ηὐδοκίμησα διεξιὼν ἃ χρὴ τὸν νέον ἐπιτηδεύειν. ἔστι γάρ μοι περὶ αὐτῶν παγκάλως λόγος συγκείμενος, καὶ ἄλλως εὖ διακείμενος καὶ τοῖς ὀνόμασι· πρόσχημα δέ μοί ἐστι καὶ ἀρχὴ τοιάδε τις τοῦ λόγου. ἐπειδὴ ἡ Τροία ἥλω, λέγει ὁ λόγος ὅτι Νεοπτόλεμος <milestone unit="section" resp="Stephanus" n="286b"/> Νέστορα ἔροιτο ποῖά ἐστι καλὰ ἐπιτηδεύματα, ἃ ἄν τις ἐπιτηδεύσας νέος ὢν εὐδοκιμώτατος γένοιτο· μετὰ ταῦτα δὴ λέγων ἐστὶν ὁ Νέστωρ καὶ ὑποτιθέμενος αὐτῷ πάμπολλα νόμιμα καὶ πάγκαλα. τοῦτον δὴ καὶ ἐκεῖ ἐπεδειξάμην καὶ ἐνθάδε μέλλω ἐπιδεικνύναι εἰς τρίτην ἡμέραν, ἐν τῷ Φειδοστράτου διδασκαλείῳ, καὶ ἄλλα πολλὰ καὶ ἄξια ἀκοῆς· ἐδεήθη γάρ μου Εὔδικος ὁ Ἀπημάντου. ἀλλʼ ὅπως παρέσῃ <milestone unit="section" resp="Stephanus" n="286c"/> καὶ αὐτὸς καὶ ἄλλους ἄξεις, οἵτινες ἱκανοὶ ἀκούσαντες κρῖναι τὰ λεγόμενα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ ταῦτʼ ἔσται, ἂν θεὸς θέλῃ, ὦ Ἱππία. νυνὶ μέντοι βραχύ τί μοι περὶ αὐτοῦ ἀπόκριναι· καὶ γάρ με εἰς καλὸν ὑπέμνησας. ἔναγχος γάρ τις, ὦ ἄριστε, εἰς ἀπορίαν με κατέβαλεν ἐν λόγοις τισὶ τὰ μὲν ψέγοντα ὡς αἰσχρά, τὰ δʼ ἐπαινοῦντα ὡς καλά, οὕτω πως ἐρόμενος καὶ μάλα ὑβριστικῶς· <q>πόθεν δέ μοι σύ,</q> ἔφη, <q>ὦ Σώκρατες, οἶσθα <milestone unit="section" resp="Stephanus" n="286d"/> ὁποῖα καλὰ καὶ αἰσχρά; ἐπεὶ φέρε, ἔχοις ἂν εἰπεῖν τί ἐστι τὸ καλόν;</q> καὶ ἐγὼ διὰ τὴν ἐμὴν φαυλότητα ἠπορούμην τε καὶ οὐκ εἶχον αὐτῷ κατὰ τρόπον ἀποκρίνασθαι· ἀπιὼν οὖν ἐκ τῆς συνουσίας ἐμαυτῷ τε ὠργιζόμην καὶ ὠνείδιζον, καὶ ἠπείλουν, ὁπότε πρῶτον ὑμῶν τῳ τῶν σοφῶν ἐντύχοιμι, ἀκούσας καὶ μαθὼν καὶ ἐκμελετήσας ἰέναι πάλιν ἐπὶ τὸν ἐρωτήσαντα, ἀναμαχούμενος τὸν λόγον. νῦν οὖν, ὃ λέγω, εἰς καλὸν ἥκεις, καί με δίδαξον ἱκανῶς αὐτὸ τὸ καλὸν ὅτι <milestone unit="section" resp="Stephanus" n="286e"/> ἐστί, καὶ πειρῶ μοι ὅτι μάλιστα ἀκριβῶς εἰπεῖν ἀποκρινόμενος, μὴ ἐξελεγχθεὶς τὸ δεύτερον αὖθις γέλωτα ὄφλω. οἶσθα γὰρ δήπου σαφῶς, καὶ σμικρόν που τοῦτʼ ἂν εἴη μάθημα ὧν σὺ τῶν πολλῶν ἐπίστασαι.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> σμικρὸν μέντοι νὴ Δίʼ, ὦ Σώκρατες, καὶ οὐδενὸς ἄξιον, ὡς ἔπος εἰπεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ῥᾳδίως ἄρα μαθήσομαι καὶ οὐδείς με ἐξελέγξει ἔτι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="287"><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐδεὶς μέντοι· φαῦλον γὰρ ἂν εἴη τὸ ἐμὸν πρᾶγμα <milestone n="287" unit="page"/><milestone unit="section" resp="Stephanus" n="287a"/> καὶ ἰδιωτικόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὖ γε νὴ τὴν Ἥραν λέγεις, ὦ Ἱππία, εἰ χειρωσόμεθα τὸν ἄνδρα. ἀτὰρ μή τι κωλύω μιμούμενος ἐγὼ ἐκεῖνον, ἐὰν σοῦ ἀποκρινομένου ἀντιλαμβάνωμαι τῶν λόγων, ἵνα ὅτι μάλιστά με ἐκμελετήσῃς; σχεδὸν γάρ τι ἔμπειρός εἰμι τῶν ἀντιλήψεων. εἰ οὖν μή τί σοι διαφέρει, βούλομαι ἀντιλαμβάνεσθαι, ἵνʼ ἐρρωμενέστερον μάθω.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλʼ ἀντιλαμβάνου. καὶ γάρ, ὃ νυνδὴ εἶπον, οὐ <milestone unit="section" resp="Stephanus" n="287b"/> μέγα ἐστὶ τὸ ἐρώτημα, ἀλλὰ καὶ πολὺ τούτου χαλεπώτερα ἂν ἀποκρίνασθαι ἐγώ σε διδάξαιμι, ὥστε μηδένα ἀνθρώπων δύνασθαί σε ἐξελέγχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φεῦ ὡς εὖ λέγεις· ἀλλʼ ἄγʼ, ἐπειδὴ καὶ σὺ κελεύεις, φέρε ὅτι μάλιστα ἐκεῖνος γενόμενος πειρῶμαί σε ἐρωτᾶν. εἰ γὰρ δὴ αὐτῷ τὸν λόγον τοῦτον ἐπιδείξαις ὃν φῄς, τὸν περὶ τῶν καλῶν ἐπιτηδευμάτων, ἀκούσας, ἐπειδὴ παύσαιο λέγων, ἔροιτʼ ἂν οὐ περὶ ἄλλου πρότερον ἢ περὶ τοῦ καλοῦ—ἔθος <milestone unit="section" resp="Stephanus" n="287c"/> γάρ τι τοῦτʼ ἔχει—καὶ εἴποι ἄν· <q>ὦ ξένε Ἠλεῖε, ἆρʼ οὐ δικαιοσύνῃ δίκαιοί εἰσιν οἱ δίκαιοι;</q> ἀπόκριναι δή, ὦ Ἱππία, ὡς ἐκείνου ἐρωτῶντος.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀποκρινοῦμαι ὅτι δικαιοσύνῃ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>οὐκοῦν ἔστι τι τοῦτο, ἡ δικαιοσύνη;</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>οὐκοῦν καὶ σοφίᾳ οἱ σοφοί εἰσι σοφοὶ καὶ τῷ ἀγαθῷ πάντα τἀγαθὰ ἀγαθά;</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>οὖσί γέ τισι τούτοις· οὐ γὰρ δήπου μὴ οὖσί γε.</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὖσι μέντοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ἆρʼ οὖν οὐ καὶ τὰ καλὰ πάντα τῷ καλῷ <milestone unit="section" resp="Stephanus" n="287d"/> ἐστι καλά;</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί, τῷ καλῷ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ὄντι γέ τινι τούτῳ;</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ὄντι· ἀλλὰ τί γὰρ μέλλει;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>εἰπὲ δή, ὦ ξένε,</q> φήσει, <q>τί ἐστι τοῦτο τὸ καλόν;</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἄλλο τι οὖν, ὦ Σώκρατες, ὁ τοῦτο ἐρωτῶν δεῖται πυθέσθαι τί ἐστι καλόν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔ μοι δοκεῖ, ἀλλʼ ὅτι ἐστὶ τὸ καλόν, ὦ Ἱππία.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> καὶ τί διαφέρει τοῦτʼ ἐκείνου;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέν σοι δοκεῖ;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐδὲν γὰρ διαφέρει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μέντοι δῆλον ὅτι σὺ κάλλιον οἶσθα. ὅμως δέ, ὠγαθέ, ἄθρει· ἐρωτᾷ γάρ σε οὐ τί ἐστι καλόν, ἀλλʼ ὅτι <milestone unit="section" resp="Stephanus" n="287e"/> ἐστὶ τὸ καλόν.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> μανθάνω, ὠγαθέ, καὶ ἀποκρινοῦμαί γε αὐτῷ ὅτι ἐστι τὸ καλόν, καὶ οὐ μή ποτε ἐλεγχθῶ. ἔστι γάρ, ὦ Σώκρατες, εὖ ἴσθι, εἰ δεῖ τὸ ἀληθὲς λέγειν, παρθένος καλὴ καλόν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="288"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς γε, ὦ Ἱππία, νὴ τὸν κύνα καὶ εὐδόξως ἀπεκρίνω. ἄλλο τι οὖν, ἂν ἐγὼ τοῦτο ἀποκρίνωμαι, τὸ <milestone n="288" unit="page"/><milestone unit="section" resp="Stephanus" n="288a"/> ἐρωτώμενόν τε ἀποκεκριμένος ἔσομαι καὶ ὀρθῶς, καὶ οὐ μή ποτε ἐλεγχθῶ;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πῶς γὰρ ἄν, ὦ Σώκρατες, ἐλεγχθείης, ὅ γε πᾶσιν δοκεῖ καὶ πάντες σοι μαρτυρήσουσιν οἱ ἀκούοντες ὅτι ὀρθῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν· πάνυ μὲν οὖν. φέρε δή, ὦ Ἱππία, πρὸς ἐμαυτὸν ἀναλάβω ὃ λέγεις. ὁ μὲν ἐρήσεταί με οὑτωσί πως· <q>ἴθι μοι, ὦ Σώκρατες, ἀπόκριναι· ταῦτα πάντα ἃ φῂς καλὰ εἶναι, εἰ τί ἐστιν αὐτὸ τὸ καλόν, ταῦτʼ ἂν εἴη καλά;</q> ἐγὼ δὲ δὴ ἐρῶ ὅτι εἰ παρθένος καλὴ καλόν, ἔστι διʼ ὃ ταῦτʼ ἂν εἴη καλά; </said></p><p><said who="#Ἱππίας"><milestone unit="section" resp="Stephanus" n="288b"/><label>ΙΠ.</label> οἴει οὖν ἔτι αὐτὸν ἐπιχειρήσειν σε ἐλέγχειν ὡς οὐ καλόν ἐστιν ὃ λέγεις, ἢ ἐὰν ἐπιχειρήσῃ, οὐ καταγέλαστον ἔσεσθαι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι μὲν ἐπιχειρήσει, ὦ θαυμάσιε, εὖ οἶδα· εἰ δὲ ἐπιχειρήσας ἔσται καταγέλαστος, αὐτὸ δείξει. ἃ μέντοι ἐρεῖ, ἐθέλω σοι λέγειν.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> λέγε δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ὡς γλυκὺς εἶ,</q> φήσει, <q>ὦ Σώκρατες. θήλεια δὲ ἵππος καλὴ οὐ καλόν, ἣν καὶ ὁ θεὸς ἐν τῷ χρησμῷ ἐπῄνεσεν;</q> <milestone unit="section" resp="Stephanus" n="288c"/> τί φήσομεν, ὦ Ἱππία; ἄλλο τι ἢ φῶμεν καὶ τὴν ἵππον καλὸν εἶναι, τήν γε καλήν; πῶς γὰρ ἂν τολμῷμεν ἔξαρνοι εἶναι τὸ καλὸν μὴ καλὸν εἶναι;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀληθῆ λέγεις, ὦ Σώκρατες· ἐπεί τοι καὶ ὀρθῶς αὐτὸ ὁ θεὸς εἶπεν· πάγκαλαι γὰρ παρʼ ἡμῖν ἵπποι γίγνονται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>εἶεν,</q> φήσει δή· <q>τί δὲ λύρα καλή; οὐ καλόν;</q> φῶμεν, ὦ Ἱππία;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐρεῖ τοίνυν μετὰ τοῦτʼ ἐκεῖνος, σχεδόν τι εὖ οἶδα ἐκ τοῦ τρόπου τεκμαιρόμενος· <q>ὦ βέλτιστε σύ, τί δὲ χύτρα καλή; οὐ καλὸν ἄρα;</q> </said></p><p><said who="#Ἱππίας"><milestone unit="section" resp="Stephanus" n="288d"/><label>ΙΠ.</label> ὦ Σώκρατες, τίς δʼ ἐστὶν ὁ ἄνθρωπος; ὡς ἀπαίδευτός τις ὃς οὕτω φαῦλα ὀνόματα ὀνομάζειν τολμᾷ ἐν σεμνῷ πράγματι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοιοῦτός τις, ὦ Ἱππία, οὐ κομψὸς ἀλλὰ συρφετός, οὐδὲν ἄλλο φροντίζων ἢ τὸ ἀληθές. ἀλλʼ ὅμως ἀποκριτέον τῷ ἀνδρί, καὶ ἔγωγε προαποφαίνομαι· εἴπερ ἡ χύτρα κεκεραμευμένη εἴη ὑπὸ ἀγαθοῦ κεραμέως λεία καὶ στρογγύλη καὶ καλῶς ὠπτημένη, οἷαι τῶν καλῶν χυτρῶν εἰσί τινες δίωτοι, τῶν ἓξ χοᾶς χωρουσῶν, πάγκαλαι, εἰ τοιαύτην ἐρωτῴη <milestone unit="section" resp="Stephanus" n="288e"/> χύτραν, καλὴν ὁμολογητέον εἶναι. πῶς γὰρ ἂν φαῖμεν καλὸν ὂν μὴ καλὸν εἶναι;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐδαμῶς, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>οὐκοῦν καὶ χύτρα,</q> φήσει, <q>καλὴ καλόν; ἀποκρίνου.</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλʼ οὕτως, ὦ Σώκρατες, ἔχει, οἶμαι· καλὸν μὲν καὶ τοῦτο τὸ σκεῦός ἐστι καλῶς εἰργασμένον, ἀλλὰ τὸ ὅλον τοῦτο οὐκ ἔστιν ἄξιον κρίνειν ὡς ὂν καλὸν πρὸς ἵππον τε καὶ παρθένον καὶ τἆλλα πάντα τὰ καλά.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="289"><p><said who="#Σωκράτης"><milestone n="289" unit="page"/><milestone unit="section" resp="Stephanus" n="289a"/><label>ΣΩ.</label> εἶεν· μανθάνω, ὦ Ἱππία, ὡς ἄρα χρὴ ἀντιλέγειν πρὸς τὸν ταῦτα ἐρωτῶντα τάδε· ὦ ἄνθρωπε, ἀγνοεῖς ὅτι τὸ τοῦ Ἡρακλείτου εὖ ἔχει, ὡς ἄρα <q>πιθήκων ὁ κάλλιστος αἰσχρὸς ἀνθρώπων γένει συμβάλλειν,</q> καὶ χυτρῶν ἡ καλλίστη αἰσχρὰ παρθένων γένει συμβάλλειν, ὥς φησιν Ἱππίας ὁ σοφός. οὐχ οὕτως, ὦ Ἱππία;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάνυ μὲν οὖν, ὦ Σώκρατες, ὀρθῶς ἀπεκρίνω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄκουε δή. μετὰ τοῦτο γὰρ εὖ οἶδʼ ὅτι φήσει· <q>τί δέ, ὦ Σώκρατες; τὸ τῶν παρθένων γένος θεῶν γένει ἄν τις <milestone unit="section" resp="Stephanus" n="289b"/> συμβάλλῃ, οὐ ταὐτὸν πείσεται ὅπερ τὸ τῶν χυτρῶν τῷ τῶν παρθένων συμβαλλόμενον; οὐχ ἡ καλλίστη παρθένος αἰσχρὰ φανεῖται;</q> ἢ οὐ καὶ Ἡράκλειτος αὐτὸ τοῦτο λέγει, ὃν σὺ ἐπάγῃ, ὅτι <q>ἀνθρώπων ὁ σοφώτατος πρὸς θεὸν πίθηκος φανεῖται καὶ σοφίᾳ καὶ κάλλει καὶ τοῖς ἄλλοις πᾶσιν;</q> ὁμολογήσωμεν, Ἱππία, τὴν καλλίστην παρθένον πρὸς θεῶν γένος αἰσχρὰν εἶναι;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> τίς γὰρ ἂν ἀντείποι τούτῳ γε, ὦ Σώκρατες; </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="289c"/><label>ΣΩ.</label> ἂν τοίνυν ταῦτα ὁμολογήσωμεν, γελάσεταί τε καὶ ἐρεῖ· <q>ὦ Σώκρατες, μέμνησαι οὖν ὅτι ἠρωτήθης;</q> ἔγωγε, φήσω, ὅτι αὐτὸ τὸ καλὸν ὅτι ποτέ ἐστιν. <q>ἔπειτα,</q> φήσει, <q>ἐρωτηθεὶς τὸ καλὸν ἀποκρίνῃ ὃ τυγχάνει ὄν, ὡς αὐτὸς φῄς, οὐδὲν μᾶλλον καλὸν ἢ αἰσχρόν;</q> ἔοικε, φήσω· ἢ τί μοι συμβουλεύεις, ὦ φίλε, φάναι;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> τοῦτο ἔγωγε· καὶ γὰρ δὴ πρός γε θεοὺς ὅτι οὐ καλὸν τὸ ἀνθρώπειον γένος, ἀληθῆ ἐρεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>εἰ δέ σε ἠρόμην,</q> φήσει, <q>ἐξ ἀρχῆς τί ἐστι <milestone unit="section" resp="Stephanus" n="289d"/> καλόν τε καὶ αἰσχρόν, εἴ μοι ἅπερ νῦν ἀπεκρίνω, ἆρʼ οὐκ ἂν ὀρθῶς ἀπεκέκρισο; ἔτι δὲ καὶ δοκεῖ σοι αὐτὸ τὸ καλόν, ᾧ καὶ τἆλλα πάντα κοσμεῖται καὶ καλὰ φαίνεται, ἐπειδὰν προσγένηται ἐκεῖνο τὸ εἶδος, τοῦτʼ εἶναι παρθένος ἢ ἵππος ἢ λύρα;</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλὰ μέντοι, ὦ Σώκρατες, εἰ τοῦτό γε ζητεῖ, πάντων ῥᾷστον ἀποκρίνασθαι αὐτῷ τί ἐστι τὸ καλὸν ᾧ καὶ τὰ ἄλλα πάντα κοσμεῖται καὶ προσγενομένου αὐτοῦ καλὰ φαίνεται. <milestone unit="section" resp="Stephanus" n="289e"/> εὐηθέστατος οὖν ἐστιν ὁ ἄνθρωπος καὶ οὐδὲν ἐπαΐει περὶ καλῶν κτημάτων. ἐὰν γὰρ αὐτῷ ἀποκρίνῃ ὅτι τοῦτʼ ἐστὶν ὃ ἐρωτᾷ τὸ καλὸν οὐδὲν ἄλλο ἢ χρυσός, ἀπορήσει καὶ οὐκ ἐπιχειρήσει σε ἐλέγχειν. ἴσμεν γάρ που πάντες ὅτι ὅπου ἂν τοῦτο προσγένηται, κἂν πρότερον αἰσχρὸν φαίνηται, καλὸν φανεῖται χρυσῷ γε κοσμηθέν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄπειρος εἶ τοῦ ἀνδρός, ὦ Ἱππία, ὡς σχέτλιός ἐστι καὶ οὐδὲν ῥᾳδίως ἀποδεχόμενος.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="290"><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> τί οὖν τοῦτο, ὦ Σώκρατες; τὸ γὰρ ὀρθῶς λεγόμενον <milestone n="290" unit="page"/><milestone unit="section" resp="Stephanus" n="290a"/>ἀνάγκη αὐτῷ ἀποδέχεσθαι, ἢ μὴ ἀποδεχομένῳ καταγελάστῳ εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὲν δὴ ταύτην γε τὴν ἀπόκρισιν, ὦ ἄριστε, οὐ μόνον οὐκ ἀποδέξεται, ἀλλὰ πάνυ με καὶ τωθάσεται, καὶ ἐρεῖ· <q>ὦ τετυφωμένε σύ, Φειδίαν οἴει κακὸν εἶναι δημιουργόν;</q> καὶ ἐγὼ οἶμαι ἐρῶ ὅτι οὐδʼ ὁπωστιοῦν.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> καὶ ὀρθῶς γʼ ἐρεῖς, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς μέντοι. τοιγάρτοι ἐκεῖνος, ἐπειδὰν ἐγὼ ὁμολογῶ ἀγαθὸν εἶναι δημιουργὸν τὸν Φειδίαν, <q>εἶτα,</q> <milestone unit="section" resp="Stephanus" n="290b"/> φήσει, <q>οἴει τοῦτο τὸ καλὸν ὃ σὺ λέγεις ἠγνόει Φειδίας;</q> καὶ ἐγώ· τί μάλιστα; φήσω. <q>ὅτι,</q> ἐρεῖ, <q>τῆς Ἀθηνᾶς τοὺς ὀφθαλμοὺς οὐ χρυσοῦς ἐποίησεν, οὐδὲ τὸ ἄλλο πρόσωπον οὐδὲ τοὺς πόδας οὐδὲ τὰς χεῖρας, εἴπερ χρυσοῦν γε δὴ ὂν κάλλιστον ἔμελλε φαίνεσθαι, ἀλλʼ ἐλεφάντινον· δῆλον ὅτι τοῦτο ὑπὸ ἀμαθίας ἐξήμαρτεν, ἀγνοῶν ὅτι χρυσὸς ἄρʼ ἐστὶν ὁ πάντα καλὰ ποιῶν, ὅπου ἂν προσγένηται.</q> ταῦτα οὖν λέγοντι τί ἀποκρινώμεθα, ὦ Ἱππία; </said></p><p><said who="#Ἱππίας"><milestone unit="section" resp="Stephanus" n="290c"/><label>ΙΠ.</label> οὐδὲν χαλεπόν· ἐροῦμεν γὰρ ὅτι ὀρθῶς ἐποίησε. καὶ γὰρ τὸ ἐλεφάντινον οἶμαι καλόν ἐστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>τοῦ οὖν ἕνεκα,</q> φήσει, <q>οὐ καὶ τὰ μέσα τῶν ὀφθαλμῶν ἐλεφάντινα ἠργάσατο, ἀλλὰ λίθινα, ὡς οἷόν τʼ ἦν ὁμοιότητα τοῦ λίθου τῷ ἐλέφαντι ἐξευρών; ἢ καὶ ὁ λίθος ὁ καλὸς καλόν ἐστι;</q> φήσομεν, ὦ Ἱππία;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> φήσομεν μέντοι, ὅταν γε πρέπων ᾖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ὅταν δὲ μὴ πρέπων, αἰσχρόν;</q> ὁμολογῶ ἢ μή;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ὁμολόγει, ὅταν γε μὴ πρέπῃ. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="290d"/><label>ΣΩ.</label><q>τί δὲ δή; ὁ ἐλέφας καὶ ὁ χρυσός,</q> φήσει, <q>ὦ σοφὲ σύ, οὐχ ὅταν μὲν πρέπῃ, καλὰ ποιεῖ φαίνεσθαι, ὅταν δὲ μή, αἰσχρά;</q> ἔξαρνοι ἐσόμεθα ἢ ὁμολογήσομεν αὐτῷ ὀρθῶς λέγειν αὐτόν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ὁμολογήσομεν τοῦτό γε, ὅτι ὃ ἂν πρέπῃ ἑκάστῳ, τοῦτο καλὸν ποιεῖ ἕκαστον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>πότερον οὖν πρέπει,</q> φήσει, <q>ὅταν τις τὴν χύτραν ἣν ἄρτι ἐλέγομεν, τὴν καλήν, ἕψῃ ἔτνους καλοῦ μεστήν, χρυσῆ τορύνη αὐτῇ ἢ συκίνη;</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> Ἡράκλεις, οἷον λέγεις ἄνθρωπον, ὦ Σώκρατες. οὐ <milestone unit="section" resp="Stephanus" n="290e"/> βούλει μοι εἰπεῖν τίς ἐστιν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γὰρ ἂν γνοίης, εἴ σοι εἴποιμι τοὔνομα.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλὰ καὶ νῦν ἔγωγε γιγνώσκω, ὅτι ἀμαθής τίς ἐστιν.</said></p></div></div></body></text></TEI>