<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="281"><p><said who="#Σωκράτης"><milestone n="281" unit="page"/><milestone unit="section" resp="Stephanus" n="281a"/><label>ΣΩ.</label> Ἱππίας ὁ καλός τε καὶ σοφός· ὡς διὰ χρόνου ἡμῖν κατῆρας εἰς τὰς Ἀθήνας.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐ γὰρ σχολή, ὦ Σώκρατες. ἡ γὰρ Ἦλις ὅταν τι δέηται διαπράξασθαι πρός τινα τῶν πόλεων, ἀεὶ ἐπὶ πρῶτον ἐμὲ ἔρχεται τῶν πολιτῶν αἱρουμένη πρεσβευτήν, ἡγουμένη δικαστὴν καὶ ἄγγελον ἱκανώτατον εἶναι τῶν λόγων οἳ ἂν <milestone unit="section" resp="Stephanus" n="281b"/> παρὰ τῶν πόλεων ἑκάστων λέγωνται. πολλάκις μὲν οὖν καὶ εἰς ἄλλας πόλεις ἐπρέσβευσα, πλεῖστα δὲ καὶ περὶ πλείστων καὶ μεγίστων εἰς τὴν Λακεδαίμονα· διὸ δή, ὃ σὺ ἐρωτᾷς, οὐ θαμίζω εἰς τούσδε τοὺς τόπους.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοιοῦτον μέντοι, ὦ Ἱππία, ἔστι τὸ τῇ ἀληθείᾳ σοφόν τε καὶ τέλειον ἄνδρα εἶναι. σὺ γὰρ καὶ ἰδίᾳ ἱκανὸς εἶ παρὰ τῶν νέων πολλὰ χρήματα λαμβάνων ἔτι πλείω <milestone unit="section" resp="Stephanus" n="281c"/> ὠφελεῖν ὧν λαμβάνεις, καὶ αὖ δημοσίᾳ τὴν σαυτοῦ πόλιν ἱκανὸς εὐεργετεῖν, ὥσπερ χρὴ τὸν μέλλοντα μὴ καταφρονήσεσθαι ἀλλʼ εὐδοκιμήσειν ἐν τοῖς πολλοῖς. ἀτάρ, ὦ Ἱππία, τί ποτε τὸ αἴτιον ὅτι οἱ παλαιοὶ ἐκεῖνοι, ὧν ὀνόματα μεγάλα λέγεται ἐπὶ σοφίᾳ, Πιττακοῦ τε καὶ Βίαντος καὶ τῶν ἀμφὶ τὸν Μιλήσιον Θαλῆν καὶ ἔτι τῶν ὕστερον μέχρι Ἀναξαγόρου, ὡς ἢ πάντες ἢ οἱ πολλοὶ αὐτῶν φαίνονται ἀπεχόμενοι τῶν πολιτικῶν πράξεων;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> τί δʼ οἴει, ὦ Σώκρατες, ἄλλο γε ἢ ἀδύνατοι ἦσαν <milestone unit="section" resp="Stephanus" n="281d"/> καὶ οὐχ ἱκανοὶ ἐξικνεῖσθαι φρονήσει ἐπʼ ἀμφότερα, τά τε κοινὰ καὶ τὰ ἴδια;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν πρὸς Διός, ὥσπερ αἱ ἄλλαι τέχναι ἐπιδεδώκασι καὶ εἰσὶ παρὰ τοὺς νῦν δημιουργοὺς οἱ παλαιοὶ φαῦλοι, οὕτω καὶ τὴν ὑμετέραν τὴν τῶν σοφιστῶν τέχνην ἐπιδεδωκέναι φῶμεν καὶ εἶναι τῶν ἀρχαίων τοὺς περὶ τὴν σοφίαν φαύλους πρὸς ὑμᾶς;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάνυ μὲν οὖν ὀρθῶς λέγεις.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="282"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ ἄρα νῦν ἡμῖν, ὦ Ἱππία, ὁ Βίας ἀναβιοίη, γέλωτʼ <milestone n="282" unit="page"/><milestone unit="section" resp="Stephanus" n="282a"/> ἂν ὄφλοι πρὸς ὑμᾶς, ὥσπερ καὶ τὸν Δαίδαλόν φασιν οἱ ἀνδριαντοποιοί, νῦν εἰ γενόμενος τοιαῦτʼ ἐργάζοιτο οἷα ἦν ἀφʼ ὧν τοὔνομʼ ἔσχεν, καταγέλαστον ἂν εἶναι.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔστι μὲν ταῦτα, ὦ Σώκρατες, οὕτως ὡς σὺ λέγεις· εἴωθα μέντοι ἔγωγε τοὺς παλαιούς τε καὶ προτέρους ἡμῶν προτέρους τε καὶ μᾶλλον ἐγκωμιάζειν ἢ τοὺς νῦν, εὐλαβούμενος μὲν φθόνον τῶν ζώντων, φοβούμενος δὲ μῆνιν τῶν τετελευτηκότων.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="282b"/><label>ΣΩ.</label> καλῶς γε σύ, ὦ Ἱππία, ὀνομάζων τε καὶ διανοούμενος, ὡς ἐμοὶ δοκεῖς. συμμαρτυρῆσαι δέ σοι ἔχω ὅτι ἀληθῆ λέγεις, καὶ τῷ ὄντι ὑμῶν ἐπιδέδωκεν ἡ τέχνη πρὸς τὸ καὶ τὰ δημόσια πράττειν δύνασθαι μετὰ τῶν ἰδίων. Γοργίας τε γὰρ οὗτος ὁ Λεοντῖνος σοφιστὴς δεῦρο ἀφίκετο δημοσίᾳ οἴκοθεν πρεσβεύων, ὡς ἱκανώτατος ὢν Λεοντίνων τὰ κοινὰ πράττειν, καὶ ἔν τε τῷ δήμῳ ἔδοξεν ἄριστα εἰπεῖν, καὶ ἰδίᾳ ἐπιδείξεις ποιούμενος καὶ συνὼν τοῖς νέοις χρήματα πολλὰ ἠργάσατο <milestone unit="section" resp="Stephanus" n="282c"/> καὶ ἔλαβεν ἐκ τῆσδε τῆς πόλεως· εἰ δὲ βούλει, ὁ ἡμέτερος ἑταῖρος Πρόδικος οὗτος πολλάκις μὲν καὶ ἄλλοτε δημοσίᾳ ἀφίκετο, ἀτὰρ τὰ τελευταῖα ἔναγχος ἀφικόμενος δημοσίᾳ ἐκ Κέω λέγων τʼ ἐν τῇ βουλῇ πάνυ ηὐδοκίμησεν καὶ ἰδίᾳ ἐπιδείξεις ποιούμενος καὶ τοῖς νέοις συνὼν χρήματα ἔλαβεν θαυμαστὰ ὅσα. τῶν δὲ παλαιῶν ἐκείνων οὐδεὶς πώποτε ἠξίωσεν ἀργύριον μισθὸν πράξασθαι οὐδʼ ἐπιδείξεις ποιήσασθαι <milestone unit="section" resp="Stephanus" n="282d"/> ἐν παντοδαποῖς ἀνθρώποις τῆς ἑαυτοῦ σοφίας· οὕτως ἦσαν εὐήθεις καὶ ἐλελήθει αὐτοὺς ἀργύριον ὡς πολλοῦ ἄξιον εἴη. τούτων δʼ ἑκάτερος πλέον ἀργύριον ἀπὸ σοφίας εἴργασται ἢ ἄλλος δημιουργὸς ἀφʼ ἧστινος τέχνης· καὶ ἔτι πρότερος τούτων Πρωταγόρας.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐδὲν γάρ, ὦ Σώκρατες, οἶσθα τῶν καλῶν περὶ τοῦτο. εἰ γὰρ εἰδείης ὅσον ἀργύριον εἴργασμαι ἐγώ, θαυμάσαις ἄν· καὶ τὰ μὲν ἄλλα ἐῶ, ἀφικόμενος δέ ποτε εἰς Σικελίαν, Πρωταγόρου <milestone unit="section" resp="Stephanus" n="282e"/> αὐτόθι ἐπιδημοῦντος καὶ εὐδοκιμοῦντος καὶ πρεσβυτέρου ὄντος πολὺ νεώτερος ὢν ἐν ὀλίγῳ χρόνῳ πάνυ πλέον ἢ πεντήκοντα καὶ ἑκατὸν μνᾶς ἠργασάμην, καὶ ἐξ ἑνός γε χωρίου πάνυ σμικροῦ, Ἰνυκοῦ, πλέον ἢ εἴκοσι μνᾶς· καὶ τοῦτο ἐλθὼν οἴκαδε φέρων τῷ πατρὶ ἔδωκα, ὥστε ἐκεῖνον καὶ τοὺς ἄλλους πολίτας θαυμάζειν τε καὶ ἐκπεπλῆχθαι. καὶ σχεδόν τι οἶμαι ἐμὲ πλείω χρήματα εἰργάσθαι ἢ ἄλλους σύνδυο οὕστινας βούλει τῶν σοφιστῶν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="283"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλόν γε, ὦ Ἱππία, λέγεις καὶ μέγα τεκμήριον <milestone n="283" unit="page"/><milestone unit="section" resp="Stephanus" n="283a"/> σοφίας τῆς τε σεαυτοῦ καὶ τῶν νῦν ἀνθρώπων πρὸς τοὺς ἀρχαίους ὅσον διαφέρουσι. τῶν γὰρ προτέρων <del>περὶ Ἀναξαγόρου λέγεται</del> πολλὴ ἀμαθία κατὰ τὸν σὸν λόγον. τοὐναντίον γὰρ Ἀναξαγόρᾳ φασὶ συμβῆναι ἢ ὑμῖν· καταλειφθέντων γὰρ αὐτῷ πολλῶν χρημάτων καταμελῆσαι καὶ ἀπολέσαι πάντα—οὕτως αὐτὸν ἀνόητα σοφίζεσθαι—λέγουσι δὲ καὶ περὶ ἄλλων τῶν παλαιῶν ἕτερα τοιαῦτα. τοῦτο μὲν οὖν μοι δοκεῖς καλὸν τεκμήριον ἀποφαίνειν περὶ σοφίας τῶν <milestone unit="section" resp="Stephanus" n="283b"/> νῦν πρὸς τοὺς προτέρους, καὶ πολλοῖς συνδοκεῖ ὅτι τὸν σοφὸν αὐτὸν αὑτῷ μάλιστα δεῖ σοφὸν εἶναι· τούτου δʼ ὅρος ἐστὶν ἄρα, ὃς ἂν πλεῖστον ἀργύριον ἐργάσηται. καὶ ταῦτα μὲν ἱκανῶς ἐχέτω· τόδε δέ μοι εἰπέ, σὺ αὐτὸς πόθεν πλεῖστον ἀργύριον ἠργάσω τῶν πόλεων εἰς ἃς ἀφικνῇ; ἢ δῆλον ὅτι ἐκ Λακεδαίμονος, οἷπερ καὶ πλειστάκις ἀφῖξαι;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐ μὰ τὸν Δία, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς φῄς; ἀλλʼ ἐλάχιστον; </said></p><p><said who="#Ἱππίας"><milestone unit="section" resp="Stephanus" n="283c"/><label>ΙΠ.</label> οὐδὲν μὲν οὖν τὸ παράπαν πώποτε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τέρας λέγεις καὶ θαυμαστόν, ὦ Ἱππία. καί μοι εἰπέ· πότερον ἡ σοφία ἡ σὴ οὐχ οἵα τοὺς συνόντας αὐτῇ καὶ μανθάνοντας εἰς ἀρετὴν βελτίους ποιεῖν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> καὶ πολύ γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τοὺς μὲν Ἰνυκίνων ὑεῖς οἷός τε ἦσθα ἀμείνους ποιῆσαι, τοὺς δὲ Σπαρτιατῶν ἠδυνάτεις;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πολλοῦ γε δέω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ δῆτα Σικελιῶται μὲν ἐπιθυμοῦσιν ἀμείνους γίγνεσθαι, Λακεδαιμόνιοι <milestone unit="section" resp="Stephanus" n="283d"/> δʼ οὔ;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάντως γέ που, ὦ Σώκρατες, καὶ Λακεδαιμόνιοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν χρημάτων ἐνδείᾳ ἔφευγον τὴν σὴν ὁμιλίαν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐ δῆτα, ἐπεὶ ἱκανὰ αὐτοῖς ἐστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δῆτʼ ἂν εἴη ὅτι ἐπιθυμοῦντες καὶ ἔχοντες χρήματα, καὶ σοῦ δυναμένου τὰ μέγιστα αὐτοὺς ὠφελεῖν, οὐ πλήρη σε ἀργυρίου ἀπέπεμψαν; ἀλλʼ ἐκεῖνο, μῶν μὴ Λακεδαιμόνιοι σοῦ βέλτιον ἂν παιδεύσειαν τοὺς αὑτῶν παῖδας; ἢ τοῦτο φῶμεν οὕτω, καὶ σὺ συγχωρεῖς; </said></p><p><said who="#Ἱππίας"><milestone unit="section" resp="Stephanus" n="283e"/><label>ΙΠ.</label> οὐδʼ ὁπωστιοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν τοὺς νέους οὐχ οἷός τʼ ἦσθα πείθειν ἐν Λακεδαίμονι ὡς σοὶ συνόντες πλέον ἂν εἰς ἀρετὴν ἐπιδιδοῖεν ἢ τοῖς ἑαυτῶν, ἢ τοὺς ἐκείνων πατέρας ἠδυνάτεις πείθειν ὅτι σοὶ χρὴ παραδιδόναι μᾶλλον ἢ αὐτοὺς ἐπιμελεῖσθαι, εἴπερ τι τῶν ὑέων κήδονται; οὐ γάρ που ἐφθόνουν γε τοῖς ἑαυτῶν παισὶν ὡς βελτίστοις γενέσθαι.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐκ οἶμαι ἔγωγε φθονεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν εὔνομός γʼ ἡ Λακεδαίμων.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="284"><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πῶς γὰρ <milestone n="284" unit="page"/><milestone unit="section" resp="Stephanus" n="284a"/> οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν δέ γε ταῖς εὐνόμοις πόλεσιν τιμιώτατον ἡ ἀρετή.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σὺ δὲ ταύτην παραδιδόναι ἄλλῳ κάλλιστʼ ἀνθρώπων ἐπίστασαι.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> καὶ πολύ γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ οὖν κάλλιστʼ ἐπιστάμενος ἱππικὴν παραδιδόναι ἆρʼ οὐκ ἂν ἐν Θετταλίᾳ τῆς Ἑλλάδος μάλιστα τιμῷτο καὶ πλεῖστα χρήματα λαμβάνοι, καὶ ἄλλοθι ὅπου τοῦτο σπουδάζοιτο;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ δὴ δυνάμενος παραδιδόναι τὰ πλείστου ἄξια μαθήματα εἰς ἀρετὴν οὐκ ἐν <milestone unit="section" resp="Stephanus" n="284b"/> Λακεδαίμονι μάλιστα τιμήσεται καὶ πλεῖστα ἐργάσεται χρήματα, ἂν βούληται, καὶ ἐν ἄλλῃ πόλει ἥτις τῶν Ἑλληνίδων εὐνομεῖται; ἀλλʼ ἐν Σικελίᾳ, ὦ ἑταῖρε, οἴει μᾶλλον καὶ ἐν Ἰνυκῷ; ταῦτα πειθώμεθα, ὦ Ἱππία; ἐὰν γὰρ σὺ κελεύῃς, πειστέον.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐ γὰρ πάτριον, ὦ Σώκρατες, Λακεδαιμονίοις κινεῖν τοὺς νόμους, οὐδὲ παρὰ τὰ εἰωθότα παιδεύειν τοὺς ὑεῖς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς λέγεις; Λακεδαιμονίοις οὐ πάτριον ὀρθῶς <milestone unit="section" resp="Stephanus" n="284c"/> πράττειν ἀλλʼ ἐξαμαρτάνειν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐκ ἂν φαίην ἔγωγε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὀρθῶς ἂν πράττοιεν βέλτιον ἀλλὰ μὴ χεῖρον παιδεύοντες τοὺς νέους;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ὀρθῶς· ἀλλὰ ξενικὴν παίδευσιν οὐ νόμιμον αὐτοῖς παιδεύειν, ἐπεὶ εὖ ἴσθι, εἴπερ τις ἄλλος ἐκεῖθεν χρήματα ἔλαβεν πώποτε ἐπὶ παιδεύσει, καὶ ἐμὲ ἂν λαβεῖν πολὺ μάλιστα—χαίρουσι γοῦν ἀκούοντες ἐμοῦ καὶ ἐπαινοῦσιν— ἀλλʼ, ὃ λέγω, οὐ νόμος. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="284d"/><label>ΣΩ.</label> νόμον δὲ λέγεις, ὦ Ἱππία, βλάβην πόλεως εἶναι ἢ ὠφελίαν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> τίθεται μὲν οἶμαι ὠφελίας ἕνεκα, ἐνίοτε δὲ καὶ βλάπτει, ἐὰν κακῶς τεθῇ ὁ νόμος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; οὐχ ὡς ἀγαθὸν μέγιστον πόλει τίθενται τὸν νόμον οἱ τιθέμενοι; καὶ ἄνευ τούτου μετὰ εὐνομίας ἀδύνατον οἰκεῖν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν ἄρα ἀγαθοῦ ἁμάρτωσιν οἱ ἐπιχειροῦντες τοὺς νόμους τιθέναι, νομίμου τε καὶ νόμου ἡμαρτήκασιν· ἢ <milestone unit="section" resp="Stephanus" n="284e"/> πῶς λέγεις;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> τῷ μὲν ἀκριβεῖ λόγῳ, ὦ Σώκρατες, οὕτως ἔχει· οὐ μέντοι εἰώθασιν ἅνθρωποι ὀνομάζειν οὕτω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον, ὦ Ἱππία, οἱ εἰδότες ἢ οἱ μὴ εἰδότες;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οἱ πολλοί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰσὶν δʼ οὗτοι οἱ εἰδότες τἀληθές, οἱ πολλοί;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μήν που οἵ γʼ εἰδότες τὸ ὠφελιμώτερον τοῦ ἀνωφελεστέρου νομιμώτερον ἡγοῦνται τῇ ἀληθείᾳ πᾶσιν ἀνθρώποις· ἢ οὐ συγχωρεῖς;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί, συγχωρῶ, ὅτι γε τῇ ἀληθείᾳ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἔστιν τε καὶ ἔχει οὕτως ὡς οἱ εἰδότες ἡγοῦνται;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάνυ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="285"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστι δέ γε Λακεδαιμονίοις, ὡς σὺ φῄς, ὠφελιμώτερον <milestone n="285" unit="page"/><milestone unit="section" resp="Stephanus" n="285a"/> τὴν ὑπὸ σοῦ παίδευσιν, ξενικὴν οὖσαν, παιδεύεσθαι μᾶλλον ἢ τὴν ἐπιχωρίαν.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> καὶ ἀληθῆ γε λέγω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ ὅτι τὰ ὠφελιμώτερα νομιμώτερά ἐστι, καὶ τοῦτο λέγεις, ὦ Ἱππία;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> εἶπον γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κατὰ τὸν σὸν ἄρα λόγον τοῖς Λακεδαιμονίων ὑέσιν ὑπὸ Ἱππίου παιδεύεσθαι νομιμώτερόν ἐστιν, ὑπὸ δὲ τῶν πατέρων ἀνομώτερον, εἴπερ τῷ ὄντι ὑπὸ σοῦ πλείω ὠφεληθήσονται.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλὰ μὴν ὠφεληθήσονται, <milestone unit="section" resp="Stephanus" n="285b"/> ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> παρανομοῦσιν ἄρα Λακεδαιμόνιοι οὐ διδόντες σοι χρυσίον καὶ ἐπιτρέποντες τοὺς αὑτῶν ὑεῖς.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> συγχωρῶ ταῦτα· δοκεῖς γάρ μοι τὸν λόγον πρὸς ἐμοῦ λέγειν, καὶ οὐδέν με δεῖ αὐτῷ ἐναντιοῦσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> παρανόμους μὲν δή, ὦ ἑταῖρε, τοὺς Λάκωνας εὑρίσκομεν, καὶ ταῦτʼ εἰς τὰ μέγιστα, τοὺς νομιμωτάτους δοκοῦντας εἶναι. ἐπαινοῦσι δὲ δή σε πρὸς θεῶν, ὦ Ἱππία, καὶ χαίρουσιν ἀκούοντες ποῖα; ἢ δῆλον δὴ ὅτι ἐκεῖνα ἃ σὺ κάλλιστα <milestone unit="section" resp="Stephanus" n="285c"/> ἐπίστασαι, τὰ περὶ τὰ ἄστρα τε καὶ τὰ οὐράνια πάθη;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐδʼ ὁπωστιοῦν· ταῦτά γε οὐδʼ ἀνέχονται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ περὶ γεωμετρίας τι χαίρουσιν ἀκούοντες;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐδαμῶς, ἐπεὶ οὐδʼ ἀριθμεῖν ἐκείνων γε, ὡς ἔπος εἰπεῖν, πολλοὶ ἐπίστανται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλοῦ ἄρα δέουσιν περί γε λογισμῶν ἀνέχεσθαί σου ἐπιδεικνυμένου.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πολλοῦ μέντοι νὴ Δία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ δῆτα ἐκεῖνα ἃ σὺ ἀκριβέστατα ἐπίστασαι <milestone unit="section" resp="Stephanus" n="285d"/> ἀνθρώπων διαιρεῖν, περί τε γραμμάτων δυνάμεως καὶ συλλαβῶν καὶ ῥυθμῶν καὶ ἁρμονιῶν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ποίων, ὠγαθέ, ἁρμονιῶν καὶ γραμμάτων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τί μήν ἐστιν ἃ ἡδέως σου ἀκροῶνται καὶ ἐπαινοῦσιν; αὐτός μοι εἰπέ, ἐπειδὴ ἐγὼ οὐχ εὑρίσκω.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> περὶ τῶν γενῶν, ὦ Σώκρατες, τῶν τε ἡρώων καὶ τῶν ἀνθρώπων, καὶ τῶν κατοικίσεων, ὡς τὸ ἀρχαῖον ἐκτίσθησαν αἱ πόλεις, καὶ συλλήβδην πάσης τῆς ἀρχαιολογίας ἥδιστα <milestone unit="section" resp="Stephanus" n="285e"/> ἀκροῶνται, ὥστʼ ἔγωγε διʼ αὐτοὺς ἠνάγκασμαι ἐκμεμαθηκέναι τε καὶ ἐκμεμελετηκέναι πάντα τὰ τοιαῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ναὶ μὰ Δίʼ, ὦ Ἱππία, ηὐτύχηκάς γε ὅτι Λακεδαιμόνιοι οὐ χαίρουσιν ἄν τις αὐτοῖς ἀπὸ Σόλωνος τοὺς ἄρχοντας τοὺς ἡμετέρους καταλέγῃ· εἰ δὲ μή, πράγματʼ ἂν εἶχες ἐκμανθάνων.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πόθεν, ὦ Σώκρατες; ἅπαξ ἀκούσας πεντήκοντα ὀνόματα ἀπομνημονεύσω.</said></p></div></div></body></text></TEI>